Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Σχόλια εἰς τὸν Ἐκκλησιαστήν

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνεία του πέμπτου και έκτου κεφαλαίου: Η προσοχή των λόγων και το πάθος της φιλαργυρίας

Ερμηνεία της αναγκαιότητας τήρησης των υποσχέσεων, της αποφυγής της φλυαρίας, της μάταιης συσσώρευσης πλούτου και της οδύνης ενός βίου χωρίς αρετή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 5 από 10

Ἤτοι, τήρησον ἐν πολλῇ προσοχῇ τὸ διανοητικόν σου, ἐν ᾧ πέφυκας ἀνύειν τὴν ἄγουσαν ὁδὸν ἀπὸ αἰσθήσεως πρὸς νοῦν, ὅς ἐστιν οἰκητήριον θεοῦ ἐν πνεύματι· καὶ τῶν πονηρῶν διανοημάτων ἀπαλλαγείς, ἔγγιζε θεῷ ὑπακούων ἀεὶ τῶν ἁγίων αὐτοῦ ἐντολῶν. Ἐπέκεινα δὲ τοῦ πρὸς θεὸν σωματικοῦ δώρου τῶν ἀφρόνων ἔστω ἡ σὴ θυσία, πνεῦμα συντετριμμένον ὑπάρχουσα, διότι ἀγνοοῦσιν οἱ ἄφρονες ὅπως τὸ εὐάρεστον θεῷ διαπράξονται. 1-2. Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνέτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ θεοῦ, ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω· ἐπὶ τούτῳ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι· ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων.

Δηλαδή, μὴ ταχὺς ἔσο πρὸς λόγους, καὶ ἡ ψυχή σου μὴ ἀπερισκέπτως προφερέτω ῥῆμα ἐνώπιον τοῦ θεοῦ, διότι ὑπάρχει ἐν μὲν τῷ ὕψει τῆς ἰδίας περιωπῆς ὁ θεός, ἐν δὲ τῷ βάθει τῆς σεαυτοῦ ταπεινώσεως σύ· καὶ ὁ ἐν ὑψηλοῖς κατοικῶν, τὰ ταπεινὰ ἐφορᾷ, καὶ οὐδὲν τῶν σῶν λέληθεν αὐτόν. Διὰ γοῦν τοῦτο περιεσκεμμένοι καὶ βραχεῖς οἱ λόγοι σου ἔστωσαν· ἐκ γὰρ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν.

Ὥσπερ δὲ φροντίσι ποικίλαις ψυχῆς παρέπεται ὀνειράτων παντοδαπὴ φαντασία, οὕτω καὶ τῇ ἀφροσύνῃ συνέζευκται φλυαρία. 3-4. Καθὼς ἂν εὔξῃ εὐχὴν τῷ κυρίῳ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν, ὅτι οὐκ ἔστι θέλημα ἐν ἄφροσι· σὺ οὖν ὅσα ἂν εὔξῃ ἀπόδος. Ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.

Ἤγουν, ἅμα τῷ ὑποσχέσθαι θεῷ τὸν ἔνθεον βίον, μὴ βραδύνῃς πληρῶσαι διὰ τῶν ἔργων τῆς δικαιοσύνης τὴν ἐπαγγελίαν, διότι ἄφροσιν οὐ παραμένει βουλή. Σὺ δ᾽ ἂν συνετὸς εἶ, ὅσα ὑπόσχῃ θεῷ πλήρωσον. Καλὸν γὰρ τὸ μὴ ὑποσχέσθαι σε ἢ τὸ ὑποσχόμενον μὴ πληρῶσαι· εὐχὴ γάρ ἐστιν ὑπόσχεσις ὧν θεῷ προσκομίζουσιν ἄνθρωποι, γνησίως τούτῳ λατρεύοντες. 5-6. Μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτήσειν τὴν σάρκα σου, καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ ὅτι ἄγνοιά ἐστιν, ἵνα μὴ ὀργισθῇ ὁ θεὸς ἐπὶ φωνῇ σου καὶ διαφθείρῃ τὰ ποιήματα τῶν χειρῶν σου, ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιοτήτων καὶ λόγων πολλῶν· ὅτι σὺν τὸν θεὸν φοβοῦ.

