Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Σχόλια εἰς τὸν Ἐκκλησιαστήν

Μάξιμος ὁ Ὁμολογητής

Εισαγωγή και ερμηνεία του πρώτου κεφαλαίου: Η ματαιότητα των κοσμικών πραγμάτων

Προοιμιακές παρατηρήσεις και σχολιασμός της κυκλικής πορείας του φυσικού κόσμου και των ορίων της ανθρώπινης σοφίας χωρίς την αναφορά στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 10

Ἑρμηνεία κατὰ παράφρασιν τοῦ Ἐκκλησιαστοῦ, συλλεγεῖσα ἀπό τε τῶν εἰς τοῦτον ἑρμηνειῶν τοῦ ἁγίου Γρηγορίου τοῦ Νύσης καὶ τῆς παραφράσεως τῆς λεγομένης τοῦ Θεολόγου καὶ ἀπὸ διαφόρων ἐννοιῶν τοῦ ἁγίου Μαξίμου. Προγυμνάσας ἤδη Σαλομῶν πρὸς πόθον πνευματικὸν διὰ τῶν παροιμιακῶν νοημάτων τὸν ἡμέτερον νοῦν καὶ τῇ ἠθικῇ φιλοσοφίᾳ πρὸς τοῦτον παιδαγωγήσας ἡμᾶς εἰσαγωγικῶς, ἐπὶ ὑψηλοτέραν λοιπὸν διδασκαλίαν ἀνάγει, ἐκπαιδεύων ἡμᾶς διὰ τοῦ Ἐκκλησιαστοῦ καὶ φυσικῶς, ὡς τὴν τῶν ὄντων γνῶσιν ἐκ θεοῦ δεξάμενος ἀψευδῆ. Ἐξ αὐτῆς γὰρ τῆς τῶν πραγμάτων φύσεως καταγγέλλει τὸ μάταιον τῆς περὶ ταῦτα σχέσεως ἡμῶν, ὥστε ταύτης καταργηθείσης ἀνεπικωλύτως προκόπτειν τὴν πρὸς τὸ κυρίως καλὸν ἔφεσιν ἡμῶν, καί φησιν ὡς ἐν ἐπιγραφῇ· 1. Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαυΐδ, βασιλέως Ἰσραὴλ ἐν Ἱερουσαλήμ.

Ἤγουν, τάδε λέγει Σολομῶν, ὁ τοῦ βασιλεύσαντος τῶν Ἰσραηλιτῶν ἐν τῇ πόλει Ἱερουσαλὴμ προφήτου Δαυῒδ παῖς, ἁπάσῃ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, πάντως τῇ τῶν πιστῶν χορείᾳ. 2. Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής, ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.

Ἤτοι, κενὴν καὶ ἀνόνητον ἅπασαν τὴν περὶ τὰ φαινόμενα τῶν ἀνθρώπων σχέσιν τε καὶ σπουδὴν εἴρηκεν ὁ πάντα ἐπισυνάγων πρὸς ἐξέτασιν λόγος· μάταιον γάρ ἐστι τὸ μηδαμοῦ λυσιτελοῦν. Διόπερ ἡ τῶν φαινομένων καὶ φθειρομένων σχέσις, ὡς τούτοις τὸν νοῦν περιγράφουσα καὶ μὴ συγχωροῦσα δι᾽ αὐτῶν πρὸς κατανόησιν τοῦ τῶν ὅλων αἰτίου χειραγωγεῖσθαι, κἀντεῦθεν μήτ᾽ αὐτὴ λυσιτελοῦσα, ἀλυσιτελῆ δὲ καὶ ταῦτα ποιοῦσα, ματαιότης ματαιοτήτων ἐστί, τὰ πρόσκαιρα πάντα συγκλείουσα ματαιότητι. Ἐπειδὴ 3. Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον;

