Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Σχόλια εἰς τὸν Ἐκκλησιαστήν

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνεία του τρίτου κεφαλαίου: Οι καιροί των πραγμάτων και η κρίση του Θεού

Σχολιασμός της εναλλαγής των καιρών, της τελειότητας των θείων έργων, της μελλοντικής κρίσης και της πλάνης των ανθρώπων περί του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 10

Ἤτοι, οὐδὲν τῶν φαινομένων καὶ ἀνθρωπίνων πραγμάτων διαιωνίζον ἐστίν, ἀλλὰ πάντα τῇ κατὰ χρόνον κινήσει καὶ τῇ ὑπαλλαγῇ τοῦ καιροῦ διάλληλον ὑφίστανται τὴν φθοράν. Καὶ γὰρ 2-8. Καιρὸς τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν, καιρὸς τοῦ φυτεῦσαι καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον, καιρὸς τοῦ ἀποκτεῖναι καὶ καιρὸς τοῦ ἰάσασθαι, καιρὸς τοῦ καθελεῖν καὶ καιρὸς τοῦ οἰκοδομῆσαι, καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι, καιρὸς τοῦ κόψασθαι καὶ καιρὸς τοῦ ὀρχήσασθαι, καιρὸς τοῦ βαλεῖν λίθους καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους, καιρὸς τοῦ περιλαβεῖν καὶ καιρὸς τοῦ μακρυνθῆναι ἀπὸ περιλήψεως, καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι, καιρὸς τοῦ φυλάξαι καὶ καιρὸς τοῦ ἐκβαλεῖν, καιρὸς τοῦ ῥῆξαι καὶ καιρὸς τοῦ ῥάψαι, καιρὸς τοῦ σιγᾶν καὶ καιρὸς τοῦ λαλεῖν, καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι, καιρὸς πολέμου καὶ καιρὸς εἰρήνης.

Δηλονότι, ἅπας ἡμῶν ὁ βίος ἐναντιοτήτων πεπλήρωται· τοκετῶν, εἶτα θανάτων· δένδρων φυτεύσεως, εἶτα ἐκκοπῆς· ἀναιρέσεων καὶ ἰάσεων· οἴκων τε καταλύσεως καὶ ἀνορθώσεως· κλαυθμῶν καὶ γελώτων· κοπετῶν καὶ ὀρχημάτων· βολῆς λίθων καὶ συναγωγῆς· καὶ ποτὲ μέν τις συνήφθη γυναικί, ποτὲ δὲ διεζεύχθη αὐτῆς· καὶ νῦν μὲν ἐζήτησέ τις ὁτιοῦν, νῦν δὲ ἀπώλεσε· καὶ νῦν μὲν ἐφύλαξε, νῦν δὲ προήκατο· καὶ ἄλλοτε μὲν διέρρηξεν, ἄλλοτε δὲ περιεποιήσατο· ἡσύχασεν, εἶτα ἐλάλησεν· ἠγάπησεν, εἶτα ἐμίσησε· καὶ ποτὲ μὲν ἐμαχέσατο, ἄλλοτε δὲ εἰρήνευσε, ταχέως τῶν πραγμάτων ἐκ τῶν κατ᾽ αἴσθησιν ἀγαθῶν εἰς τὰ ὁμοίως ἐναντία περιτρεπομένων. Λοιπὸν 9. Τίς περισσεία τοῦ ποιοῦντος ἐν οἷς αὐτὸς μοχθεῖ;

Ἤγουν, οὐδεμίαν ἔχει ὠφέλειαν ἐν οἷς σπουδάζει ὁ περὶ τὰ ἐν γενέσει καὶ φθορᾷ τὴν ἐνέργειαν ἐνδεικνύμενος· οὐδὲ γὰρ δύναται τὴν ἐναντίαν τούτων στῆσαι φοράν. Διόπερ ἐξ ἀνονήτων παυσώμεθα μόχθων, ὅτι αὐτὸς 10. Εἶδον σύμπαντα τὸν περισπασμὸν ὃν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ.

Τουτέστι, κατενόησα πᾶσαν τὴν ἐμμέριμνον ζωὴν ἣν ἄνθρωποι παρὰ θεοῦ κατεκρίθησαν διὰ τὴν τῆς θείας ἐντολῆς παράβασιν, ὥστε διάγειν ὀδυνηρῶς καὶ ἐπιμεμνῆσθαι τῆς πρὸ τοῦ παραβῆναι ἀπονωτάτης ζωῆς. Καὶ ἔγνων ὅτι 11. Τὰ σύμπαντα ἃ ἐποίησεν ὁ θεός, καλὰ ἐν καιρῷ αὐτοῦ· καί γε σύμπαντα τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ὁ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ θεὸς ἀπ᾽ ἀρχῆς καὶ μέχρι τέλους.