Τουτέστι, μὴ ὑπουργὸν τῷ σώματί σου πρὸς ἁμαρτίαν παράσχῃς τὸ στόμα σου, ὥστε παραπέμπειν πολλὰ καὶ ποικίλα βρώματα τῇ γαστρί σου κἀντεῦθεν πάντων τῶν σαρκικῶν παθῶν ὑπανάπτειν τὴν κάμινον· μήτ᾽ αὖ διαλογίσῃ ὅτι λανθάνεις θεόν, ἵνα μὴ ἐπὶ τούτῳ οὗτος ὁ καὶ τοῦ ἐνθυμήματος ὡς φωνῆς ἀκούων ὀργισθῇ, ἐφ᾽ ᾧ τοῖς κακοῖς ἀφόβως ἐμμένεις, καὶ ἀφανίσῃ τὰ ἔργα σου τῇ ἐκκοπῇ τῆς ζωῆς σου, σχολὴν τούτων καταψηφισάμενος· διότι πεπλήρωνται ταῦτα νυκτερινῶν φαντασιῶν καὶ ἀνονήτων σπουδασμάτων καὶ πολλῶν φλυαριῶν, ἅπερ ὡσαύτως ἐξαφανίζει ὁ θάνατος· διόπερ σὺν πᾶσιν οἷς σοι παρῃνέσαμεν, τὸν θεῖον ἔχε φόβον, ὃς ποιεῖται πάντων ἀποχὴν τῶν κακῶν. 7-8. Ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι, ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξεται, καὶ ὑψηλοὶ ἐπ᾽ αὐτῆς, καὶ περισσεία γῆς. Ἐπὶ παντί ἐστι βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου· καὶ ἴσθι πιστὸς ἐν παντί, ἔστι βραχὺ ἀπὸ τοῦ ἡρπασμένου.

Εἴτουν, ἐὰν πένητα θεάσῃ συκοφαντούμενον καὶ δικαίαν κρίσιν δώροις ἢ δυναστείᾳ πλεονεκτουμένην ἐν τόπῳ τινί, μὴ ἐκστῇς ἐπὶ τούτῳ, νομίσας ἀπρονόητον εἶναι τόδε τὸ πᾶν, διότι ὁ πάντων ἀληθῶς ὑπερέχων ὕψιστος θεός, ὑπερκείμενος καὶ τοῦ κατὰ τὴν πρόσκαιρον δυναστείαν ἐπηρμένου, τὴν δικαίαν ψῆφον ἀποταμιεύσεται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Καὶ οὐράνιοι ἄγγελοι, λειτουργοὶ τοῦ θείου θελήματος, εἰσὶν ἐφ᾽ ἅπασι, τοῖς μὲν ἀδικοῦσιν, ἀφανῶς τὰ πεπραγμένα τούτοις ἐλέγχοντες καὶ ἐκφοβοῦντες αὐτοὺς ταῖς ἀπειλαῖς τῶν κολάσεων, τοῖς δὲ ἀδικουμένοις, ταῖς τῶν μελλόντων ἐλπίσι τούτους παραμυθούμενοι, καὶ ἐπὶ τῷ πλεονεκτηθέντι περὶ γῆν, μεταρριπτοῦντες αὐτὸ ἀπὸ ἑτέρου πρὸς ἕτερον. Καὶ γὰρ οὐδὲν τῶν ἐπὶ γῆς πραττομένων τὴν θείαν ἐξουσίαν ἐκπέφευγεν, ὅτι γίνονται πάντα τὰ καθ᾽ ἡμᾶς τοῦ θεοῦ εἴτ᾽ εὐδοκοῦντος εἴτ᾽ οἰκονομοῦντος εἴτε συγχωροῦντος.

Καὶ διὰ τοῦτο ἐπὶ πᾶσι τοῖς ἔργοις σου ἔσο θεῷ εὐάρεστος· ὑπάρχει δὲ μικρὰ εὐαρέστησις καὶ ἀπὸ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ὥς φησιν ἐν εὐαγγελίοις ὁ κύριος· ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ὅπερ συμβαίνει ὅταν καλῶς διασκορπίσωμεν ἃ κακῶς συνηγάγομεν.

