Ὅτι κατὰ πάντα τρόπον οὐκ ἔσται μετὰ τὴν ἀνάστασιν ἓν τὸ θέλημα τῶν ἁγίων πρὸς ἀλλήλους καὶ τὸν Θεόν, κἂν ἓν πᾶσι τὸ θεληθέν, ὥς τινες λέγουσιν. Οὐκοῦν ἡ προαίρεσις προσλαβοῦσα τὴν ἐπὶ τοῖς ἐφ’ ἡμῖν ὁρμήν τε καὶ χρῆσιν, πέρας τῆς κατ’ ὄρεξιν ἡμῖν λογικῆς ὑπάρχει κινήσεως. Τὸ γὰρ φύσει λογικόν, δύναμιν ἔχον φυσικὴν τὴν λογικὴν ὄρεξιν, ἣν καὶ θέλησιν τῆς νοερᾶς καλοῦσι ψυχῆς· ὀρέγεται καὶ λογίζεται καὶ λογισάμενον βούλεται. Βούλησιν γὰρ εἶναί φασιν, οὐ τὴν ἁπλῶς φυσικήν, ἀλλὰ τὴν ποιάν· τουτέστι, τὴν περί τινος θέλησιν· καὶ βουλόμενον ζητεῖ· καὶ ζητοῦν σκέπτεται· καὶ σκεπτόμενον βουλεύεται· καὶ βουλευόμενον κρίνει· καὶ κρίνον προαιρεῖται· καὶ προαιρούμενον ὁρμᾷ· καὶ ὁρμῶν, κέχρηται· καὶ χρώμενον παύεται τῆς ὀρεκτικῆς ἐπ’ ἐκεῖνο κινήσεως. Οὐδεὶς γὰρ κέχρηται, μὴ πρότερον ὁρμήσας· καὶ οὐδεὶς ὁρμᾷ, μὴ προαιρούμενος· καὶ οὐδεὶς προαιρεῖται, μὴ κρίνας· καὶ οὐδεὶς κρίνει, μὴ βουλευσάμενος· καὶ οὐδεὶς βουλεύεται, μὴ σκεψάμενος· καὶ οὐδεὶς σκέπτεται, μὴ ζητήσας· καὶ οὐδεὶς ζητεῖ, μὴ βουληθείς· καὶ οὐδεὶς βούλεται, μὴ λογισάμενος· καὶ οὐδεὶς λογίζεται, μὴ ὀρεγόμενος· καὶ οὐδεὶς λογικῶς ὀρέγεται, μὴ ὑπάρχων φύσει λογικός. Λογικὸν οὖν φύσει ζῶον ὑπάρχων ὁ ἄνθρωπος, ὀρεκτικός ἐστι, καὶ λογιστικός, καὶ βουλητικός, καὶ ζητητικός, καὶ σκεπτικός, καὶ προαιρετικός, καὶ ὁρμητικός, καὶ χρηστικός.