Εἴτουν, ἅπαντα ὅσα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν ὁ θεός, καλὰ ἐν τῷ θείῳ τῆς δημιουργίας καιρῷ· μετὰ ταῦτα δ᾽ ὑπετάγησαν τῇ φθορᾷ δι᾽ ἡμᾶς προτιμητέα ἡγησαμένους αὐτὰ τοῦ θεοῦ, ἵνα τὴν ἐποφειλομένην αὐτῷ ἔφεσιν ἡμῶν ἀποτινάξωνται ἀφ᾽ ἑαυτῶν καὶ μὴ τῇ περὶ αὐτὰ πλάνῃ διασπῶσιν ἡμᾶς ἀπὸ τοῦ θεοῦ. Καὶ γὰρ ἅπαντα τὸν παρόντα αἰῶνα τῇ προαιρετικῇ τῶν ἀνθρώπων κινήσει ἕπεσθαι, καὶ συναλλοιοῦσθαι τῇ ἀλλοιωτῇ τῆς ψυχῆς διαθέσει πάντα τὰ χρονικὰ συνεχώρησεν, ὡς ἂν μὴ ἐπιτύχωσιν οἱ ἄνθρωποι παρὰ πᾶσαν ταυτηνὶ τὴν ζωὴν τῆς ποθουμένης αὐτοῖς τῶν τοῦ θεοῦ κτισμάτων ἀφθαρσίας, καὶ ταῦτα θεοποιήσωνται. Ποίημα γὰρ θεοῦ ἡ τούτων ἀφθαρσία, ὥσπερ ἡ φθορὰ τῆς κατὰ προαίρεσιν ἡμῶν ἀλογίστου κινήσεως. Ὅθεν 12-13. Ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ· καί γε πᾶς ἄνθρωπος ὃς φάγεται καὶ πίεται καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστι.

Δηλαδή, συνῆκα ὅτι οὐδὲν ἄλλο ὑπάρχει καλὸν ἐν ἀνθρώποις, εἰ μὴ ἡ διὰ πάσης τῆς προσκαίρου ζωῆς ἑκάστου τούτων εὐθυμία καὶ εὐποιΐα, ὡς τῆς τῶν φαινομένων φθορᾶς εὐχαρίστου χρῃζούσης ὑπομονῆς διὰ τὴν συνημμένην αὐτῇ ὀδύνην, καὶ εὐποιΐας διὰ τὴν τῶν δεομένων χρείαν· ὑπομονὴ δὲ καὶ εὐποιΐα εἰσὶ τό τε ἐν ταῖς τῶν πειρασμῶν ἐπαγωγαῖς ἄτρεπτον καὶ τὸ ἐν ταῖς χρείαις τῶν δεομένων εὐεργετικόν. Καὶ γὰρ ᾧτινι ἂν ἐξ ἁπάντων ἀνθρώπων ὑπάρξῃ τὸ τροφῆς καὶ πόσεως εὐπορῆσαι κἀντεῦθεν θεάσασθαι καλὸν πάσης σπουδῆς αὐτοῦ ἀποτέλεσμα πρὸς σύστασιν ζωῆς, τὸ τοιοῦτον δῶρον, θεοῦ ἐστιν, ὅτι οὐ δύναταί τις χωρὶς αὐτοῦ ποιεῖν οὐδέν. 14. Καὶ ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ θεός, αὐτὰ εἰς τὸν αἰῶνα ἔσται· ἐπ᾽ αὐτοῖς οὐκ ἔστι προσθεῖναι καὶ ἀπ᾽ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν· καὶ ὁ θεὸς ἐποίησεν αὐτὰ ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ.