Ὁ δὲ 9-10. Ἀγαπῶν ἀργύριον οὐκ ἐμπλησθήσεται ἀργυρίου, καί τις ἠγάπησεν ἐν πλήθει αὐτοῦ γένημα· καί γε τοῦτο ματαιότης. Ἐν πλήθει ἀγαθωσύνης ἐπληθύνθησαν οἱ ἐσθίοντες αὐτήν· καὶ τίς ἀνδρεία τῷ παρ᾽ αὐτῆς; Ὅτι ἀρχὴ τοῦ ὁρᾶν ἐν ὀφθαλμοῖς αὐτοῦ.

Δηλονότι, ἐπιθυμητὴς χρημάτων κόρον τούτων οὐχ ἕξει, καὶ ἄλλος δέ τις τὸ πλῆθος τῶν γεωργίων ἠγάπησε καὶ οὐ τὴν χρείαν, ὡς μὴ τοῖς χρῄζουσιν ἐπαρκῶν, ἀλλ᾽ εἰς τὰς ἀποθήκας συνάγων αὐτά, καὶ δυσχεραίνων εἰ μὴ μείζους εἶεν αὗται πρὸς τὴν τούτων ὑποδοχήν, εἰ καὶ τὸ ὑπὲρ τὴν χρείαν ἀνωφελές. Οὐδὲ γὰρ ἐν τῇ δαψιλείᾳ τῆς ὕλης, ἀλλὰ τῆς ἀγαθότητος ἐπλεόνασαν οἱ ταύτης ἀπολαύοντες, ὡς ἐκείνης μὲν ἀποστερούσης, ταύτης δ᾽ ἅπαντας εὐεργετούσης.

Καὶ τίς ὑπάρχει δύναμις ὀπτικὴ τῷ παρ᾽ αὐτῆς ἐνισχυομένῳ; Διότι τὴν τοὺς νοεροὺς τῆς ψυχῆς αὐτοῦ ὀφθαλμοὺς ἐπιθολοῦσαν καὶ οὐκ ἐῶσαν καθαρῶς ἀτενίζειν πρὸς τὴν ἀλήθειαν καὶ τοῦ ὄντως ἐρᾶν ἀγαθοῦ σχέσιν τῶν ὑλικῶν, τὸ πρὸς τοὺς δεομένους εὐεργετικὸν πόρρω διῶκον, αἴτιόν ἐστι τοῦ βλέπειν τὸν τοιοῦτον ἐν τοῖς εἰρημένοις αὐτοῦ ὀφθαλμοῖς τὰ πράγματα, ὡς ἔχουσι φύσεως. Κἀντεῦθεν ὁρᾷ καὶ τοὺς ὑποβεβλημένους δουλείᾳ κάλλιον τῶν φιλοπλούτων διάγοντας. Καὶ γὰρ 11. Γλυκὺς ὁ ὕπνος τοῦ δούλου, εἰ ὀλίγον καὶ εἰ πολὺ φάγεται· καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ὁ ἀφίων αὐτὸν τοῦ ὑπνῶσαι.

Ἤτοι, ὁ μὲν δοῦλος ἐν ἀνέσει ὑπνώσει, εἴτ᾽ ἐνδεῶς ἕξει τροφῆς εἴτ᾽ ἐμπλησθῇ ταύτης, διὰ τὸ μὴ πολλαῖς μερίμναις περιστοιχίζεσθαι· τὸν δὲ βεβαρημένον πολλῇ χρημάτων περιουσίᾳ πάντα τοῦ ὕπνου ἀποστεροῦσι, φροντίσι διηνεκέσιν ἐκδαπανώμενον, ποτὲ μὲν ὅπως πλείονα κτήσεται, ποτὲ δ᾽ ὅπως ἀσφαλῶς τὰ κτηθέντα φυλάξει. Καὶ ἄλλη 12-16. Ἔστιν ἀρρωστία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον φυλασσόμενον τῷ παρ᾽ αὐτοῦ εἰς κακίαν αὐτοῦ, καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ. Καὶ ἐγέννησεν υἱόν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν. Καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει, καὶ οὐδὲν λήψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ. Καί γε τοῦτο πονηρὰ ἀρρωστία· ὥσπερ γὰρ παρεγένετο, οὕτως καὶ ἀπελεύσεται.

