Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος
Εγκώμιο στον άγιο μεγαλομάρτυρα Δημήτριο
Εξιστόρηση της δράσης, της ομολογίας, του μαρτυρίου του αγίου Δημητρίου και του αγίου Νέστορος, και των μετέπειτα ιάσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκώμιο στον άγιο μεγαλομάρτυρα Δημήτριο
Εξιστόρηση της δράσης, της ομολογίας, του μαρτυρίου του αγίου Δημητρίου και του αγίου Νέστορος, και των μετέπειτα ιάσεων.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΚΑΙ ΕΝΔΟΞΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΧΡΙΣΤΟΥ ΔΗΜΗΤΡΙΟΝ ΠΕΡΙ ΤΕ ΤΗΣ ΑΥΤΟΥ ΜΑΡΤΥΡΙΑΣ ΚΑΙ ΤΩΝ ΘΑΥΜΑΤΩΝ ΚΑΙ ΤΟΥ ΣΕΒΑΣΜΙΟΥ ΝΑΟΥ ΑΥΤΟΥ Πάτερ, εὐλόγησον. Δημήτριος ὁ ἔνδοξος καὶ τῆς ἄνω λαμπρότητος σύσκηνος τὴν ἑαυτοῦ πανήγυριν ὡς δῶρον ὑπέρτατον δωρησάμενος ἡμῖν σήμερον, δεῦτε καὶ ἡμεῖς ὅσος φιλομαρτύρων ὁ θίασος, ὡς οἷόν τε ἡμῖν, ᾄσμασι θεηγόροις καὶ ἐγκωμίοις τοῦτον δεξιωσώμεθα, ὅπως ὡς φίλον καὶ μάρτυρα τοῦ βασιλέως Χριστοῦ πρεσβευτὴν ὑπὲρ ἡμῶν καρπωσώμεθα· φέρε οὖν καὶ τὸν ἔνθεον ζῆλον αὐτοῦ καὶ τὴν φιλόχριστον γνώμην καὶ τὰ χρηστὰ πλεονεκτήματα τοῦ ἀνδρὸς ἀγαγόντες εἰς μέσον «εὐφρανθῶμεν ἐνθέως», ὡς γέγραπται, ὅτι «ἐγκωμιαζομένου δικαίου», φησίν, «εὐφρανθήσονται λαοί»· γένοιτο δὲ καὶ ἡμᾶς μὴ ἁπλῶς εὐφρανθῆναι ἀλλὰ καὶ καρπωθῆναι ταῖς περὶ τούτου ὁμιλίαις καὶ μνήμαις θεοπρεπέσιν.
Οὗτος οὖν ὁ μακάριος Δημήτριος καὶ ὄντως τῆς ἄνω πόλεως καὶ βασιλείας πολίτης πολλὰς καὶ παρὰ τῆς κάτω βασιλείας τῆς ἐπικήρου ἔσχηκε τὰς τιμάς. Οἷα γὰρ εὐγενὴς καὶ περίδοξος καὶ βίου καθαροῦ καὶ ἀμέμπτου ἐκ πρώτης ἡλικίας ἐπιμελούμενος ποθεινὸς ὁμοῦ καὶ ἐντιμότατος Θεῷ καὶ ἀνθρώποις ἐτύγχανεν· ἔνθεν καὶ πρῶτον μὲν ἐκσκέπτωρ ἦν τὸ ἀξίωμα καὶ τῆς συγκλήτου βουλῆς κοινωνὸς καὶ συμμέτοχος, ὕστερον δὲ καὶ ἀνθύπατος τῆς Ἑλλάδος ἀναγορεύεται· αὐτὸς δὲ τῷ ἀληθινῷ πλούτῳ καὶ τῇ δόξῃ ἀρκούμενος, τῷ χριστιανὸν εἶναι καὶ λέγεσθαι, εἰς οὐδὲν τὰς ἐκ βασιλέων τιμὰς ἐλογίζετο· ἔνθεν καί τινι διδαχῇ θεοσόφῳ καὶ λόγῳ πνευματικῷ προχεόμενος πολλοὺς τῆς πλάνης τῶν εἰδώλων μεταποιούμενος πρὸς τὴν ἀμώμητον πίστιν προσέφερε.
Ταῦτα δὲ ἐν τῇ Θεσσαλονικέων πόλει τοῦ ἁγίου δημηγοροῦντος, καὶ μεγαλυνομένης τῆς περὶ αὐτοῦ φήμης καθ’ ὅλης τῆς περιχώρου, κρατεῖται παρὰ τῶν διωκτῶν τῆς ἀληθείας· οὐ φεύγων κρατεῖται, ἀλλὰ τὰς συνήθεις τῷ λαῷ ποιούμενος ὀρθοδόξους ἐκφαντορίας. Συλληφθεὶς οὖν ὡς θήραμα ὑπὸ κυνῶν προσάγεται Μαξιμιανῷ τῷ τυράννῳ· ἔχων δὲ ὁ ἅγιος ἐκ θείας χάριτος κατηγλαϊσμένον τὸ πρόσωπον ἐξέπληξε τῷ τυράννῳ, καὶ ὥσπερ αἰδεσθεὶς οὐδὲν ἐν τῷ τέως αὐτὸν τιμωρεῖται, ἀλλ’ ὡς ἀχάριστον αὐτὸν ὀνειδίζει, καὶ ὡς λήθης βυθοῖς παραδοὺς τὰς βασιλείους τιμὰς πιστεύει τῷ ἐσταυρωμένῳ.
Ταῦτα οὖν καὶ ἄλλ’ ἄττα θωπευτικὰ ληρωδήματα εἰσφέρων ἐπειρᾶτο ὑποσκελίσαι τὸν ἅγιον ἐκ τῆς πίστεως. Ὁ δὲ «ὡς στῦλος ἀκλόνητος» ἵστατο καὶ ὡς πέτρα παράλιος πρὸς τῶν κυμάτων τὰς προσβολάς. Πυθομένου δὲ καὶ αὖθις τοῦ βασιλέως εἰ ἐπιμένει τῷ ἐσταυρωμένῳ, ὁ ἅγιος ἀπεκρίνατο· Εἴθε μὴ μόνος ἔγωγε, βασιλεῦ, ἀλλὰ καὶ πάντας ἀνθρώπους ἴσχυον πεῖσαι πιστεύειν τῷ ἐσταυρωμένῳ καὶ τῆς πολλῆς ταύτης ἀπαλλάξαι μανίας καὶ πλάνης τῶν εἰδώλων· κἀγὼ δὲ ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ μου μὴ ἕνα ἁπλῶς θάνατον ὑποστῆναι ἑτοίμως ἔχω ἀλλὰ πολλούς, εἴ γε ἡ φύσις τοῦτο χωρεῖ.
Ὁ οὖν βασιλεὺς τὴν πολλὴν τοῦ ἀνδρὸς θεασάμενος παρρησίαν καὶ τῆς γνώμης τὸ ἀμετάθετον ἐπιγνοὺς ἐθηριοῦτο βασανίσαι τὸν ἅγιον· ἐκράτησε δὲ τοῦ θυμοῦ ἐν τῷ τέως διὰ τὸ μέλλειν αὐτὸν ἀσχολεῖσθαι περὶ τὸ θέατρον καὶ τὸ στάδιον· πρὸς τοῦτο γὰρ καὶ τῷ τόπῳ ἀπήντησε τούτῳ μετὰ ὀχήματος.
Διὸ καὶ κελεύει φρουρηθῆναι τὸν μάρτυρα ἐν καμάρᾳ τινὶ καμίνου λουτροῦ μήπω ἁπτουμένῃ, ἕως οὗ ἀδειάσῃ ἐκ τῶν ματαίων θεάτρων καὶ εἶθ’ οὕτως εἰσάξῃ τὸν ἅγιον εἰς ἐξέτασιν. Ἦν δὲ τὸ τῆς πόλεως θέατρον, τὸ καλούμενον στάδιον, περικεκλεισμένον ὑπὸ σανίδων καὶ μαγγάνων τινῶν, ἐν ᾧ θεατρικῶς ἄντικρυ ἀλλήλων οἱ εἰσιόντες καὶ μονομαχοῦντες ἐφόνευον διὰ τὸ τέρπειν τῷ αἱμοχαρεῖ βασιλεῖ χύσεις αἱμάτων ἀνθρώπων θαμά.
Ἐκέκτητο δὲ ὁ βασιλεὺς μονομάχον τινὰ Λυαῖον οὕτω καλούμενον, ἰσχυρὸν πάνυ καὶ μεγέθει σώματος καθορώμενον, ἐκ τοῦ ἔθνους τῶν Ἰουνδάλων ἔχοντα τὴν ὕπαρξιν, ὃς καὶ ἐν τῇ Ῥώμῃ καὶ ἐν τῷ Σερμίῳ καὶ ἐν τῇ Θεσσαλονίκῃ καὶ ἐν πολλοῖς τόποις πολλοὺς ἀνθρώπων ἀνεῖλε μονομαχῶν, οὗ τὸ ἰσχυρότατον καὶ φονικώτατον διὰ θαύματος ἔχων ὁ βασιλεὺς ἐσεμνύνετο. Τούτου δὲ ἐν τῷ ῥηθέντι σταδίῳ ἱσταμένου καὶ κράζοντος, καὶ τοῦ βασιλέως διὰ τῶν κηρύκων χρήματα ὑπισχνουμένου τῷ βουλομένῳ ἐκ τοῦ δήμου μονομαχεῖν τῷ Λυαίῳ, οὐδεὶς κατετόλμα ἐκείνῳ μονομαχῆσαι, πάντων δεδιττομένων τοῦ Λυαίου καὶ μόνην τὴν θέαν καὶ τὴν θρασύτητα.
Τότε οὖν κατὰ τούτου τοῦ ἀλιτηρίου νεανίσκος τις θεόθεν κινηθείς, κομιδῇ νέος, Νέστωρ τοὔνομα, ὡραῖος τῷ εἴδει τῆς ψυχῆς καὶ τοῦ σώματος, ὃς καὶ γνωστὸς ἦν τῷ θείῳ Δημητρίῳ, τρέχει πρὸς αὐτὸν ἐν ᾧ ἐφυλάττετο τόπῳ καὶ πεσὼν «παρὰ τοὺς πόδας αὐτοῦ» παρεκάλει αὐτόν, εὔξαι ὑπὲρ ἐμοῦ, λέγων, δοῦλε τοῦ Θεοῦ, τὸν Χριστὸν ὀνομάσας· βούλομαι γὰρ τῷ Λυαίῳ ἀρτίως μονομαχῆσαι. Ὁ δὲ ἅγιος ποιήσας τὴν ἐν Χριστῷ σφραγῖδα ἐν τῷ μετώπῳ καὶ ἐν τῇ καρδίᾳ τοῦ Νέστορός φησι πρὸς αὐτόν· Ὕπαγε, τέκνον, καὶ τὸν Λυαῖον νικήσεις καὶ ὑπὲρ Χριστοῦ μαρτυρήσεις.
Ὁ δὲ ὥσπερ θώρακα θεῖον περιβληθεὶς τὴν τοῦ ἁγίου Δημητρίου εὐχὴν δρομαῖος πρὸς τὸ στάδιον ἔρχεται καὶ τὸν αὐτοῦ ἐκβαλὼν καὶ διαρρίψας χιτῶνα κατεπήδησε διὰ τῶν βαθμίδων καὶ ἔστη κατέμπροσθεν τοῦ βασιλέως· ὃς καὶ ἐκπλαγεὶς τοῦ νεανίσκου τὴν τόλμαν φησὶ πρὸς αὐτόν· Νεανίσκε, χρημάτων ἐπιθυμία, ὡς ἔοικε, πρὸς ταύτην σε τὴν τόλμαν εἰσήγαγεν. Ἐγὼ δέ σοι διὰ τὸ κόσμιον καὶ τὸ ἄνθος τῆς νεότητός σου φειδόμενος δίδωμί σοι χρήματα ἀποδεξάμενός σου τὴν τόλμαν· καὶ ἄπιθι κερδήσας μετὰ τοῦ ζῆν καὶ τὰ χρήματα, Λυαίῳ δὲ σεαυτὸν μὴ ἀντιστήσῃς, ὅτι πολλοὺς μειζοτέρους τῆς σῆς δυνάμεως παρέδωκε τῷ θανάτῳ. Ταῦτα οὖν ἀκούσας ὁ Νέστωρ οὔτε τὸν Λυαῖον ἐδειλίασε διὰ τοὺς ἐπαίνους, οὔτε ταῖς βασιλικαῖς συνυπήχθη φιλοτιμίαις, ἀλλ’ ἔφη τῷ βασιλεῖ· Οὐ διὰ χρημάτων ἐπιθυμίαν, ὡς ἔφης, ὦ βασιλεῦ, πρὸς τὸν ἀγῶνα ἐλήλυθα τοῦτον, ἀλλ’ ἵνα κρείττονα Λυαίου συστήσω ἐμαυτὸν ἐναντίον σου σήμερον. Τότε οὖν ὁ βασιλεὺς καὶ οἱ σύνεδροι αὐτοῦ πλησθέντες θυμοῦ καὶ ἀλαζονείαν τοῦ Νέστορος ὑποτοπάσαντες παρεθάρρυναν Λυαῖον πρὸς τὴν τούτου ἀναίρεσιν.
