Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὰ εἰσόδια τῆς θεοτόκου

Νεόφυτος ὁ Ἔγκλειστος

Ο υπερφυής χαρακτήρας των Εισοδίων, η παραμονή στον Ναό και η μνηστεία

Ερμηνεία του προφητικού ψαλμού του Δαυίδ, η παράδοξη αποδοχή και διατροφή της Παρθένου στα άδυτα του ναού και η ανάθεση της προστασίας της στον τέκτονα Ιωσήφ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 2 από 3

2. Καὶ ἦν κατιδεῖν ἀρτίως τινὰ ὑπερφυῶς γεγενημένα καὶ θαυμάσαι ἄξιον, ὅτι πῶς οἱ τὸν κώνωπα διυλίζοντες καὶ τὴν κάμηλον καταπίνοντες Ἰουδαῖοι οὐκ ἀνθεστήκασι πρὸς τὸ γενόμενον οὐδὲ ἐστασίασαν. Εἰκὸς γὰρ ἦν κατὰ ἀνθρωπίνην ἀκολουθίαν φάναι αὐτοὺς, ὅτι εἰς τὰ τῶν ἁγίων ἅγια ἅπαξ τοῦ ἐνιαυτοῦ καὶ αὐτὸς ὁ ἀρχιερεὺς εἰσέρχεται μετὰ πολλῆς καθαρότητος καὶ οὐ χωρὶς αἵματος. Καὶ ὑμεῖς, ὦ Ἰωακεὶμ καὶ Ἄννα, πῶς τριετίζουσαν παῖδα εἰσάγετε εἰς τὰ ἅγια τῶν ἁγίων; Διὰ τί δὲ καὶ αὐτὸς, ὦ ἀρχιερεὺ Ζαχαρία, συνευδοκεῖς τούτῳ; Ἀλλ’ ὡς ἔοικε, τοῦ νόμου προτιμοτέραν ἡγούμενος τὴν συγγενῆ τῆς Ἐλισάβετ, προὔδωκας τὰ ἄδυτα ἐνδιαίτημα εἶναι τριετοῦς κορασίου. Τοιοῦτον δέ τι ἐξεῖπον οὐδὲν, οὐδὲ ἐνενοήθησαν. Τίς γὰρ διασκεδάσειεν, ἃ Κύριος ὁ Θεὸς βεβούλευται;

Καὶ πάλιν ὡσαύτως θαυμάσαι ἄξιον, ὅτι πῶς ἠνέσχετο θυγάτριον τριῶν ἐτῶν καταλεῖψαι στοργὴν γεννητόρων καὶ θεραπείαν θεραπαινίδων καὶ γονικὴν οἰκίαν, καὶ ἁπλῶς ὅσα παρέπεται ταῖς τῶν πλουσίων οἰκίαις, καὶ παραμένειν ἐν τῷ ναῷ, πρᾶγμα μὴ εὐπετὲς κατορθῶσαι, μηδὲ πρεσβυτικῆς ἡλικίας τινὰ γυναικῶν; εἴτε ἀνδρῶν.

Ἀλλὰ ῥάδια πάντα τὰ δοκοῦντα Θεῷ· προεῖπε γὰρ καὶ περὶ τούτων Δαβὶδ, ὁ προπάτωρ αὐτῆς· Ἄκουσόν, φησι, θύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Ἄκουσον δηλονότι τὰς γονικὰς ὑποθήκας, πῶς μετὰ πολλῶν πρὸς Θεὸν λιτανιῶν ἐκ λαγόνων ἐτέχθης ἀγόνων, καὶ πῶς ἐκαρπώσαντό σε μετὰ πολλῶν εὐχῶν καὶ δακρύων, καὶ πῶς ὑπέσχοντο ἀντιδοῦναι τῷ δεδωκότι· καὶ κλῖνον τὸ οὖς σου, καὶ ἄκουσον τούτων.

Καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἰδὲ ναοῦ περικάλλειαν καὶ εὐπρέπειαν θαυμαστὴν, εἰκόνισμα οὐρανοῦ καὶ τῆς πάλαι ἐν Σιλωὰμ προπηξαμένης σκηνῆς. Καὶ ἐν τούτῳ διαιτωμένη τῷ νεῷ ὡς θεία καὶ ἁγνὴ περιστερὰ, ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, —καὶ κλίνας οὐρανοὺς ὡς ὑετὸς ἐπὶ πόκον ἡσύχως καὶ ἀταράχως, λαθὼν καὶ τὰς ἄνω δυνάμεις, καὶ κατελθὼν κατασκηνώσει ἐν μέσῳ σου, ὅτι αὐτός ἐστι Κύριός σου, καὶ σὺ ὡς μήτηρ καὶ δούλη προσκυνήσεις αὐτόν· τὸ δὲ σὸν λιτανεύσουσι πρόσωπον οἱ πλούσιοι τοῦ λαοῦ, καὶ ὡς βασιλίδα πανένδοξον καὶ ὡς μητέρα πανάμωμον ὁ βασιλεὺς τῶν ἁπάντων πεποικιλμένην ἐκ δεξιῶν αὐτοῦ παραστήσει σε ἐν ἱματισμῷ διαχρύσῳ ἀρετῶν εὐκλεϊζομένην, καὶ τὰ ἑξῆς.

Ταῦτα οὖν ὁ περὶ αὐτῆς διὰ Δαβὶδ προθεσπίσας Θεὸς, αὐτὸς καὶ τὴν παιδικὴν ἡλικίαν καὶ διάνοιαν ἐκείνην ἐμφορήσας Πνεύματος ἁγίου, προείλετο προσμένειν εἰς τὰ ἅγια τῶν ἁγίων καὶ ἐπιλαθέσθαι λαοῦ καὶ συγγενῶν καὶ τοῦ οἴκου τοῦ πατρός. Εἰ δέ που καὶ περὶ τῆς θεοκλήτου ἐκκλησίας ἀνενέχθησαν ταῦτα, ἀλλὰ καὶ ἀναγωγικῶς· ἐγκειμένως δὲ περὶ τῆς ἁγίας παρθένου κυρίως τὸ πανάγιον προαπεφήνατο Πνεῦμα.

3. Ἡ δὲ ἄχραντος παρθένος ἐννεαετῆ χρόνον ἐν τοῖς ἀδύτοις καὶ τῷ θείῳ νεῷ παραμένουσα τροφὴν οὐράνιον ὑπὸ θείου ἐδέχετο ἀγγέλου, ὡς τοῦ Θεοῦ τῶν ἀγγέλων μήτηρ προεκλεχθεῖσα. Δωδεκαετοῦς δὲ χρόνου τῆς ἀχράντου ἡλικίας ἐκείνης διαγενομένης, σκέπτονται οἱ ἱερεῖς ἐκ τῶν ἁγίων ἐξεῶσαι τὴν κόρην, ὑφορώμενοι μήπως ὡς νεάνιδι γυναικεῖόν τι συναντήσῃ αὐτῇ· ἀγνοοῦντες δὲ τίνα προκρινεῖ ὁ Θεὸς φύλακα τῆς παρθένου, σημεῖον ἐπιζητοῦσι τρόπῳ τοιῷδε· εἰσηγήσει γὰρ τῶν ἱερέων προτρέπεται Ζαχαρίας εὔξασθαι περὶ τούτου. Ὁ δὲ τὸ δωδεκακώδωνον ἀμφιασάμενος καὶ ἐρωτήσας, ἐπιφοιτᾷ πρὸς αὐτὸν ἄγγελος Κυρίου λέγων πρὸς αὐτόν· «Ἐκκλησίασον τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ, ὅσοι χηρεύουσι, καὶ λαβέ μοι τὰς αὐτῶν βακτηρίας καὶ πρόσευξαι, καὶ πάλιν ταύτας αὐτοῖς διάνειμε, καὶ ἐφ’ ᾗ ἂν θεάσῃ σημεῖον, γνῶθι ὅτι ὁ τῆς ῥάβδου ἐκείνης δεσπότης κεκλήρωται εἶναι καὶ τῆς παρθένου φύλαξ.» Καὶ ἐγένετο οὕτως· καὶ ἔκρουσε σάλπιγγα, καὶ συνήχθη πᾶσα ἡ γερουσία τῶν χηρευόντων ἅμα τῷ τέκτονι Ἰωσήφ· ὧν τὰς βακτηρίας λαβὼν Ζαχαρίας καὶ προσευξάμενος καὶ διαδοὺς, σημεῖον ἐφάνη ἐν οὐδεμιᾷ· δοὺς δὲ ἐπ’ ἐσχάτων καὶ τῷ τέκτονι Ἰωσὴφ, ἰδοὺ ἀνέπτη περιστερὰ ἐκ τοῦ ἄκρου τῆς ῥάβδου αὐτοῦ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· καὶ ἐκληρώθη τῆς παρθένου μνήστωρ ἤτοι φύλαξ, τάχα καὶ μὴ βουλόμενος.

Καὶ γὰρ παρῃτεῖτο τὴν ταύτης μνηστείαν διὰ πολλὰ τὰ αἴτια, οὐκ ἴσχυσε δὲ, καὶ ἔλαβε αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ ὡς θησαύρισμα θεῖον ὁ τέκτων ὁ θαυμαστὸς, ἕως οὗ ὁ ἀρχιτέκτων πάντων τῶν γεγονότων δι’ αὐτῆς ἀνορθώσει τὴν σαθρωθεῖσαν οἰκείαν φύσιν ἡμῶν ἐν πελέκει καὶ λαξευτηρίῳ τῆς ἀρρήτου σοφίας αὐτοῦ καὶ δυνάμεως.