Τουτέστι, τί ἔχει τις εἰπεῖν ὄφελος προσηρτημένον τοῖς ἐκτελεσθῆναι σπουδαζομένοις παρ᾽ ἀνθρώπων, ἀνωτέρω μὲν τῶν ἄστρων οὐδ᾽ ὁτιοῦν βουλομένων τῷ γενναίῳ τῆς ψυχῆς ὄμματι κατιδεῖν, μόνα δὲ φρονούντων καὶ ἐνεργούντων τὰ γήϊνα, ἐν οἷς κατατρίβεται ὁ τῶν ἀνθρώπων βίος ἡμέραν ἐξ ἡμέρας, ὡρῶν τε καὶ ἐνιαυτῶν περιόδους καὶ ἡλίου δρόμους περιωρισμένους; Καὶ γὰρ 4-7. Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν. Ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν. Κυκλοῖ κυκλοῦν, πορεύεται τὸ πνεῦμα καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα. Πάντες οἱ χείμαρροι πορεύονται εἰς τὴν θάλασσαν καὶ ἡ θάλασσα οὐκ ἔσται ἐμπιπλαμένη· εἰς τὸν τόπον οὗ οἱ χείμαρροι πορεύονται, ἐκεῖ αὐτοὶ ἐπιστρέφουσι τοῦ πορευθῆναι.

Εἴτουν, πᾶσα ἡ τοῦ βίου πορεία κύκλος τίς ἐστι, διηνεκῶς ἐν τοῖς αὐτοῖς ἑλισσόμενος· ἐκ γῆς γὰρ ἡ γένεσις ἡμῶν καὶ εἰς γῆν ἡ ἀνάλυσις. Ἡ δὲ γῆ ἐπὶ τοῦ οἰκείου μένει ὅρου ἅπαντα τὸν παρόντα αἰῶνα, μήτε τῇ γενέσει τῶν ἐξ αὐτῆς ἐκλείπουσα, μήτε τῇ εἰς αὐτὴν ἀναλύσει πλεονάζουσα. Καὶ ὁ ἥλιος δέ, ἀνατέλλων καὶ δύνων, πάλιν εἰς τὸν αὐτὸν περιτρέχει ὅρον· ἀεὶ γὰρ ἀπὸ τῶν βορείων μερῶν ἀνατέλλων, πρὸς τὰ νότια πορευόμενος δύνει, καὶ τὴν ὑπόγειον πορείαν ποιούμενος πρὸς βορρᾶν ἀπὸ τῶν τούτου πάλιν ἀνίσχει μερῶν, τὸν κύκλον τοῦ ἰδίου δρόμου πληρῶν. Ἀλλὰ καὶ ἡ τῶν ἀνέμων φύσις, ποτὲ μὲν ἀπὸ νότου πρὸς βορρᾶν πνέουσα, ποτὲ δ᾽ ἀπὸ βορρᾶ πρὸς νότον, καὶ ἄλλοτε ἀπὸ ἄρκτου πρὸς μεσημβρίαν καὶ πάλιν ἀπὸ μεσημβρίας πρὸς ἄρκτον, ἔν τε τῷ ἀπιέναι καὶ ὑποστρέφειν κυκλικὴν τὴν πορείαν ποιεῖται. Ὡσαύτως δὲ καὶ ἡ τῶν ὑδάτων φύσις, ποτὲ μὲν εἰς θάλασσαν ποταμηδὸν εἰσρέουσα, ποτὲ δ᾽ ἀπὸ θαλάσσης διὰ νεφελῶν ἀνιμωμένη, καὶ τὸ πρόσωπον τῆς γῆς ἄρδουσα καὶ πάλιν ἐκ ταύτης ποταμηδὸν εἰς θάλασσαν ἀναστρέφουσα, τὸν ἴδιον τῆς πορείας κύκλον πληροῖ, τῆς θαλάσσης μενούσης ἐπὶ τῆς κατὰ φύσιν ταὐτότητος καὶ μήτε πλημμυρούσης ταῖς εἰσροαῖς, μήτ᾽ ἐκκενουμένης ταῖς ἐκροαῖς. Τῶνδ᾽ εἰρημένων 8.

Πάντες οἱ λόγοι ἔγκοποι· οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν, καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν, καὶ οὐ πληρωθήσεται οὗς ἀπὸ ἀκροάσεως.