Ὁ δὲ θεῖος νεανίας τῷ τοῦ σταυροῦ σημείῳ θωρακισάμενος καὶ ἐπὶ χεῖρας τὸν ἀκινάκην λαβὼν ηὔξατο πρὸς οὐρανοὺς διάρας τοὺς ὀφθαλμοὺς καὶ εἶπεν· Ὁ Θεὸς Δημητρίου τοῦ δούλου σου καὶ ὁ ἠγαπημένος Υἱός σου Ἰησοῦς Χριστός, ὁ τὸν ἀλλόφυλον Γολιὰθ ὑποτάξας τῷ ἐκλεκτῷ σου Δαβίδ, αὐτός, Κύριε, καὶ νῦν τὸ τοῦ Λυαίου κατάβαλε θράσος. Οὕτως οὖν εὐξαμένου καὶ εἰσπηδήσαντος διὰ μέσου τῶν μαγγάνων, καὶ γενομένης τῆς συμπλοκῆς, καιρίαν ὁ Λυαῖος ὑπὸ Νέστορος κατὰ καρδίας ἔλαβε τὴν πληγὴν καὶ ἀναιρεθεὶς παραχρῆμα τὴν ἐσχάτην τῷ βασιλεῖ περιεποίησε σύγχυσιν.
Ὁ Νέστωρ δὲ ἐδίδου δόξαν τῷ Θεῷ, ὅτι ταῖς τοῦ ἁγίου Δημητρίου εὐχαῖς ἀνῃρέθη ὁ βάρβαρος. Μαξιμιανὸς δὲ μετὰ θυμοῦ ἐκπηδηκὼς τῆς καθέδρας στυγνῶς ἐφέρετο πρὸς βασιλείους αὐλάς, μὰ τοὺς θεούς, λέγων, εἰ μὴ γοητεία τις γέγονεν, οὐκ ἂν ὑπὸ μικροῦ νεανία κατεσφάγη Λυαῖος, ὁ τοσαύτας καὶ τοιαύτας ἐπιδειξάμενος ἀνδραγαθίας.
Τότε καλέσας ὁ τύραννος τὸν Νέστορα ἐπύθετο λέγων· Φράσον ἡμῖν, ὦ νεανία, ἐν ποίαις μαγικαῖς τέχναις ἢ τίνας συνίστορας ἔχων ἀπέκτεινας Λυαῖον. Ὁ δὲ Νέστωρ ὑπολαβὼν ἔφη· Οὔτε μαγείᾳ οὔτε μαγγανείᾳ, ὡς ἔφης, ὦ βασιλεῦ, ἀνῃρέθη Λυαῖος, ἀλλ’ ὁ Θεὸς Δημητρίου, ὁ Θεὸς τῶν χριστιανῶν, αὐτὸς «ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ», καὶ ἀπέκτεινε τὸν Λυαῖον ἐν τῇ χειρί μου ὡς ἀλάστορα καὶ ὑπερήφανον.
Ἐντεῦθεν θυμοῦ καὶ ὀργῆς πληρωθεὶς ὁ θεομάχος κελεύει πρὸς τὰ δυτικὰ μέρη τῆς πόλεως Θεσσαλονίκης ἐν τῇ λεγομένῃ Χρυσείᾳ Πύλῃ ὡς χριστιανὸν ἀπαχθῆναι καὶ ἀναιρεθῆναι τὸν Νέστορα, καὶ οὕτως τὸν τῆς μαρτυρίας ὁ θεῖος οὗτος νεανίας ἀνεδήσατο τὸν στέφανον κεʹ τοῦ Ὀκτωβρίου μηνός.