Καὶ τίς περισσεία αὐτοῦ, ἢ μοχθεῖ εἰς ἄνεμον; Καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει καὶ ἐν πένθει καὶ θυμῷ πολλῷ καὶ ἀρρωστίᾳ καὶ χόλῳ. Πάντως, ὑπάρχει νόσος ψυχικὴ ἣν κατείληφα περὶ γῆν, χρήματα ὑπό τινος θησαυριζόμενα καὶ τῷ ἐξ αὐτοῦ συντηρούμενα εἰς ἀφορμὴν ἀπωλείας αὐτοῦ, καὶ διαφθαρήσονται τὰ τοιαῦτα ἐν μερίμνῃ ὀδυνηρᾷ τοῦ περιφυλάττειν ἀγωνιῶντος αὐτὰ ἐκ τῶν ἐπιβουλευόντων αὐτοῖς. Ἔτεκε δ᾽ οὗτος υἱόν, καὶ οὐ κέκτηταί τι ἐν χερσὶν αὐτοῦ. Ὅμοιον δὲ τῇ γενέσει καὶ τὸ τέλος αὐτοῦ· γυμνὸς γὰρ ἐκ μητρὸς κοιλίας ἐξῆλθε καὶ γυμνὸς εἰς γῆν ἀπελεύσεται, μηδὲν τοῦ τοιούτου θησαυροῦ ἐν σπουδῇ αὐτοῦ ἐπιφερόμενος ὥστε συναπελθεῖν ταῖς τούτου χερσί. Καὶ τὸ τοιοῦτον λίαν νόσος ὀδυνηρά· καθάπερ γὰρ οὗτος ἦλθεν εἰς κόσμον διὰ γενέσεως, μήτι πρᾶγμα ὅλως ἐπιφερόμενος, οὕτω δὴ καὶ ὑπεξέλθῃ τὸν βίον διὰ θανάτου. Καὶ τί τὸ κέρδος αὐτοῦ;

Οὐδέν, ἢ εἰς κενὸν αὐτοῦ ἡ σπουδή. Καὶ γὰρ πᾶσα ἡ παροῦσα τούτου ζωὴ ἐν σκότει τέ ἐστιν ἀγνοίας τοῦ ὄντως καλοῦ καὶ ἐν ἀνονήτῳ διὰ τὰ φθειρόμενα θλίψει, καὶ ἐν πολλῷ ταράχῳ ψυχῆς ἐκ τῆς πρὸς τὸν πέλας ὀργῆς καὶ νόσῳ ἀκορέστου ἐπιθυμίας τῶν ὑλικῶν, καὶ ἐν ἀμύνῃ τῶν λυπησάντων τῇ δι᾽ ἑαυτοῦ γινομένῃ, ἵνα τι πλέον χαρίζηται τῷ θυμῷ· χόλος γάρ ἐστιν ἡ τοῦ λυπηθέντος δι᾽ ἑαυτοῦ κατὰ τοῦ λυπήσαντος ἄμυνα. Τί οὖν τὸ ἐν τοῖς φαινομένοις καλόν; 17-19. Ἰδοὺ ὃ εἶδον ἐγὼ ἀγαθόν, ὅ ἐστι καλόν, τοῦ φαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ ἰδεῖν ἀγαθωσύνην ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ ἂν μοχθήσῃ ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτοῦ, ὧν ἔδωκεν αὐτῷ ὁ θεός· ὅτι αὐτὸ μερὶς αὐτοῦ. Καί γε πᾶς ἄνθρωπος ᾧ ἔδωκεν αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ ἐξουσίασεν αὐτὸν τοῦ φαγεῖν ἀπ᾽ αὐτοῦ καὶ λαβεῖν τὸ μέρος αὐτοῦ καὶ τοῦ εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστιν. Ὅτι οὐ πολλὰς μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ὅτι ὁ θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ.