Ἤτοι, κατέλαβον ὅτι ἅπαντα τὰ τοῦ θεοῦ ποιήματα, καὶ οὐ τὰ τῶν ἀνθρώπων, ἐν παντὶ ἔσονται τῷ παρόντι αἰῶνι ὡς ἔχουσι φύσεως, τὰ μὲν ταῖς ἐξ ἀλλήλων διαδοχαῖς τὴν διαμονὴν ἔχοντα, τὰ δὲ τὰ αὐτὰ μένοντα· ἐφ᾽ οἷς οὐ δυνάμεθά τι, κἂν πολλὰ πονῶμεν, προσθεῖναι τελείοις οὖσιν, οὔτ᾽ ἀπ᾽ αὐτῶν ἀφελεῖν μὴ κεκτημένων τι περιττόν. Ταῦτα δ᾽ οὕτως ἐποίησεν ὁ θεός, ὥστε κατανοήσαντας ἡμᾶς τὸ ἀήττητον τῆς δυνάμεως αὐτοῦ, δι᾽ ἧς τὰ πάντα γεγόνασί τε καὶ διαμένουσιν, ἥτις ὁ μονογενὴς υἱὸς καὶ λόγος τούτου ἐστίν, ὃς καὶ χαρακτὴρ ὑπάρχει αὐτοῦ, φόβον ἐκ τούτου λαβεῖν καὶ μήτι ὑπὲρ τὸν λόγον ἢ παρὰ τὸν λόγον σπεύδειν ποιεῖν, ἵνα μὴ πρὸς τῷ μηδὲν κερδᾶναι καὶ τὴν τοῦ καλοῦ πεισώμεθα ἔκπτωσιν. Καὶ γὰρ 15. Τὸ γενόμενον ἤδη ἐστί, καὶ ὅσα τοῦ γενέσθαι ἤδη γέγονε, καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον.

Πάντως, ἡ τῶν ὄντων διαμονή, πρὸς ἣν θεὸς τὰ πάντα πεποίηκεν, εἰ καὶ ἔδοξε παυθῆναι διὰ τὴν ἐπισυμβᾶσαν ἐκ τῆς παραβάσεως τοῖς φαινομένοις φθοράν, ἀπάρτι ὑπάρχει, τῆς τῶν ὅλων φύσεως σῳζομένης ταῖς ἐξ ἀλλήλων διαδοχαῖς τῶν τοῦ ὁμοίου γεννητικῶν. Καὶ ὅσα ἐχρῆν γενέσθαι πρὸς διόρθωσιν ἡμῶν τῶν τὴν θείαν ἐντολὴν παραβάντων καὶ μακρυνθέντων θεοῦ, ἀπάρτι γεγόνασι, τοῦ τε φυσικοῦ νόμου καὶ τοῦ γραπτοῦ πρὸς ἐπιστροφὴν δοθέντων ἡμῖν. Λοιπὸν καὶ ὁ θεὸς λόγος τὸν ὑπὸ τοῦ ψυχοφθόρου θηρὸς διωκόμενον πρὸς ἀπώλειαν ἄνθρωπον διὰ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας ζητήσει καὶ σώσει. 16-17. Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον τόπον τῆς κρίσεως, ἐκεῖ ὁ ἀσεβής, καὶ τόπον τοῦ δικαίου, ἐκεῖ ὁ εὐσεβής. Καὶ εἶπον ἐγὼ ἐν καρδίᾳ μου· «σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβῆ κρινεῖ ὁ θεός, ὅτι καιρὸς τῷ παντὶ πράγματι καὶ ἐπὶ παντὶ ποιήματι.» Δηλονότι, κατενόησα δὲ καὶ ταῦτα, μήπω τῆς τῇδε μεταστὰς βιοτῆς, τόν τε τῆς κολάσεως τόπον, ἔνθα οἱ μήτε δόγμασι μήτ᾽ ἔργοις εὐσεβέσι τὸν θεὸν τιμήσαντες ἀπελεύσονται ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, καὶ τὸν τῆς ἀπολαύσεως, ἔνθα οἱ δόγμασί τε καὶ ἔργοις εὐσεβέσι τὸν θεὸν τιμήσαντες ἀπελεύσονται.

Καὶ διελογισάμην αὐτὸς κατ᾽ ἐμαυτὸν ὅτι «ἐπί τε τῷ δικαίῳ καὶ τῷ ἁμαρτωλῷ κρινεῖ ὁ θεός, ἀποδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὅτι καιρός, ὥσπερ τῶν λοιπῶν, οὕτω δὴ καὶ τῆς τῶν βεβιωμένων ἑκάστῳ ὑπάρχει ἐξετάσεως, ὃς ὁ τῆς δευτέρας παρουσίας ἐστί· καὶ ἐν τῷ τοιούτῳ καιρῷ ἐπὶ πάσῃ πράξει βάσανος προβήσεται κρίσεως, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν, εἴτ᾽ ἀγαθὸν εἴτε μὴν ἐναντίον, ἐκεῖνο τὸ πῦρ δοκιμάσει.» 18. Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου, ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός, καὶ τοῦ δεῖξαι αὐτοῖς ὅτι αὐτοὶ κτήνη εἰσίν.

