Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν γέννησιν τῆς Θεοτόκου

Νεόφυτος ὁ Ἔγκλειστος

Η αφιέρωση της Θεοτόκου στον ναό

Σύντομη αναφορά στα Εισόδια της Παρθένου, προ της μετάβασης στο εγκωμιαστικό μέρος του λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 3 από 4

4. Οἱ θεόφρονες δὲ γεννήτορες τῆς πανάγνου θεόπαιδος, τὴν ὑπόσχεσιν ἐκπληροῦντες, προσφέρουσιν αὐτὴν μετὰ τριετίαν τῷ Θεῷ εἰς τὰ ἅγια τῶν ἁγίων μετὰ παρθενικῆς χορείας καὶ λαμπάδων φαιδρῶν, καὶ ἐκπληροῦται τὸ ἀπενεχθήσονται τῷ βασιλεῖ Θεῷ παρθένοι ὀπίσω αὐτῆς, καὶ ἀχθήσονται εἰς ναὸν βασιλέως, ἤτοι τοῦ Σολομῶντος· καὶ τὸ ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τῆς δόξης, Χριστὸς, τοῦ κάλλους σου· ὅπερ καὶ ἐγένετο. Καὶ αὐτὴ μὲν ἐπελάθετο τοῦ λαοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς, ἐν τῷ οἴκῳ Κυρίου καὶ εἰς τὰ ἅγια τῶν ἁγίων ποιουμένη τὰς διατριβάς.

Ἐν οἷς γὰρ ὁ ἀρχιερεὺς εἰσήρχετο ἅπαξ τοῦ ἐνιαυτοῦ, κόρη παρθένος διέτριβε καθ’ ἡμέραν, ἵνα ἡ γραφὴ πληρωθῇ. Ἡμεῖς δὲ περὶ τῆς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσόδου τῆς παρθένου οὐ χρείαν ἔχομεν ἀρτίως λέγειν πρὸ καιροῦ· ἀλλ’ ὅταν ὁ τῆς ἑορτῆς ἐκείνης καιρὸς ἐπιστῇ, τότε λέξομεν πάλιν, εἴ τι προτείνει Θεὸς καὶ ἡ θεόπαις Μαριάμ. Ἄρτι δὲ περὶ τῆς θεοσδότου γεννήσεως αὐτῆς βραχέα τινὰ προσήκει διαλαβεῖν, καὶ ὡς νεοφανῆ βασιλίδα καὶ καθαρὰν χαιρετίσαι τὰ εἰκότα, καὶ καταπαῦσαι τὸν λόγον, ὅτι οὐ προαιρούμεθα πολλὰ περὶ τούτων φιλοσοφεῖν, ἀλλὰ μᾶλλον εὐσύνοπτα καὶ εὔληπτα καὶ πεζὰ, ἵνα καὶ ἡ ὑπόθεσις ὅλη διαλαμβάνηται ῥᾷον, καὶ οἱ ἀκροαταὶ ῥᾳθυμίας ὑπνῷ μὴ βαρυνόμενοι νήφωσιν, ἀλλ’ ἵνα νηφάλεον καὶ ἄγρυπνον ἔχωσι τὴν ἀκρόασιν.