Ἤγουν, τοῦτό ἐστιν ὅπερ ἐθεασάμην αὐτὸς ἀγαθὸν ἐν πάσῃ σπουδῇ, ἣν ἄν τις περὶ γῆν σπουδάσῃ δι᾽ ὅλων τῶν τῆς ζωῆς αὐτοῦ ἡμερῶν, ἃς ὁ θεὸς παρέσχεν αὐτῷ, ὅπερ ὑπάρχει κατὰ τὴν χρῆσιν καλόν, ὥστε βρώσει καὶ πόσει τὴν ἀναγκαίαν πληρῶσαι τοῦ σώματος χρείαν καὶ ἐν πείρᾳ τοῦ ἀγαθοῦ γενέσθαι δι᾽ εὐποιΐας, διότι τοῦτο μόνον κερδαίνει πᾶς ἀπὸ τῶν προσκαίρων. Εἰ δέ τι τούτων καθ᾽ αὑτό τις νομίσει καλόν, τοῦ ὄντως ἐκπίπτει καλοῦ. Καὶ γὰρ παντὶ ἀνθρώπῳ ᾧ παρέσχεν ὁ θεὸς πολλὴν περιουσίαν, κἀντεῦθεν οὐκ εἴασεν αὐτὸν βλέπειν εἰς ἑτέρων χεῖρας, ἀλλ᾽ ἔδωκε τούτῳ ἐξουσίαν ὥστ᾽ ἀπὸ τῶν οἰκείων ἀναλαβέσθαι ἴδιον κέρδος, τὴν ἀναγκαίαν τοῦ σώματος χρείαν, τὸ δὲ λοιπὸν ἐπαρκέσαι τοῖς δεομένοις καὶ οὕτω χαρῆναι ἐν τοῖς ἑαυτοῦ σπουδάσμασι, τὸ τοιοῦτον, δῶρον θεοῦ ἐστιν.

Οὐδὲ γὰρ εὐπορεῖ τις τῶν χρειωδῶν θείας προνοίας χωρίς, οὔθ᾽ ὥστε πλεονεκτικῶς ζῆν τὰ χρήματα λαμβάνει παρὰ θεοῦ. Διότι ὀλιγοχρόνιος ἡ τοῦ ἀνθρώπου ζωὴ καὶ τοῦ ἐφημέρου μόνου χρῄζουσα ἄρτου, ὅτιπερ τὴν τῆς σαρκὸς ἡδονὴν οὐκ ἀκόλαστον εἴασεν ὁ θεός, ἵνα μὴ ταύτῃ δουλεύων ὁ ἄνθρωπος τὸ ὄντως ἀγαθὸν ἀγνοήσῃ· ἀλλ᾽ ἐν οἷς οὗτος αὐτῇ ἐπευφραίνεται, ἐπάγει αὐτῷ τὴν τοῦ θανάτου ἐπώδυνον μέριμναν. Καὶ ἄλλη δέ τις 1-2. Ἔστι πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ἐπὶ τὸν ἄνθρωπον· ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ παντὸς οὗ ἐπιθυμήσει, καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ θεὸς τοῦ φαγεῖν ἀπ᾽ αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται ἀπ᾽ αὐτοῦ. Καί γε τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστι.

Δηλαδή, ὑπάρχει κακοπραγία ἣν τεθέαμαι περὶ γῆν, λίαν ἀνθρώποις ἐπιπολάζουσα· ἄνθρωπος ᾧ δωρήσεται ὁ θεὸς πολλὴν περιουσίαν καὶ δόξαν, καὶ πάντα πληρώσει αὐτοῦ τὰ καταθύμια, μηδενὸς τούτων στερήσας αὐτόν, θησαυρίζει τὰ προσόντα αὐτῷ, μήτ᾽ αὐτὸς τούτοις χρώμενος, μήτε μὴν ἑτέροις ἐπαρκῶν, καὶ οὐ συγχωρήσει ὁ θεὸς τῷ τοιούτῳ τὴν τῆς τοῦ πλούτου χρήσεως ἐξουσίαν, διότι ἑτέρῳ ἐμπιστεύσει τοῦτον τῷ ἐκ τούτου τραφησομένῳ καὶ ἑτέροις δι᾽ αὐτοῦ ἐπαρκέσοντι. Καὶ γὰρ πάντῃ ἀνόνητος ἡ τοιαύτη τοῦ πλούτου ἀποθησαύρισις καὶ νόσος ψυχῆς ὀδυνηρά, ὅτι καὶ ἡ σὰρξ στερεῖται τῆς χρήσεως τοῦ τοιούτου πλούτου καὶ ἡ ψυχὴ οὐκ ἀποκερδαίνει τοῦτον δι᾽ εὐποιΐας. Ἐπειδήπερ 3-62. Ἐὰν γεννήσῃ ἀνὴρ ἑκατόν, καὶ ἔτη πολλὰ ζήσεται, καὶ πλῆθος ὅ τι ἔσονται ἡμέραι ἐτῶν αὐτοῦ, καὶ ἡ ψυχὴ αὐτοῦ οὐκ ἐμπλησθήσεται ἀπὸ ἀγαθωσύνης καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα· ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα, ὅτι ἐν ματαιότητι ἦλθε καὶ ἐν σκότει πορεύεται, καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυφθήσεται, καί γε ἥλιον οὐκ εἶδε καὶ οὐκ ἔγνω ἀνάπαυσιν. Τοῦτο ὑπὲρ τοῦτον, καὶ εἰ ἔζησε χιλίων ἐτῶν καθόδους καὶ ἀγαθωσύνην οὐκ εἶδε.