Ἤγουν, καὶ διελογισάμην κατ᾽ ἐμαυτὸν περὶ ὧν ἄνθρωποι σαρκικοὶ διαλογίζονταί τε καὶ φθέγγονται· οὐδὲ γὰρ ταῦτα τὴν θείαν δίκην ἐκφεύξονται· καὶ ὥστε τοῖς τοιούτοις ἀνθρώποις παραστῆσαι τὴν αὐτῶν ἀλογίαν, φθέγξομαι ἅπερ οὗτοι δοξάζουσι. 19-22. Καί γε αὐτοῖς ὡς συνάντημα υἱῶν τοῦ ἀνθρώπου καὶ συνάντημα τοῦ κτήνους, συνάντημα ἓν αὐτοῖς· ὡς θάνατος τούτου, οὕτω καὶ θάνατος τούτου, καὶ πνεῦμα ἓν τοῖς πᾶσι· καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος; Οὐδέν, ὅτι τὰ πάντα ματαιότης. Τὰ πάντα πορεύεται εἰς τόπον ἕνα· τὰ πάντα ἐγένετο ἐκ τοῦ χοὸς καὶ τὰ πάντα ἐπιστρέψει εἰς τὸν χοῦν. Καὶ τίς οἶδε τὸ πνεῦμα υἱῶν τοῦ ἀνθρώπου εἰ ἀναβαίνει αὐτὸ εἰς ἄνω, καὶ τὸ πνεῦμα τοῦ κτήνους εἰ καταβαίνει αὐτὸ κάτω εἰς τὴν γῆν;

Καὶ εἶδον ὅτι οὐκ ἔστιν ἀγαθόν, εἰ μὴ ᾧ εὐφρανθήσεται ὁ ἄνθρωπος ἐν ποιήμασιν αὐτοῦ, ὅτι αὐτὸ μερὶς αὐτοῦ, ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἂν γένηται μετ᾽ αὐτόν; Τουτέστι, καὶ γὰρ τοῖς ἀνθρώποις τούτοις ὅμοιον τέλος εἶναι δοκεῖ ζῴων λογικῶν καὶ ἀλόγων, καὶ τὸν θάνατον χωρεῖν καὶ ἐπ᾽ ἀνθρώπους ὥσπερ καὶ ἐπὶ τὰ λοιπὰ τῶν ζῴων, καὶ πνεῦμα πᾶσιν ὅμοιον εἶναι, καὶ μηδὲν πλέον ἐν ἀνθρώποις ὑπάρχειν, ἀλλὰ πάντα ἑνὶ λόγῳ ἀνόνητα εἶναι διὰ τὸ χωρεῖν εἰς τὸ μηδέν, ἀπὸ τῆς αὐτῆς γῆς λαβόντα τὴν σύστασιν καὶ εἰς τὴν αὐτὴν γῆν ἕξοντα τὴν ἀνάλυσιν· ἄδηλον γὰρ εἶναι περί τε τῶν ἀνθρωπίνων ψυχῶν εἰ ἀναπτήσονται ἄνω, καὶ περὶ τῶν λοιπῶν, ἃς τὰ ἄλογα κέκτηνται, εἰ κάτω διαρρυήσονται. Κἀντεῦθεν ἔδοξαν εἰδέναι μὴ εἶναί τι καλὸν ἕτερον ἐκτὸς τῆς κατ᾽ αἴσθησιν ἡδονῆς, ἧς ἀπολαύσει τις ἐν τοῖς παροῦσιν ἔργοις αὐτοῦ, καὶ τοῦτο μόνον ἔχειν κέρδος ἀπὸ τῆς προσκαίρου ζωῆς, διότι οὐδεὶς αὐτῷ δυνήσεται δεῖξαι ὅπου μετὰ τὸ τὴν ἑαυτοῦ καταλιπεῖν βιοτὴν ἀπελεύσεται. Ἐν γοῦν τῷ ταῦτα διαλογίζεσθαί τε καὶ φθέγγεσθαι, κτήνη ἑαυτοὺς ποιεῖν σπουδάζουσι. 1. Καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον συμπάσας τὰς συκοφαντίας τὰς γινομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν ὁ παρακαλῶν αὐτούς, καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχύς.