Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν γέννησιν τῆς Θεοτόκου
Η προσευχή των Θεοπατόρων και η γέννηση της Παρθένου
Εξιστόρηση της ατεκνίας και των δεήσεων του Ιωακείμ και της Άννας, του ευαγγελισμού τους από τον άγγελο και της γέννησης της Θεοτόκου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η προσευχή των Θεοπατόρων και η γέννηση της Παρθένου
Εξιστόρηση της ατεκνίας και των δεήσεων του Ιωακείμ και της Άννας, του ευαγγελισμού τους από τον άγγελο και της γέννησης της Θεοτόκου.
2. Γεννήτορες μὲν γὰρ τῆς θεόπαιδος ταύτης Ἰωακεὶμ καὶ Ἄννα, ἐκ γένους τοῦ βασιλέως Δαυὶδ, ἐκ φυλῆς Ἰούδα, φύλακες νόμου καὶ θείων ἐντολῶν ἀκριβεῖς τηρηταὶ, πλούσιοι σφόδρα τοῖς χρήμασι, πλουσιώτεροι δὲ τῇ ἐνθέῳ ἀρετῇ, ἀλλὰ πένητες τῇ ἀτεκνίᾳ διὰ τὰ δεσμὰ τῆς στειρώσεως τῆς μακαρίας Ἄννης. Ὅθεν καὶ ὄνειδος πολλάκις ἐδέχοντο παρὰ τῶν υἱῶν Ἰσραὴλ, τοῖς ἱερεῦσιν .... δὲ διπλὰ τὰ δῶρα τῷ Θεῷ προσφερόμενα δέχεσθαι· ἀλλὰ καὶ ὀνειδίζειν ἀδεῶς διὰ τὸ μὴ ἔχειν αὐτοὺς σπέρμα ἐν τῷ Ἰσραήλ. Ἔνθεν καὶ σφόδρα ὁ δίκαιος Ἰωακεὶμ ἀνιαθεὶς καὶ πάσης συναυλίας ἀνθρωπίνης ἀφορισθεὶς, ὑποχωρεῖ πρὸς τὴν ἔρημον, ἐν ᾗ καὶ τεσσαράκοντα νηστεύσας ἡμέρας, ἐν κλαυθμῷ καὶ νηστείᾳ ἐδυσώπει τὸν Κύριον, καί· «περίελε ἀπ’ ἐμοῦ, ἔλεγεν, Κύριε, περίελε ἀπ’ ἐμοῦ ἀτεκνίας ὄνειδος καὶ ἐξουδένευσιν· καὶ εὐδόκησον δὴ, Κύριε, δοθῆναι σπέρμα κόσμιον, κἀγὼ πάλιν αὐτὸ ἀντιδώσω, δέσποτα, τῇ ἀγαθότητί σου».
Οὕτως οὖν ὁ δίκαιος τὴν θείαν καθικετεύσας εὐμένειαν, τυγχάνει τοῦ ἐφετοῦ· ἐκέκραξαν γάρ, φησιν, οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν. Ἔνθεν καὶ αὐτοῦ τάχιστα ὁ πανελεήμων εἰσήκουσε Κύριος, ὅπως διὰ τοῦ σπέρματος αὐτοῦ τὸ πρὸ τῶν αἰώνων προορισθὲν ἐκπληρωθῇ κεκρυμμένον μυστήριον. Διὸ καὶ ἄγγελος Θεοῦ σταλεὶς πρὸς τὸν Ἰωακεὶμ, φησὶ πρὸς αὐτὸν ὅτι «εἰσήκουσε Κύριος τῆς δεήσεώς σου, καὶ συλλήψεται Ἄννα, ἡ γύνη σου, καὶ ἐν ὅλῃ τῇ οἰκουμένῃ τὸ σὸν λαληθήσεται σπέρμα».
3. Ἡ δὲ δικαία Ἄννα ἐν τῷ κήπῳ τῷ ἑαυτῆς διπλοῦν ἐκόπτετο κοπετὸν περί τε τῆς τοῦ ἀνδρὸς ὑποχωρήσεως καὶ τῆς αὑτῆς ἀκαρπίας· ὅτι «οὐδὲ καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, ἔλεγεν, ὡμοιώθην ἐγώ· ὅτι οὐδὲ ταῦτα ἄκαρπα ἐνώπιον τοῦ Θεοῦ, οὐδὲ τοῖς κτήνεσι, οὐδὲ τοῖς ἰχθύσι ὡμοιώθην ἐγὼ καρπὸν κοιλίας προσφέρειν τῷ Θεῷ. Ἀλλ’ ἐὰν κἀμοὶ, Κύριε, κελεύσῃς καρπὸν δωρηθῆναι κοιλίας, τοῦτον ἀντιδίδωμι πάλιν πρὸς σὲ, Κύριε, ὁ Θεός μου».
Ταῦτα δὲ καὶ αὐτῆς ἐν κλαυθμῷ λεγούσης πρὸς Θεὸν, δέχεται καὶ αὐτὴ ὁμοίως παρὰ τοῦ θείου ἀγγέλου περὶ τεκνογονίας τὰ εὐαγγέλια, καὶ τοῦ ἀνδρὸς ἐνδημήσαντος ἐκ τῆς ἐρήμου, πλῆθος ἔθυσε ζώων οὐκ ὀλίγων καὶ εὐωχίαν μεγάλην πεποίηκεν παντὶ τῷ λαῷ. Ἡ δὲ Ἄννα τῶν στειρωτικῶν ἀπολυθεῖσα δεσμῶν παρὰ τοῦ δημιουργοῦ τῆς φύσεως, συλλαμβάνει παρὰ τοῦ ἀνδρὸς αὐτῆς Μαρίαν τὴν θεόπαιδα, ἣν καὶ ἀπέτεκε σήμερον ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας, καὶ μητέρα Λόγου Θεοῦ ἁγνὴν, καὶ ἀπαρχὴν καινουργίας τῆς παλαιωθείσης διὰ παραβάσεως θείας ἐντολῆς καὶ ἀφανισθείσης φύσεως ἡμῶν. Καὶ κατὰ τὴν θείαν ῥῆσιν, ὡς ἀλεύρου σάττα τρία διὰ ζύμης μικρᾶς ὅλον τὸ φύραμα ζυμώσας, οὕτω καὶ ἐνταῦθα διὰ τῆς θεοπλάστου ζύμης ταύτης καὶ ὑπερκαθάρου ὅλον τὸ παλαιωθὲν φύραμα ἡμῶν ἀναπλάσας ὁ πλαστουργὸς, ἐκαινούργησε. Τοῦτο δέ ἐστι τὸ παράδοξον θαῦμα, τὸ καὶ ἐκπλήξεως ὑπεργέμον, ὅτι τῇ καθαρωτάτῃ ζύμῃ ταύτῃ συνεμίξεν ἑαυτὸν ἀρρήτως ὁ ὑπερκάθαρος ἀρτοποιὸς, καὶ ἐξ αὐτῆς μέρος τι ἀναλαβόμενος, ὅλον τὸ φύραμα ἡμῶν καὶ ὅλην τὴν διαρτίαν εἰργάσατο θαυμασίως. Διὸ καὶ ἔλεγεν μετὰ ταῦτα· ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, καὶ ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ τρώγων με οὐ μὴ πεινάσῃ, καὶ τὰ ἑξῆς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.