Τουτέστιν, ἐάν τις πολλῶν γένηται παίδων πατήρ, καὶ παρεκταθῇ ἡ ζωὴ αὐτοῦ ἐπὶ χρόνον μακρόν, καὶ ἐς τοσοῦτον θανάτου πεῖραν οὐ λάβῃ, καὶ τὴν ψυχὴν αὐτοῦ ἐν ἀγαθοεργίαις χρηστότητος οὐκ ἐμπλήσῃ, καὶ ἴσως ταφῆς ὡς κακοῦργος κατὰ τὸ τέλος οὐκ ἀξιωθῇ, προέκρινα τούτου τὸ γαστρὸς μητρῴας ἐκπεσὸν ἄωρον ἔμβρυον, διότι τοῦτο εἰκῇ παρεγένετο εἰς τὸ εἶναι, ὡς μήπω εἴτ᾽ ἀγαθοῦ τινος εἴτε κακοῦ γευσάμενον, καὶ λαθραίως εἰς φθορὰν ἄπεισι μὴ ἐλθὸν ὅλως εἰς φῶς, ὅθεν καὶ ἐν ἀμνηστίᾳ ἔσεται, ὡς μὴ ὑπό τινος γινωσκόμενον. Καὶ γὰρ φῶς οὐκ ἐθεάσατο, ὡς ἐκπεπτωκὸς τῆς μητρῴας νηδύος νεκρόν, καὶ ἐν πείρᾳ οὐ γέγονε τῆς οἱασοῦν ἡδυτάτης ἀπὸ κόπου ἀνέσεως, ὡς μὴ ὅλως τι φθάσαν ἐργάσασθαι. Τὸ τοιοῦτον γὰρ ἔμβρυον ὑπὲρ τὸν εἰρημένον ἐστὶν ἄνθρωπον, κἂν πολλοὺς μὲν οὗτος ἔζησε χρόνους, χρηστότητος δὲ οὐκ ἔλαβε πεῖραν, ὅτιπερ οὗτος μὲν ὑπὲρ τοῦ μὴ ἐργάσασθαί τι χρηστὸν λόγους δώσει καὶ τιμωρίαν ὑφέξει οὐ τὴν τυχοῦσαν, ἐκεῖνο δὲ οὐδαμῶς. Τίς δὲ κρείττονα ἡγήσεται τὸν βιώσαντα μὲν εἰς μακρόν, μήτι δὲ διαπραξάμενον ἀγαθόν; 63-9. Μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται; Πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς τὸ στόμα αὐτοῦ, καί γε ἡ ψυχὴ αὐτοῦ οὐ πληρωθήσεται. Ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; Διότι ὁ πένης οἶδε πορευθῆναι κατέναντι τῆς ζωῆς· ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ τὸν πορευόμενον ψυχῇ.

Καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

Εἴτουν, ἆρα οὐχ ὁμοίως ὅ τε ζήσας πολλῶν ἐτῶν περιόδους καὶ μήτι διαπραξάμενος ἀγαθὸν καὶ τὰ ἐκτρώματα εἰς γῆν ἀναλύουσι, μήθ᾽ ὁ τοιοῦτος ὅλως γευσάμενος ἀρετῆς, μήτ᾽ ἐκεῖνα, εἰ καὶ τὰ μὲν ἀπροαιρέτως τοῦτο πεπόνθασιν, ὁ δὲ προαιρετικῶς; Πᾶσα γὰρ τοῦ τοιούτου ἀνθρώπου ἡ σπουδὴ πρὸς τρυφήν, εἰ καὶ μὴ ἐμπίπλαται τῆς ἀλόγου ἐπιθυμίας τῶν ἡδονῶν ἡ τούτου ψυχή. Ὁ δὲ σοφὸς οὐχ ὡς ὁ ἄφρων ἐν τοῖς ἐπικήροις καὶ ἀνονήτοις πονεῖ, ἀλλ᾽ ἐν τοῖς ἑστῶσι καὶ μένουσιν, ἐν οἷς τὸ κέρδος πολύ· ὅτιπερ ὁ ὑπερορῶν πλούτου καὶ πενίαν καταδεχόμενος ἐπίσταται οἷα σοφὸς τὰς κατ᾽ ἔλλειψιν καὶ ὑπερβολὴν ἐκτροπὰς τῆς ἀρετῆς ἐκφυγεῖν καὶ διὰ τῆς κατὰ ταύτην μεσότητος εὐθὺ ὁδεῦσαι τῆς ὄντως ζωῆς, ἐπειδὴ κρείττων ἐστὶν ἡ πνευματικὴ θεωρία τῶν νοερῶν αὐτοῦ ὀφθαλμῶν, ὡς παρορῶσα μὲν τὰ πρόσκαιρα, βλέπουσα δὲ πρὸς τὰ αἰώνια, ὑπὲρ τὴν διαγωγὴν τοῦ διεξιόντος ἀλόγως τὴν παροῦσαν ζωήν. Καὶ γὰρ ἀνωφελὴς ἡ τοιαύτη πορεία καὶ ψυχῆς ἀλόγιστος ὁρμή, ἐπείπερ 10-12. Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος, καὶ οὐ δυνήσεται κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν, ὅτι εἰσὶ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. Τί περισσὸν τῷ ἀνθρώπῳ; Ὅτι τίς οἶδε τί ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ αὐτοῦ ἀριθμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ;

Καὶ ἐποίησεν αὐτὰ ἐν σκιᾷ· ὅτι τίς ἀναγγελεῖ τῷ ἀνθρώπῳ τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον;

Δηλονότι, εἴ τι πέπρακται ἀπάρτι γνωσθέν, καλεῖται ἢ καλὸν ἢ ἐναντίον, καὶ ἐγνωρίσθη ὅπερ ὑπάρχει ὁ ἄνθρωπος, ψυχῇ μὲν ἄφθαρτος, σαρκὶ δὲ φθαρτός, καὶ οὐκ ἰσχύσει δικαιολογηθῆναι μετὰ τοῦ ἀδεκάστου κριτοῦ καὶ ἀσυγκρίτως πάντων ἰσχυροτέρου, ὅτι προφασίζεται προφάσεις ἐν ἁμαρτίαις, αἵπερ αὐξάνουσι τὸν ἀνόνητον μόχθον αὐτοῦ. Τίς λοιπόν ἐστιν ἡ ὠφέλεια τῷ ἀνθρώπῳ ἐν τῷ τοιούτῳ μόχθῳ; Ὅτιπερ οὐδεὶς γινώσκει ποῖον ὑπάρχει ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ τούτου ζωῇ καὶ τῷ ταύτης μέτρῳ τῶν ἡμερῶν, ἃς ἐν τοῖς ματαίοις ἀνάλωσεν. Οὐδὲ γὰρ περὶ πράγματα πεπόνηκεν ἐνύπαρκτά τε καὶ διαμένοντα, ἀλλὰ σκιώδη καὶ παρατρέχοντα, διότι παρὰ τίνος μάθοι τί ἔσεται μετὰ τὸ ἐκστῆναι αὐτὸν τῆς παρούσης ζωῆς ἐν τοῖς ἀνωφελέσιν αὐτοῦ περὶ γῆν σπουδάσμασι; Τοίνυν VII, 1-2. Ἀγαθὸν ὄνομα ὑπὲρ ἔλεον ἀγαθόν· καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτοῦ. Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ πορευθῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τέλος παντὸς ἀνθρώπου. Καὶ ὁ ζῶν δώσει ἀγαθὸν εἰς καρδίαν ἑαυτοῦ.