Ὁ δὲ θεῖος οὗτος καὶ μέγας τοῦ Χριστοῦ μάρτυς Δημήτριος, ἐν ᾗ ἐφρουρεῖτο καμάρᾳ, βλέπει ἐκ τῆς γῆς παμμεγέθη ἀναδοθέντα σκορπίον καὶ τὸν πόδα τῷ κέντρῳ πλῆξαι πειρώμενον· μέμνηται τοῦ δόντος ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, πτύσας δὲ τὸν σκορπίον καὶ σφραγίσας σταυρῷ νεκρὸν ἀπέδειξε παραχρῆμα. Εὐθὺς δὲ ἄγγελος Κυρίου παραβαλὼν στέφος θεῖον καταστέφει τὴν κάραν τοῦ μάρτυρος, τάχα οὐ διὰ τὸν σκορπίον τὸ στέφος ἀλλὰ διὰ <τὴν διὰ> τὸν Χριστὸν σφαγὴν ἤδη μετὰ μικρόν· διὸ καὶ ἔλεγε πρὸς αὐτὸν ὁ ἄγγελος·
Εἰρήνη σοι, τοῦ Χριστοῦ ἀθλητά, «ἴσχυε καὶ ἀνδρίζου». Τότε οὖν διαβολιμαῖοί τινες τῶν ἀρχόντων διαβάλλουσι Δημήτριον τῷ βασιλεῖ ὡς αἴτιον τῆς τοῦ Λυαίου σφαγῆς· ὅπερ ἀκούσας καὶ αὐτὸς οἰωνισάμενος ἔλεγεν ὡς· Οὐκ ἀγαθὸν τὸ συνάντημα Δημητρίου ἐν τῷ σταδίῳ ἡμῖν γέγονε. Ἔνθεν καὶ τῷ θυμῷ ὑπερζέσας κατὰ τοῦ μάρτυρος κελεύει αὐτόν, ἐν αἷς ἐφρουρεῖτο καμάραις εἴσω, λόγχῃ ἀναιρεθῆναι, ὅπερ καὶ ὑπὸ τῶν δημίων γέγονεν ἀνηλεῶς τάχει πολλῷ ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ τοῦ Ὀκτωβρίου μηνός.
Καὶ ἐγένετο ἡ τοῦ ἀθλητοῦ μαρτυρία σύντομος καὶ μικρά, αὐτὸς δὲ ἐφίετο μὴ ἐν συντομίαις ἁπλῶς, ἐν πολυημερίαις δὲ μᾶλλον καὶ ἐν πολυπλόκοις βασάνοις διὰ Χριστοῦ τὴν ἀγάπην ὑποστῆναι τὴν μαρτυρίαν· ἔνθεν «καὶ ὁ καρδιογνώστης Θεὸς» ὡς πολυχρόνιον μαρτυρίαν τὴν ἐν μιᾷ ῥοπῇ σφαγὴν <***> τὴν προαίρεσιν ἐστεφάνωσε καὶ τῆς ἀώρου σφαγῆς τὸ ἐπίτομον ἀντὶ διαρκεστέρας μαρτυρίας ἀποδεξάμενος θαυμάτων πολλῶν καὶ χαρισμάτων ἰαματικῶν αὐτὸν κατεκόσμησεν, ὥστε καὶ αὐτὴν τοῦ θείου λειψάνου αὐτοῦ λάρνακα ὡς πηγὴν ὕδατος ζῶντος τὸ μύρον ἀναπηγάζειν διὰ παντός, ὥστε ῥᾷον πηγῆς ὕδωρ λιγάσαι ἢ τὴν πηγὴν ἐκείνου ἐλαττωθῆναι τοῦ μύρου ποτέ. Οὕτω γὰρ ὁ μεγαλόδωρος οἶδε Θεὸς τοὺς αὐτὸν δοξάζοντας ἀντιδοξάζειν.
Λοῦπος δέ, ὁ οἰκέτης τοῦ μάρτυρος, τὴν τοῦ δεσπότου σφαγὴν καθορῶν δρέπεται κέρδος ἐκεῖθεν οὐ τὸ τυχόν· λαβὼν γὰρ τὸ τοῦ ἁγίου οὐράριον καὶ τὸ ἐν τῇ χειρὶ βασιλικὸν δακτύλιον καὶ ἐνειλήσας αὐτὰ ἐν τῷ τοῦ ἁγίου αἵματι ἐπετέλει δι’ αὐτῶν ἰάσεις παντοδαπῶν παθημάτων καὶ πονηρῶν πνευμάτων ἀπελασμόν. Διαδραμούσης δὲ τῆς φήμης τῶν θαυμάτων ἐν ὅλῃ τῇ περιχώρῳ Θεσσαλονίκης φθάνει καὶ μέχρι τοῦ βασιλέως, ὃς καὶ τῷ θυμῷ μεθυσθεὶς κελεύει καὶ τὸν Λοῦπον ἀναιρεθῆναι· ὃς καὶ ἀνῃρέθη ἐν τῷ οὕτω λεγομένῳ τριβουναλίῳ τῆς πόλεως Θεσσαλονικέων.
Τὸ δὲ καλλίνικον τοῦ ἁγίου Δημητρίου καὶ παναγιώτατον λείψανον ἔκειτο καταπεφρονημένον φόβῳ τοῦ βασιλέως καὶ τῶν διωκτῶν. Ἀλλ’ ὅμως νύκτωρ κεκλοφότες αὐτό τινες ἄνδρες πιστοὶ κατέκρυψαν χώμασιν, ὡς ἦν δυνατόν. Ἀλλ’ ἐπειδὴ «οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη», οὐδ’ αὐτὸ εἴασε κρυβῆναι τὸ λείψανον ἡ τῶν θαυμάτων πηγή, ἀλλὰ γέγονε περιβόητος διὰ πάσης Μακεδονίας καὶ Θετταλίας ὁ ἅγιος, ἐν τοῖς θαύμασι δηλονότι, μεθ’ ὧν καὶ τὰ τῆς εἰδωλομανίας φρυάγματα κατεβλήθησαν καὶ τὰ τῆς ἀμωμήτου τῶν χριστιανῶν πίστεως δόγματα ἐφαιδρύνοντο.
Τότε οὖν καί τις ἀνὴρ εὐσεβὴς καὶ ἔνδοξος, Λεόντιος τοὔνομα καὶ ὕπαρχος τοῦ Ἰλλυρικοῦ γενόμενος, ὃς ἦν ἀπερχόμενος ἐν τῇ Θρᾳκῶν χώρᾳ καὶ νόσῳ ἀνιάτῳ περιληφθείς, ἐν τῇ Θεσσαλονικέων πόλει διά τινος λεκτικίου ὑπὸ τῶν οἰκείων προσάγεται καὶ ἀνακλιθεὶς ἐπάνω τοῦ ἰαματικοῦ μνήματος ἐκείνου τοῦ μάρτυρος παραχρῆμα καὶ τῆς τελείας ὑγείας τετύχηκεν ἅλματι, ὥστε αὐτόν τε τὸν ὕπαρχον καὶ πάντας τοὺς περὶ αὐτὸν θαυμάζειν τὴν τοῦ μάρτυρος ταχυτάτην ἀντίληψιν «καὶ δοξάζειν τὸν Θεὸν» καὶ τὸν αὐτοῦ μεγαλύνειν μάρτυρα Δημήτριον.
Ὃς αὐτίκα τὰς τῶν καμίνων ἐκείνων καμάρας καὶ τὰς τῶν θερμῶν ὑδάτων οἰκίας καταστρεψάμενος καὶ ἀπὸ πάσης συρφετώδους <ὕλης> τὸν τόπον διακαθηράμενος ἀνεγείρει περικαλλῆ καὶ πάνσεπτον οἶκον τῷ μάρτυρι μεταξὺ τοῦ δημοσίου λουτροῦ καὶ τοῦ προρρηθέντος σταδίου, ὃν καὶ δαψιλείᾳ κατακοσμήσας χρημάτων πολλῶν κατεκάλλυνε σφόδρα· ὃς καὶ μέχρι τῆς σήμερον ὡς ἐπίγειος οὐρανὸς ὡραΐζεται τῇ τῶν θαυμάτων πηγῇ κλεϊζόμενος· ὃς τὴν θεόβρυτον τοῦ μύρου λάρνακα φέρει ὡς πηγὴν ἀνεξάντλητον πάντοτε· ὃς ἀκεσώδυνον πρόκειται φάρμακον ποικιλοτρόπων παθῶν ἰατήριον· ὃς τὸν ἀοίδιμον μάρτυρα Δημήτριον φέρων οἰκοδεσπότην ἀκαταγώνιστον πολεμίων βαρβάρων ἐφόδους οὐ πτοήσεται, ἀλλὰ καὶ λύτρωσις αἰχμαλώτων πολλάκις εὑρίσκεται, ὡς πολλάκις ἐν τῷ σεπτῷ ἐκείνῳ σηκῷ αἰχμάλωτα μετὰ τῶν κλοιῶν αὐτῶν πρὸς ὄρθρον εὑρίσκεσθαι ἀπό τε Συρίας καὶ χωρῶν ἄλλων βαρβαρικῶν ὑπὸ τοῦ ἁγίου Δημητρίου λεγόντων ἁρπάζεσθαι καὶ μέχρι τοῦ ναοῦ αὐτοῦ μεταρσίως διασῴζεσθαι. Οὐ μόνον δὲ ἀλλὰ καὶ βασιλέων πιστῶν ὁ θεῖος οὗτος ὁπλίτης εὑρίσκεται σύμμαχος, ὃν κἀγὼ γεγηθὼς μικρὰ χαιρετίσας περατώσω τὸν λόγον.
Χαίροις, ἀκαταγώνιστε Χριστοῦ στρατιῶτα παμμάκαρ Δημήτριε, ὅτι τὸν καλὸν ἀγῶνα, κατὰ Παῦλον, ἀγωνισάμενος, τὸν δρόμον τετελεκὼς καὶ τὴν πίστιν τετηρηκὼς τὸ τῆς δικαιοσύνης στέφος ἀξίως κατεκοσμήθης παρὰ Θεοῦ.
Χαίροις, μάρτυς Δημήτριε, ὅτι τὰ τοῦ Χριστοῦ στίγματα καὶ αὐτὸς ἐν τῷ σώματί σου προσειληφὼς χαίρων καὶ ἀγαλλιώμενος ἀνέδραμες πρὸς αὐτόν. Χαίροις, μάρτυς Δημήτριε, ὅτι γέγονας ἀληθῶς τοῦ Χριστοῦ μιμητής. Ἐκεῖνος γὰρ ὑπὲρ πάντων ἡμῶν ὑπὸ ἀσεβοῦς στρατιώτου ἐλογχεύθη πλευρὰν τὴν ἀκήρατον, καὶ σὺ ὡς εὐσεβὴς στρατιώτης αὐτοῦ ὑπὲρ τῆς ἀγάπης αὐτοῦ ἐλογχεύθης ἐν τῇ φρουρᾷ ὑπὸ ἀνόμων ἀνδρῶν.
Χαίροις, μάρτυς Δημήτριε, ὡς τῆς χάριτος μύστης καὶ λυτρωτὴς αἰχμαλώτων καὶ ἰατρὸς ταχινώτατος ποικιλοτρόπων παθῶν. Χαίροις, μάρτυς Δημήτριε, ὡς ἀγγελικὴν χάριν πεπλουτηκὼς ὡς ἐπίγειος ἄγγελος καὶ ὡς οὐράνιος ἄνθρωπος κλεϊζόμενος καταφαίνεσαι.
Χαίροις, μάρτυς Δημήτριε, ἅμα Γεωργίῳ καὶ Θεοδώρῳ τοῖς συνάθλοις καὶ συμμετόχοις σου, τὸ τρισόλβιον ὅπλον τῶν εὐσεβῶν βασιλέων ἡμῶν, τὸ τρίστομον φάσγανον τούτων κατὰ βαρβάρων ἀθέων, τὸ τρίτειχον τεῖχος τῆς βασιλείου αὐλῆς, τὸ τρίξιφον κατακάρδιον ἥλωμα τῶν δυσμενῶν πολεμίων, τὸ τρίκοσμον διάδημα τῶν βασιλέων ἡμῶν, τὸ τρίφεγγον φάος τῆς τούτων ὁδοιπορίας «ἡμέρας καὶ νυκτός», τὸ τριστέλεχον αὐτῶν ἀποσκίασμα καὶ τῆς Τριάδος ἰσάριθμον καὶ τριπόθητον.
Χαῖρε, ὡς τῆς ἀλήκτου χαρᾶς ἠξιωμένος καὶ σύνδρομος βασιλέων πιστῶν. Ὅτι δὲ ἡττᾶται τὸ μέρος ἡμῶν ἐν ἡμέρᾳ πολέμου, οἶδα κἀγώ. Ἀλλ’ οὐ τῇ ἀδρανείᾳ τῶν στρατηγῶν τούτων τὴν ἧτταν ὑποτοπάζομεν, ἀλλ’ οἱ καρποὶ τῶν πονηρῶν πράξεων ἡμῶν κραταιοτέρους καθ’ ἡμῶν τοὺς ἐχθροὺς ἡμῶν ἀπεργάζονται. «Πῶς γάρ», φησί, «διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσι μυριάδας» καὶ τὰ ἑξῆς.
Ὁ δὲ θεῖος ἐκεῖνος ἀνὴρ Λεόντιος τὸν τοῦ μάρτυρος ἀπαρτίσας πανσεβάσμιον ναὸν καὶ πρὸς τὸ Ἰλλυρικὸν μέλλων ἀπαίρειν διενοεῖτο καί τι λείψανον συνεπᾶραι αὐτῷ, ἵνα κἀκεῖσε εἰς ὄνομα τοῦ ἁγίου ἀνεγείρῃ ναόν. Ὁ δὲ ἅγιος νύκτωρ αὐτῷ ἐπιστὰς ἀπεκώλυσε τὴν ὁρμήν. Λαβὼν δὲ ὁ ἀνὴρ τὴν τοῦ ἁγίου χλαμύδα καὶ ἐκ τοῦ οὐραρίου τι μέρος, ἅτινα ἦσαν καὶ τῷ τοῦ ἁγίου αἵματι πεφοινιγμένα, ἀργυροῦν τε γλωσσόκομον ποιήσας καὶ ἀποθέσας αὐτὰ εἴχετο τῆς ὁδοῦ. Φθάσας δὲ ἐν ποταμῷ τινι Δάνουβι καλουμένῳ καὶ μὴ δυνάμενος παρελθεῖν διὰ τὸ χειμέριον τοῦ καιροῦ καὶ τοῦ ῥείθρου τὸ κάχλημα ἐκάθητο περιμένων ἐπιλιγάσαι τὸν ποταμόν, αὐτὸς δὲ ὠγκοῦτο μᾶλλον ἀντὶ τοῦ λιγάσαι. Ὁ δὲ θεῖος Δημήτριος νύκτωρ αὐτῷ ἐπιστὰς ἔφη· Ἀπόθες πᾶσαν δειλίαν ἀπὸ σοῦ καὶ ἀπιστίαν καὶ ἐπίβηθι τῷ ὀχήματί σου λαβόμενος ἐπὶ χεῖρας καὶ ἣν ἐπιφέρεις σορὸν καὶ πάρελθε ἀδιστάκτως τὸν ποταμὸν ἅμα τοῖς ὑπὸ σέ. Καὶ τοῦτο ποιήσας ὁ ἀνὴρ παρῆλθε τὸν ποταμὸν ἀβλαβὴς καὶ οὕτως ἐν τῷ Σερμίῳ διασωθεὶς ἀπέθετο τὴν ἁγίαν σορὸν μετὰ τῶν ἁγιασμάτων αὐτῆς, ἐν ᾧ καὶ ἕτερον ἐδομήσατο ναὸν τῷ ἁγίῳ μάρτυρι Δημητρίῳ, προσπελάζοντα τῷ σεβασμίῳ νεῲ τῆς καλλινίκου μάρτυρος Ἀναστασίας, ἐν ᾧ καὶ πολλῶν θαυμάτων ἀνέβλυσαν ποταμοί.
Ἐξ ὧν καὶ ἡμᾶς, Χριστὲ βασιλεῦ, ὡς ποταμὸς τῆς εἰρήνης ποτίσας ἔμπλησον, φώτισον, κάθαρον, ἴασον, θεράπευσον ψυχὰς μετὰ σωμάτων ὁμοῦ ταῖς τοῦ σοῦ θεράποντος καὶ μάρτυρος Δημητρίου λιταῖς καὶ τῆς ἀχράντου Θεοτόκου, ἵνα καὶ ἐντεῦθεν δοξασθῇ σου τὸ πανάγιον ὄνομα, ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ σου Πνεύματι πάντοτε καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.