Δηλαδή, ὁ διὰ τελειότητα φρενῶν τῆς κατὰ τὴν ἄστατον φορὰν τῶν ὄντων ὑπεριδὼν ματαιότητος, καὶ τῆς τούτων φύσεως πάντας τοὺς καθόλου ἐρευνώμενος λόγους, πολλὰ καμών, μόλις νῷ μόνῳ ἐν ἄλλῃ ἐξ ἄλλου φαντασίᾳ ἕν τι συλλέξει τῆς ἀληθείας ἴνδαλμα, πρὶν κρατηθῆναι φεῦγον καὶ πρὶν νοηθῆναι διαδιδρᾶσκον. Ὡς γὰρ ἔχει φύσεως ἡ ἀλήθεια, οὔτ᾽ αὐτὸς λόγῳ ἱστορῆσαι δυνήσεται καὶ διδάξαι τοὺς ἀγνοοῦντας, οὔτ᾽ ὀφθαλμὸς τοῦ τῇ φυσικῇ θεωρίᾳ ἐνασχολουμένου τῆς ἰδίας ἐνεργείας τὸ μέτρον ὑπερβῆναι ἰσχύσει καὶ διαβῆναι τὸ κατὰ τὴν ἐπιφάνειαν τῶν ὁρατῶν προφαινόμενον χρῶμα καὶ τῆς θέας αὐτῆς ἐμπλησθῆναι ἐν αὐτοψίᾳ, οὔτ᾽ ἀκοὴ τοῦ διὰ πράξεως ἠθικῶς παιδαγωγουμένου τῆς περὶ ταύτης ἀκροάσεως πληρωθήσεται, ὡς διδασκαλικοῦ λόγου ἀκριβῶς ἐν ἑαυτῷ τὴν ἀλήθειαν διαλαμβάνοντος κατὰ τὸ παρὸν μὴ εὑρισκομένου. Λοιπὸν 9-11. Τί τὸ γεγονός; Αὐτὸ τὸ γενησόμενον. Καὶ τί τὸ πεποιημένον; Αὐτὸ τὸ ποιηθησόμενον. Καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὃ λαλήσει καὶ ἐρεῖ· «ἴδε τοῦτο καινόν ἐστιν·» ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν. Οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς ἐσχάτοις γενησομένοις οὐκ ἔσται αὐτοῖς μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην.

Ἥγουν, ἐπειδὴ τὰ παρόντα πάντα ματαιότης εἰσί, ματαιότης δέ ἐστι τὸ ἐπὶ παντὶ λυσιτελοῦντι ἀνύπαρκτον, τὸ δ᾽ ἀνύπαρκτον οὐκ ἄν τις ἐν τοῖς γεγονόσι λογίσαιτο, τί τὸ γενόμενον παρὰ θεοῦ καὶ διαμένον ἐστίν; Ὅπερ πάντως ἔσται τὸ ἐσόμενον. Οὐ γὰρ ὅπερ εἰσὶ νῦν τὰ διὰ τὸν ἄνθρωπον γενόμενα, ἀλλοιωτὰ καὶ φθαρτά —τοῦτο δὴ καὶ γεγόνασιν, ὅτι τὴν φθορὰν τῆς φύσεως ἡ κατὰ τὴν τῆς θείας ἐντολῆς παράβασιν τροπὴ τῆς προαιρέσεως ἐπεισήγαγεν—ἀλλ᾽ ὅπερ ποτὲ ἔσονται, ἀναλλοίωτά τε καὶ ἄφθαρτα.

Τί δὲ πάλιν ἐστὶν ὁ πεποιημένος χειρὶ θεοῦ ἄνθρωπος; Οὐχ ὃ νῦν ὑπάρχει διὰ τὴν ἁμαρτίαν, τρεπτὸς καὶ φθαρτός, ἀλλ᾽ ὃ ποτὲ ποιηθήσεται, ἄτρεπτός τε καὶ ἄφθαρτος. Καὶ οὐκ ἔστι κυρίως πᾶν πρόσκαιρον καὶ χρονικόν, εἰ καὶ εἶναι νομίζεται. Ὃ δ᾽ εἴπῃ τις καὶ διδάξει, ὅτι «ἴδε τοῦτο νέον ὂν ἀληθῶς ἐστι», τὸ τοιοῦτον νέον οὐκ ἔστιν, ἀλλ᾽ ἤδη παρὰ θεοῦ γέγονεν ἐν τοῖς πρὸ ἡμῶν αἰῶσιν. Οἱ γὰρ ἀναλλοίωτοι ὅροι καὶ λόγοι τῶν φύσεων, καθ᾽ οὓς παρὰ τοῦ δημιουργοῦ τὰ πάντα γεγόνασι, παρὰ τούτῳ προϋφεστήκασι πρὸ τῆς τῶν ὄντων παραγωγῆς· εἰ δὲ τούτων τῶν λόγων ἐν λήθῃ γεγόναμεν, ἐξ οὗ πρὸς κακίαν ἡ φύσις ἡμῶν ἔρρεψε, θαυμάσῃς μηδὲν ὅτι καὶ τὰ νῦν δοκοῦντα εἶναι, ὅτε πρὸς τὸ ὄντως ὂν ἀγαθὸν ἀναχθῶμεν, λήθῃ συγκαλυφθήσεται.

