Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Τόμος δογματικὸς πρὸς Μαρίνον διάκονον

Μάξιμος ὁ Ὁμολογητής

Προοίμιο και εγκωμιαστική προσφώνηση προς τον Μαρίνο

Εισαγωγή του έργου με έπαινο προς τον διάκονο Μαρίνο για τον ένθεο ζήλο και την πνευματική του καθοδήγηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΑΥΤΟΥ, Τόμος δογματικὸς σταλεὶς ἐν Κύπρῳ πρὸς Μαρῖνον διάκονον. Οὐ μᾶλλόν σου τῆς πολλῆς εὐλαβείας κατεπλάγην τὸ κόσμιον ἢ τοῦ μεγίστου ζήλου τὸ ἀνδρικὸν ἀπεθαύμασα, πανάγιε Θεοῦ θεράπον, καὶ τῶν αὐτοῦ πάνσοφε μύστα καὶ μυσταγωγὲ μυστηρίων. Τῇ γὰρ ἐξ ἀμφοῖν ἱερᾷ συμπλοκῇ, τὴν ἐν πᾶσιν ἀγαθοῖς ἐκτήσω τελείωσιν· κατ’ ἐκείνην μέν, ὅλος ἐν ὅλῳ διόλου γενόμενος τῷ Θεῷ, διὰ τῆς τῶν αὐτοῦ θείων ἐντολῶν ἐκπληρώσεως, ὅλος εἶναι λογίζῃ δι’ ἄκραν πτωχείας ὑπερβολὴν ἐν τοῖς κατ’ ἐμὲ προσύλῳ ψυχῆς διαθέσει, τῷ ἰχῶρι τῶν ἀκαθάρτων ἰλυσπώμενοι παθῶν· ὁμοῦ τε τὸ ἀσφαλὲς ἐντεῦθεν ἑαυτῷ κατὰ λόγον περιποιούμενος· οὐδὲν γὰρ αὐθαιρέτου πτωχείας εἰς πῆξιν τῶν καλῶν καὶ συντήρησιν, ἰσχυρότερον· θεμέλιος γὰρ τῶν ἐν ψυχῇ θείων οἰκοδομημάτων καθέστηκεν ἀῤῥαγής, καὶ τοῖς ἄλλοις ἅπασιν, οἷς τὸ καλὸν διεσπούδασται, σωτηρίας γενόμενος πρόξενος· τῷ ἄγειν ἐξ ὑποδείξεως ἐνεργοῦς μᾶλλον, ἢ διδακτικῆς προσφωνήσεως, εἰς μέγεθος ἀρετῆς δι’ ὑφέσεως ὑψηλῆς, τοὺς πρὸς σὲ τόν τε νοῦν ὁμοίως καὶ τὸν βίον σοφῶς ἀπευθύνοντας.

Κατὰ τοῦτον δέ, φημί, τὸν ζῆλον, ὅλην ἔχων τὴν ζέσιν τοῦ Πνεύματος, καὶ τὸ πῦρ ἐν τῇ γῇ τῆς καρδίας κτησάμενος, ὃ ἦλθεν ἐν αὐτῇ βαλεῖν, ὁ πᾶσαν ἡμῶν ἐκδαπανῶν μοχθηρὰν ἕξιν καὶ κίνησιν, φιλάγαθος φύσει καὶ φιλάνθρωπος Λόγος, φλογίζεις μὲν τοὺς ἐξ ἀπάτης τε καὶ ἀνοίας ὑλομανοῦντάς τε καὶ ὑθλομανοῦντας, ἔν τε πράξεσι φαύλαις καὶ κιβδήλοις λόγοις, τούτων ἀπελέγχων τὸ σαθρόν τε καὶ εἰκαῖον, τῇ προβολῇ τῆς ἀσβέστως ἐν σοὶ καιομένης κατὰ θείαν γνῶσιν καὶ ἀρετὴν μακαρίας λαμπάδος· θερμαίνεις δέ, τοὺς τῇ πήξει λίαν κατεψυγμένους, ταύτης δὴ τῆς κρυμώδους καὶ ἀφεγγοῦς προβολῆς, ταῖς ἀκτινοφανέσι τῶν θείων λόγων αὐγαῖς· τό τε νύχος πάμπαν ἐλαύνων καὶ διαλύων, καὶ τὴν ἄκραν συστολὴν πρὸς ἄκραν ἀνδρείαν μετάγων καὶ δύναμιν· φωτίζεις δὲ πάλιν ἀπὸ ὀρέων αἰωνίων· τῶν ἀΰλων φημί, καὶ πᾶσαν πασῶν αἰσθήσεων ὑπερβεβηκότων γνῶσιν καὶ δύναμιν, πατρικῶν λόγων τε καὶ δογμάτων, τοὺς ἐφιεμένους φωτός· καὶ τῇ κατὰ τὴν σοφίαν γεύσει, τοῦτο σαφῶς ἐκεῖνο δι’ ἐλπίδος εἰκονισθέντας ἤδη καλῶς, ὅπερ αὐτὸ φύσει καθέστηκε τὸ ποθούμενον· πρὸς τὴν διὰ πείρας ἄγων αὐτούς, καὶ προσάγων εὐσεβῶς ὁλικὴν μεταποίησιν.

Οὐδὲν γὰρ οὕτω τῆς κατὰ σὲ θείας ἱερωσύνης εἰκονίζει τὸ ἔργον, ὡς ὁ κατὰ Θεὸν εὐλαβείᾳ σύγκρατος καὶ ἀνένδοτος ζῆλος, καὶ ὁ τούτου συνεκτικὸς ἅμα καὶ ἐξαπτικὸς ἐν ἡμῖν ἔμφυτος λόγος, ἐκεῖνο δρᾷν παρασκευάζων, καὶ σοφῶς οἰακίζων, ἅπερ ὁ φύσει καὶ πρῶτος διακελεύεται, πρὸς τὴν ἡμῶν ἄνοδον εἰς αὐτόν, καὶ τελείαν δι’ ἔργων ὁσίων καὶ δογμάτων ἀγαθῶν ἀποκατάστασιν· ἀποφυγὴν δὲ καὶ ἀποστροφήν, τῶν ταύτης ἡμᾶς ποιούντων διαμαρτεῖν τῆς ἱερᾶς ἀναβάσεως.