Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν γέννησιν τῆς Θεοτόκου

Νεόφυτος ὁ Ἔγκλειστος

Εγκωμιαστικοί χαιρετισμοί και δοξολογία

Σειρά χαιρετισμών προς την Παρθένο, όπου εξαίρεται η συμβολή της στο μυστήριο της σωτηρίας, και ολοκλήρωση του κειμένου με ικεσίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 4 από 4

5. Χαῖρε τοίνυν, θεόστεπτε κόσμου δέσποινα, παρθένε κόρη πανάμωμε, ἡ προεκλεχθεῖσα Θεῷ πρὸ πασῶν γενεῶν εἰς κατοικίαν τοῦ Λόγου, θεοχαρίτωτε, καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων σήμερον ἐκ λαγόνων ἀγόνων ἀποτεχθεῖσα, καρποφορίαν ἐσήμανες τῆς ἀθανάτου ζωῆς, καὶ κοσμικὴν διὰ τοῦ τόκου σου Θεοῦ καταλλαγήν. Χαῖρε, δέσποινα, καὶ τῶν κάτω βασιλίδων τὸ κράτος, ὅτι τοῦ Θεοῦ τῶν ἀγγέλων μέλλουσα μήτηρ ἀναφανῆναι, ὑπὸ ἀγγέλου θείου εἶχες τὴν λειτουργίαν πάντα τὰ ὑπὸ σέ· διὸ καὶ ὁ γεννήτωρ πατήρ σου καὶ ἡ συλλαβοῦσά σε μήτηρ ὑπὸ ἀγγέλου ἁγίου τὰ περὶ σοῦ ἐδέξαντο εὐαγγελία. Καὶ εἰς τὰ τῶν ἁγίων ἁγία ἔχουσα τὴν κατοικίαν, ὑπὸ θείου ἀγγέλου τὴν τροφὴν ἐπορίζου πρεπόντως ὡς ἀληθῶς. Χαῖρε, ἁγνὴ παρθένε, τὸ κλεῖθρον τῆς παρθενίας, τῶν παρθένων τὸ κλέος, τὸ τεῖχος τῆς Ἐκκλησίας τοῦ Θεοῦ, τῆς σωτηρίας ἡμῶν ἡ ἀρχὴ καὶ τὸ τέλος, καὶ τὸ θεῖον κειμήλιον τὸ παντὸς χρυσίου τιμιώτερον πάνυ. Χαῖρε, θεοτόκε παρθένε, ἡ νύμφη τοῦ Πατρὸς, ἡ μήτηρ τοῦ Υἱοῦ, καὶ ἡ τοῦ ἁγίου Πνεύματος οἰκία λελαμπρυσμένη. Χαῖρε, πανάχραντε ἁγνὴ παρθένε θεοτόκε, ὁ ἔμψυχος οἶκος τῆς ἀχωρήτου Τριάδος, ἡ ἁγία περιστερὰ, ἡ καθαρωτάτη τρυγὼν, ἡ προμηνύουσα τὸ σωτήριον ἔαρ χελιδὼν, ἡ ὡραία, ἡ εὔλαλος ἀηδὼν, ἡ κελαδοῦσα ὑπὲρ ἡμῶν τὰς σωτηρίους λιτὰς καὶ ἁπαξαπλῶς τῶν ἀγαθῶν ἡ αἰτία καθολικῶς.

Χαῖρε, θεοτόκε παρθένε, ἡ πόλις ἡ ἔμψυχος, τὸ θεῖον παλάτιον τοῦ βασιλέως τῆς δόξης, ὁ θρόνος αὐτοῦ ὁ μέγας καὶ ὑψηλὸς, ἡ κλίνη καὶ ἡ τράπεζα τοῦ βασιλέως τῶν οὐρανῶν. Καῖρε, παρθένε ἁγνὴ, τὸ ἀπόρθητον τεῖχος, τὸ ἀποτρόπαιον τῶν ἐχθρῶν, τὸ καταφύγιον τῶν πιστῶν καὶ ἡ χαρὰ τῶν ἐπὶ σοὶ πεποιθότων, πανύμνητε. Χαῖρε, θεοτόκε παρθένε, τὸ τοῦ ἀχωρήτου χωρίον, ἡ χαρὰ τῶν γηγενῶν, ἡ τῶν ἀγγέλων χαρμονὴ, ἡ τῶν ἀνθρώπων ἐλπὶς, ἡ οὐράνιος θύρα τῶν πιστῶν, ὁ ἔμψυχος λελαμπρυσμένος οὐρανὸς τῆς κατοικίας τοῦ Θεοῦ. Καῖρε, ἁγνὴ παρθενομῆτορ, ὁ θάλαμος τῆς ἄνω βασιλείας, τὸ θεῖον θησαύρισμα τῶν ἄνω καὶ τῶν κάτω.

Χαῖρε, θεοτόκε παρθένε, ἡ αἰτία τῆς χαρμονῆς ἡμῶν, ἡ τὸ χαῖρε δι’ ἀγγέλου δεξαμένη καὶ συλλαβοῦσα καὶ τέξασα τὸν ἕνα τῆς Τριάδος, καὶ ὡς τῆς ἀλήκτου χαρᾶς αἴτιος, τὴν τῆς προμήτορος λύπην ἐξαφανίσασα ὅλως.

Ἄρτι δὲ καὶ τὸ τελευταῖον τοῦτο χαῖρε δεξαμένη, παναμώμητε κόρη, τάχυνον εἰς πρεσβείαν ὑπὲρ ἡμῶν πάντων τῶν γεραιρόντων τὴν σεπτήν σου γέννησιν, θεοχαρίτωτε, ἵνα τῶν αἰωνίων ἀγαθῶν εὕροιμεν τὴν ἀπόλαυσιν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ τρισαγίου Θεοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.