Ἐμποιήσει γὰρ ἡ ἐσχάτη κατάστασις τῇ τῶν ἀνθρώπων φύσει τῆς μνήμης τῶν ταύτῃ ἐπιγενομένων μετὰ τὴν ἐξ ἀρχῆς εὐκληρίαν κακῶν ἀφανισμὸν παντελῆ. Καὶ οὐκ αὐτοσχεδιάζω ταῦτα νῦν ἐκκλησιάζων, ἀλλὰ 12-13. Ἐγὼ Ἐκκλησιαστὴς ἐγενόμην βασιλεὺς ἐπὶ Ἰσραὴλ ἐν Ἱερουσαλήμ, καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων τῶν γινομένων ὑπὸ τὸν οὐρανόν, ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ.

Δηλονότι, ἐγὼ ὁ κατὰ τήνδε τὴν διδασκαλίαν ἐπισυνάγων πρὸς ἐπίγνωσιν τῆς μιᾶς τῶν ὅλων ἀρχῆς καὶ αἰτίας τοὺς διεσκορπισμένους τῇ τῶν προσκαίρων σχέσει καὶ τῇ περὶ ταῦτα ἀπάτῃ, βασιλείαν Ἑβραίων ἐν Ἱεροσολύμοις πεπιστευμένος, ἐζήτησα μεμελημένως καὶ κατενόησα οὐχ ἁπλῶς ἐν σοφίᾳ, ἀλλ᾽ ἐν τῇ ἀληθινῇ, τὴν ποικίλην περὶ γῆν φύσιν ἅπασαν. Καὶ ἔγνων ὅτι διὰ τὴν παρακοὴν πονεῖν οἱ ἄνθρωποι ἐπὶ γῆς παρὰ θεοῦ κατεκρίθησαν, ὥστε ἄλλοτε ἀλλοίᾳ καμάτου προφάσει ὀδυνηρῶς ζῆν, κἀντεῦθεν ἐπιμεμνῆσθαι τῆς ἐν τῷ παραδείσῳ ἀπονωτάτης καὶ μακαρίας ζωῆς. Καὶ γὰρ 14. Εἶδον σύμπαντα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος.

Εἴτουν, ἐθεασάμην πάντα τὰ παρ᾽ ἀνθρώπων πραττόμενα περὶ γῆν, καί εἰσι ταῦτα πάντα ἀλυσιτελῆ καὶ ἀνόνητα καὶ ψυχῆς ἀλογωτάτη προαίρεσις· ὅτι 15. Διεστραμμένον οὐ δυνήσεται τοῦ ἐπικοσμηθῆναι, καὶ ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι.

Τουτέστι, τὰ μὲν καθ᾽ ὑπερβολὴν τῆς ἀρετῆς διὰ κενοδοξίαν πραττόμενα, διεστραμμένης ἀπὸ τοῦ εὐθέος εἰς τὸν ἐναντίον ὑπάρχοντα προαιρέσεως, κἂν ὑποκρίνωνται τὴν ἀρετήν, τὸν κόσμον ταύτης περιβαλέσθαι οὐ δύνανται· κακία γὰρ καὶ ἀκοσμία ψυχῆς τὸ μὴ διὰ θεόν, ἀλλὰ διὰ δόξαν ματαίαν πραττόμενον. Τὰ δὲ κατ᾽ ἔλλειψιν πάλιν τῆς ἀρετῆς δι᾽ ἡδονὴν σαρκὸς ἐνεργούμενα, ἐστερημένης τοῦ καλοῦ ὑπάρχοντα προαιρέσεως, συναριθμηθῆναι τοῖς οὖσιν οὐ δυνηθήσονται· τὸ γὰρ κακὸν ἀνυπόστατον. Ἀλλὰ καὶ 16-18. Ἐλάλησα ἐγὼ ἐν τῇ καρδίᾳ μου τῷ λέγειν· ἐγὼ ἰδοὺ ἐμεγαλύνθην καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καὶ καρδία μου εἶδε πολλὰ σοφίαν, καὶ γνῶσιν· καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ γνῶναι σοφίαν καὶ γνῶσιν· παραβολὰς καὶ ἐπιστήμην ἔγνων ἐγώ, ὅτι καί γε τοῦτό ἐστι προαίρεσις πνεύματος· ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως, καὶ ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλγημα.