Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος περί του εξαπατηθέντος μοναχού

Διήγηση και ερμηνεία της πτώσεως ενός μοναχού από δαιμονική απάτη, ως παράδειγμα προς αποφυγήν της πλάνης και καλλιέργεια της πνευματικής διακρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 5 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΤΙΝΟΣ ΜΟΝΑΧΟΥ ΕΝ Τῌ ΠΑΛΑΙΣΤΙΝῌ ΚΑΤΑ ΤΟ ͵ϛχϟγʹ ΕΤΟΣ, ΙΝΔ. Γʹ, ΜΗΝΙ ΣΕΠΤΕΜΒΡΙῼ ΠΑΡΑ ΔΑΙΜΟΝΩΝ ΑΠΑΤΗΘΕΝΤΟΣ ΚΑΙ ΕΚΠΕΠΤΩΚΟΤΟΣ ΔΕΙΝΩΣ Εὐλόγησον, πάτερ. «Ἀκοῇ μὲν ὠτός», καθὼς γέγραπται, «ἤκουον» διὰ λόγων βίβλων πατερικῶν περί τινων πλανηθέντων καὶ ἀπατηθέντων ὑπὸ τῆς σκαιωρίας τοῦ σατανᾶ, ἅτε δὴ βασκαίνων ἀεὶ ὡς βάσκανος καὶ κακοῦργος τὸ γένος τῶν ἀνθρώπων. Νῦν δὲ καὶ ἐν ταῖς ἡμέραις ἡμῶν συμβέβηκέ τι τοιοῦτον καὶ τῶν παλαιῶν ἀθλιώτερον, ὥστε καὶ κατακαλύπτειν ἐκεῖνα καὶ ὑπερβαίνειν κατὰ πολὺ τῷ μεγέθει τοῦ δράματος. Καὶ τοῦτο ἀνέμαθον ἔγωγε ὑπό τινος μοναχοῦ φιλαλήθους καὶ κατὰ Θεὸν βιοτεύοντος· ὃς καὶ καιρὸν οὐκ ὀλίγον συνηυλίσθη αὐτῷ καὶ τὰ τῆς ἀπάτης ἐξ ἐκείνου τοῦ στόματος ἀκήκοε καὶ αὐτὸς περὶ ἧς ὑπέστη ἀπάτης ἀκριβεστέρως ἐκείνου ἐπύθετο, τοῦτο μὲν τὰ τοῦ ἐχθροῦ τεχνάσματα περιεργαζόμενος, τοῦτο δὲ καὶ τὴν ἰδίαν ἐντεῦθεν ἀσφάλειαν περιποιούμενος κατὰ τὸ «ὀλολυζέτω», φησί, «πίτυς, ὅτι πέπτωκε κέδρος».

Καὶ οὗτος μὲν ὁ ἀδελφὸς εἴ τι παρὰ τοῦ ἀπατηθέντος ἀκήκοε διηγήσατό μοι περιαλγῶν τὴν καρδίαν, κἀγὼ δὲ ἐξεπλάγην καὶ ἠνιασάμην μεγάλως ἐπὶ τῇ συμφορᾷ ταύτῃ καὶ τῇ κακουργίᾳ τοῦ σατανᾶ. Καὶ οὐ δίκαιον ἡγησάμην λήθης βυθοῖς καταδῦσαι ὑπόθεσιν τηλικαύτην, ἀλλὰ διασημᾶναι αὐτὴν εἰς ἀσφάλειαν ἡμῶν καὶ ἄλλων πολλῶν Χριστοῦ χάριτι, ἐπειδὴ οὐ μόνον τῶν κατορθούντων τὰ κατορθώματα τοὺς σπουδαιοτέρους πρὸς μίμησιν διεγείρουσιν, ἀλλ’ ἔστιν ὅτε καὶ τῶν πεπτωκότων αἱ πτώσεις τοὺς πλείονας ἀπτώτους διακατέχουσι.

Διὸ καὶ κατὰ κράτος αἱ θεῖαι Γραφαὶ καὶ κατορθούντων καὶ πεπτωκότων εἰς τὸ μέσον τὰ διηγήματα παρεισάγουσιν, ὅπως οἱ ἀκροαταὶ τῶν μὲν τὸν ἄπτωτον βίον ζηλώσωσι, τῶν δὲ τὸν ὄλισθον ἀποδράσωσιν· οὗ χάριν κἀγὼ δίκαιον ἡγησάμην κατὰ τὸ ἐγχωροῦν γραφῇ παραδοῦναι τὸ σατανικὸν τοῦτο δρᾶμα καὶ καινότατον ἄκουσμά τε καὶ θέαμα, ὅπως μὴ εὐπαράδεκτοι ὦμεν πρὸς τὰς φαντασίας τοῦ ἀρχεκάκου καὶ παμπονήρου διαβόλου, ἀλλὰ κἂν ὡς «ἄγγελος φωτὸς» ἢ μάρτυρος εἶδος ἢ ὁσίου τινὸς γένηται πρὸς ἡμᾶς, αὐτῷ μὴ πειθώμεθα, ἀλλὰ σφραγίζειν ἑαυτοὺς ὀφείλομεν πανταχόθεν τῷ τοῦ σταυροῦ σημείῳ καὶ διαπετᾶν χεῖρας μετὰ ὀμμάτων ἄνω πρὸς Θεὸν καὶ τὸ σωτήριον καὶ πανάγιον τοῦ Χριστοῦ ὄνομα καλεῖν εἰς βοήθειαν καὶ ἀποφθέγγεσθαι οὕτως· «Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου», καὶ μὴ ἀποστήσῃς τὴν βοήθειάν σου καὶ τὸ ἔλεός σου ἀπ’ ἐμοῦ, καὶ μή με δελεάσῃ καὶ ἀποστήσῃ ἐκ σοῦ ὁ ἀρχέκακος ἀποστάτης, καὶ μή με εἰς πειρασμὸν εἰσελθεῖν συγχωρήσῃς τὸ πλάσμα σου, ἀλλὰ κατὰ τὸ σόν, Δέσποτα, λόγιον ῥῦσαί με ἀπὸ τοῦ πονηροῦ καὶ ἀρχεκάκου ἐχθροῦ πρεσβείαις τῆς ἀειπαρθένου Μαρίας καὶ παναχράντου μητρός σου.

Τούτων δὲ λεγομένων πέπεισμαι ὅτι ἐλεγχθήσεται τὸ φανέν, ὁποῖόν ἐστιν, εἴτε θεῖον εἴτε ἐναντίον· καὶ εἰ μέν ἐστι σατανικόν, ἀφανισθήσεται τάχιον τῇ τοῦ κληθέντος Χριστοῦ ἐκδιωκόμενον χάριτι, εἰ δέ που καὶ θεῖόν ἐστιν ἐν ἀληθείᾳ, οὐδ’ οὕτως πρὸς τοῦτο χρὴ τάχιον ἐπιτρέχειν, λέγειν δὲ μᾶλλον πρὸς τὸ φανέν· «Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν»· δεῦτε προσκυνήσωμεν τρισυπόστατον μίαν θεότητα· δεῦτε προσκυνήσωμεν τοῦ Χριστοῦ τὴν εἰκόνα καὶ τῆς θεομήτορος καὶ τὸν σταυρὸν τοῦ Κυρίου καὶ ἐμὸν φυλακτήριον καὶ δαιμόνων τὸ ὀλοθρευτήριον.

Ἐξείπωμεν δὲ καὶ τὸ τῆς πίστεως ἅγιον σύμβολον καὶ τὸ «Ἀναστήτω ὁ Θεός», καὶ τότε ἴσως πιστεύω σοι «ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας» πρὸς τὴν ἐμὴν ἀναξιότητα, τὸν μηδέν τι ἀγαθὸν πεποιηκότα «ἐνώπιον τοῦ Θεοῦ», ἀλλὰ κατὰ χάριν ἐλεῶν καὶ παρακαλῶν τὴν ἐμὴν οὐθενότητα. Ταῦτα οὖν καὶ τὰ τοιαῦτα ὁ ἀπατηθεὶς ἀδελφὸς εἰ ἔδρασε καὶ ἔφρασεν, οὐκ ἂν ὑπὸ τῶν πονηρῶν ἐκείνων ἐνεπαίχθη δαιμόνων, οὐκ ἂν ὑπ’ αὐτῶν τηλικαύτην ὑπέστη ἀπάτην καὶ κάκωσιν, οὐκ ἂν ἀντὶ ποιμένος καθυπεδέξατο λύκον, οὐκ ἂν ἀντὶ φωτὸς ἐδέξατο σκότος, οὐκ ἂν ἀντὶ λιμένος εἰς τοσοῦτον εἰσπέπτωκε βόθρον.

Ἀλλὰ δεῦρο καὶ εἰς μέσον εἰσάξωμεν τῆς ἀπάτης τὸν τρόπον, οὐχ ἵνα πάντως ἐκείνου κατηγορήσωμαι (κατηγορῶν γὰρ ἐκείνου κατηγορῶ ἐμαυτοῦ, ὡς καὶ τὰ ἡμέτερα θαλαττώδη πρὸς ποῖον ὁ κυβερνήτης ἰθῦναι λιμένα μὴ ἐπιστάμενος), ἀλλ’ ἵνα τὸ ἐκείνου σφάλμα καὶ πρόσκομμα ἀσφάλεια μετὰ Θεὸν γενήσεται ἡμῶν καὶ διέγερσις· ἐκεῖνος γὰρ πέπονθεν ἤδη, ὅπερ καὶ πέπονθε, καὶ μέλει περὶ ἐκείνου τῷ Θεῷ, ἡμεῖς δὲ πολλῆς Θεοῦ χρῄζομεν βοηθείας καὶ πολλῆς ἐγρηγόρσεως, ἵνα μὴ ὑπὸ μιαροῦ ἀγρευτοῦ ἀγρευθῶμεν δεινῶς. Διὰ τοῦτο κἀγὼ τὸν ἀπατηθέντα καταλιπὼν περὶ τῆς ἡμῶν σὺν Θεῷ ἀσφαλείας πρότερον διελέχθην· εἰ γὰρ ἀσεβῶν καταπιπτόντων, ὡς γέγραπται, δίκαιοι κατάφοβοι γίνονται, καὶ «πονηρὸν πανοῦργος ἰδὼν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται», πόσῳ γε μᾶλλον ἡμᾶς ἐνδέχεται φοβηθῆναί τε καὶ παιδευθῆναι μὴ ἀσεβῆ ἀλλ’ εὐσεβῆ, μηδὲ πονηρὸν ἀλλ’ ἐνάρετον εἰδότας καὶ πλοῦτον ἀρετῶν ἐσχηκότα καὶ ἐξάπινα κενωθέντα καὶ ἐλεεινῶς ἐπὶ χέρσου τὸ ναυάγιον ὑπομείναντα.

Ἴβηρος γὰρ τῷ γένει ὑπῆρχεν ὁ ἀνὴρ καὶ δόκιμος μοναχός, Γαβριὴλ τοὔνομα, καὶ ἱερατικοῦ κατηξιωμένος βαθμοῦ, περιδέξιος δὲ ἐν χειρεργίῳ παντὶ καὶ τοὺς Ἁγίους τῶν Ἱεροσολύμων Τόπους καταλαβὼν ἐργάτης ἄριστος ἐδείκνυτο ἀρετῆς.

Καὶ οὐ μόνον δὲ ὅτι ἐν διαφόροις δεδούλευκε κοινοβίοις τιμώμενος ὑπὸ πάντων ὡς νουνεχὴς καὶ ἱερεὺς καὶ περιδέξιος καὶ συνετὸς καὶ φιλάδελφος καὶ ἐν ταῖς ἁγίαις Γραφαῖς πεπυκνωμένος, ἀλλ’ ὅτι καὶ βίον ἐρημικὸν κατὰ διαφόρους διέτριψε τόπους καὶ χρόνους καὶ νῦν μὲν χρόνους τρεῖς, νῦν δὲ χρόνους πέντε, νῦν δὲ χρόνους τρεῖς ἄλλους πάλιν τὴν τοῦ σώματος ῥώμην καταλῦσαι φιλονεικῶν καὶ «τὸ χεῖρον καθυποτάξαι τῷ κρείττονι» καὶ εὐήνιον τὸ δυσήνιον καταστῆσαι προαιρούμενος, εἶτα πρὸς τὴν τοῦ ἁγίου καὶ μεγάλου πατρὸς Σάβα προσχωρήσας εὐαγεστάτην μονὴν καὶ ἐν αὐτῇ διατρίψας χρόνους τινὰς ἔφεσις αὐτῷ πρὸς ἀνάβασιν στύλου προσγίνεται πρὸς περισσοτέρας τάχα σκληραγωγίας σκοπὸν καὶ κατόρθωσιν ἀρετῆς, κἂν καὶ συμβέβηκε τοὐναντίον, προσαπολέσας καὶ ἅπερ προεῖχε χρηστὰ πλεονεκτήματα, {καὶ} ὥσπερ οἱ πετασθῆναι ἄνευ πτερῶν ἐφιέμενοι καὶ ῥᾳδίως πεπτωκότες συντρίβονται.

Ὁ οὖν καθηγούμενος κῦρις Σάβας ὡς τοῦ καλοῦ ἐραστὴς καὶ συνήγορος προτρέπεται τῷ ἀνδρὶ πρὸς τὴν τοῦ στύλου ἀνάβασιν (ἥτις αὐτῷ κατάβασις γέγονε μᾶλλον ἢ ἀνάβασις, ὅτι οὐδὲ ἐπὶ θαλάσσης διατρέχειν ἅμαξαν δυνατὸν οὐδὲ ἐπὶ ξηρᾶς ὁλκάδα ἐφικτὸν διαπλεῖν· τούτοις τάχα τοῖς παραδείγμασι καὶ ἡμεῖς ἐξομοιούμεθα, ὁπηνίκα ἀνακολούθως τὰ πράγματα παραχρώμεθα καὶ ἐπιθυμῶμεν τὰ μὴ προσήκοντα).

Ἦν οὖν ἐπὶ τρία ἔτη ἐν τῷ στύλῳ διαιτώμενος ἐν σπουδῇ καί, ὡς αὐτὸς ἔλεγεν, ὑπέκλινεν ἡ καρδία αὐτοῦ χάρισμά τι ζητοῦσα πρὸς Θεοῦ· ἦν δὲ τοῦτο, ὡς τὸ πρᾶγμα ὑπέδειξεν, ἐναργὴς τέχνη τοῦ σατανᾶ, ὅπως αὐτὸν ποιήσῃ ἐπιθυμῆσαι τὰ μὴ προσήκοντα, κἀντεῦθεν καὶ ἃ ἔχει προσαπολέσῃ διὰ κενῆς· ὅπερ καὶ γέγονεν. (Ὁ γὰρ τὸν ἴδιον ὀδόντα ἐκριζώσας καὶ ξύλινον ἀντ’ αὐτοῦ καταπήξας, δυσχερὴς ἡ ἐσθίασις, καὶ ὁ τῆς θείας καὶ τῆς εὐθείας τρίβου ἐκτραπεὶς κακοβουλίᾳ σατανικῇ, δυσχερῆ καὶ ὀλέθρια τὰ ἐφεψόμενα).

Καὶ ὢ τῆς πλάνης, ὢ τῆς μανίας τῆς καθ’ ἡμῶν τοῦ ἐχθροῦ· ἔρχεται οὖν πρὸς αὐτὸν ἐν ἀωρίᾳ νυκτερινῇ ὁ παμπόνηρος δαίμων καὶ τῆς κακίας ταμιοῦχος τὸ τοῦ μεγάλου πατρὸς Σάβα σχῆμα ὑποκρινόμενος καί φησι πρὸς αὐτόν· Χαίροις, ἀδελφέ, ὡς μεγάλα ὄντως κατωρθωκὼς κἀμὲ ὑπερβὰς ταῖς ἀρεταῖς· κἀγὼ ἐνταῦθα διατρίβων καὶ περιπολεύων πολλάκις πλὴν σοῦ οὐδενὶ ἐμαυτὸν ἀπεκάλυψα τῶν ἐν τῇ λαύρᾳ μου μοναχῶν διὰ τὰ πάθη καὶ τὴν ἀμέλειαν αὐτῶν ἀποστρεφόμενος τούτους, τῇ δὲ σῇ ἀρετῇ καὶ τοῖς χρηστοῖς κατορθώμασι θεραπευθεὶς ὁ Θεὸς ἀπέσταλκέ με τοῦ ἐπισκέψασθαί σε καὶ χαρὰν μεγάλην εὐαγγελίσασθαί σοι· μέλλει γὰρ ὁ Χριστὸς μετὰ τῶν ταγμάτων αὐτοῦ παραγενέσθαι πρὸς σέ, ὅπως χαρισμάτων τινῶν κατὰ τὸ σὸν ἐφετὸν ἀναδείξῃ σε μέτοχον καὶ ὑποδείξῃ σοι, ὥσπερ καὶ τῷ μεγάλῳ Παϊσίῳ, πῶς μέλλει ἐλθεῖν ἐν τῇ δευτέρᾳ αὐτοῦ καὶ φρικτῇ παρουσίᾳ. Ἐγὼ δὲ κατὰ τὴν αὔριον ὀψὲ μέλλω πάλιν ἐνδημῆσαι πρὸς σέ, οὐ μόνος ἀλλὰ καὶ μετὰ τῶν ἐμῶν δύο συναδελφῶν, ἤτοι τοῦ μεγάλου Συμεὼν τοῦ στυλίτου καὶ τοῦ ἐκ τῆς ἐμῆς λαύρας ἁγίου Στεφάνου τοῦ Τριχινᾶ (ὅρα τὸν δόλον, πῶς καὶ τὰ τρία ὀνόματα εἰς τὸ τοῦ σῖγμα στοιχεῖον, Σάβας, Συμεὼν καὶ Στέφανος), ὅπως καθοδηγήσωμέν σε, φησίν, εἰς ὑπάντησιν καὶ προσκύνησιν τοῦ Χριστοῦ· ἔταξε γὰρ τοὺς τρεῖς ἡμᾶς τοῦ ἐπισκέπτεσθαι καὶ παραμένειν ἐν σοί.

Καὶ ταῦτα εἰπὼν ὁ τῆς κακίας σπορεὺς καὶ τὸ δέλεαρ ἐπιδείξας ἐν τῷ τῆς ἀπάτης ἀγκίστρῳ μεστὸν ἰοῦ θανατηφόρου ἀπηλλάγη τοῦ μοναχοῦ.

Οὐ γὰρ ἔστιν ὀφθῆναι δένδρον ἐν τῷ οὐρανῷ ἄνω ἐρριζωμένον, οὐδὲ ἔστιν ἀστέρα πάλιν ἐπὶ τῆς γῆς θεωρῆσαι περιαυγάζοντα κάτω, καὶ οὐδέν ἐστιν σφαλερώτερον καὶ ὀλεθριώτερον τοῦ εὐπαράδεκτον καὶ εὐεξαπάτητον εἶναί τινα ταῖς φαντασίαις καὶ μεθοδείαις τοῦ σατανᾶ. Ὁ δὲ μοναχὸς ἀντὶ τοῦ ἑτοιμασθῆναι πρὸς τὸ ἀπαιτῆσαι τοὺς ἐνδημοῦντας ἀναμφιλέκτους τὰς ἀποδείξεις, εἴτε πλάνοι πεφύκασιν εἴτε ἀληθεῖς, ἀνεπτέρωσε μᾶλλον τοὺς λογισμοὺς πρὸς θείων ἔφεσιν χαρισμάτων καὶ τοῦ φρονεῖν «παρ’ ὃ δεῖ φρονεῖν» καὶ μᾶλλον παραφρονεῖν.

Εἶτα κατὰ τὴν ὑπόσχεσιν τῇ ἐπιούσῃ νυκτὶ παραγίνεται πρὸς αὐτὸν ἡ προρρηθεῖσα πανωλέθριος τριὰς (καὶ ὥσπερ οὐκ ἔστιν θεάσασθαι ποταμὸν τρέχοντα ἐξαντιστρόφως ἐκ τῶν κάτωθεν ἄνω, οὕτως οὐκ ἔστιν περὶ ταῖς τοιαύταις φαντασίαις καὶ ἀπάταις ὀρθὸν ἢ χρήσιμόν τι ὀφθῆναι ἢ λαληθῆναί ποτε), καὶ τὰ τῆς ἀπάτης τῶν προλεχθέντων ἐπιβεβαιωσάμενοι ῥήματα καὶ εὐπαράδεκτον εὑρηκότες τὸν μοναχὸν καὶ ὡς μηδεμιᾶς ἀσφαλείας ῥήματα ὑπ’ αὐτοῦ ἀπαιτηθέντες, οὗτοι λοιπὸν αὐτὸν ἀπαιτοῦσιν ἀπαίτησιν σφαλερὰν καὶ ὀλέθριον καὶ τῆς αὐτῶν κακουργίας ὄντως ἐπάξιον. Τὴν γὰρ τιμίαν καὶ πανάχραντον εἰκόνα τῆς θεομήτορος τῷ μοναχῷ ἐπιδείξαντες (ὢ τῆς πλάνης, ὢ τῆς μανίας) λέγουσι πρὸς αὐτόν· Μηκέτι ταύτην προσκύνει, μήτε λιτάνευε ὡς μητέρα Χριστοῦ· ἀπατῶνται γὰρ οἱ προσκυνοῦντες καὶ τιμῶντες αὐτὴν ὡς Θεοτόκον· τοσοῦτον γὰρ τὸν Χριστὸν ὄντα καὶ τηλικοῦτον, ἀμήχανον ἦν διὰ γυναικὸς γεννηθῆναι καὶ γυναῖκα καλέσαι μητέρα. Τοῦτο δὲ καὶ ὁ Χριστὸς ἔχει σοι ἐπιβεβαιῶσαι κατὰ τὴν αὔριον ὀψὲ ἐνδημήσας πρὸς σέ.

Ταῦτα γὰρ οἱ ἀπατεῶνες ἐκεῖνοι καὶ παμμίαροι δαίμονες εἰρηκότες καὶ εἰς φρενῶν ἔκστασιν ἀγαγόντες τὸν ἀδελφὸν οὐδὲν ἴσχυσεν, οἴμοι, ἀντιφράσαι τι ὅλως πρὸς ταῦτα, μήτε προφητικῶν ῥήσεων ἀπομνημονεῦσαι μήτε ἀποστολικῶν κηρυγμάτων μήτε συνοδικῶν θεσπισμάτων τῶν διαρρήδην Θεοτόκον ἀποκαλούντων αὐτὴν καὶ τοῦ γένους ἡμῶν ἐκ τῆς αἰχμαλωσίας ἀνάκλησιν. Ἐπελάθετο δὲ ὅτι καὶ ἐπὶ σταυροῦ κρεμάμενος ὁ Κύριος ὡς μητέρα αὐτοῦ προμηθούμενος πρὸς ἕτερον υἱὸν τὸν Θεολόγον Ἰωάννην ταύτην παρέθετο, ὅπως ἐκ Θεοῦ Υἱοῦ διακριθεῖσα κατὰ τὸ ἐνεστὼς καὶ πρὸς θετὸν υἱὸν συγκριθεῖσα τὸ μητρικὸν γέρας ἀναφαίρετον φέρῃ διηνεκῶς· ἐπελάθετο τούτων ἁπάντων ὁ μοναχὸς καὶ ἐντεῦθεν λοιπὸν φρενοβλαβῶς ἐνωτίζετο τὰ τῶν δαιμόνων πανωλέθρια ῥήματα.

Εἶτα πάλιν τῇ ἐπιούσῃ νυκτὶ οἱ πλάνοι τῷ πλανηθέντι προσέρχονται (καὶ ὥσπερ οὐκ ἔστι φυρᾶσαι καὶ ἀρτοποιῆσαι τὸ ἄχυρον, οὕτως οὐδὲ ἐν τούτοις τι ἀγαθὸν ἀποβῆναι) καί φασι πρὸς αὐτόν· Θυμίασον· ἥκει γὰρ ἤδη πρὸς σὲ ὁ Χριστός. Εἶτα μετὰ τὸ θυμιᾶσαι λέγουσιν αὐτῷ· «Ἆρον τοὺς ὀφθαλμούς σου καὶ ἴδε». Καὶ ἀτενίσας ὁρᾷ τάγματα φωτεινῶν δῆθεν ἀγγέλων χορόν τε ἀποστόλων καὶ προφητῶν καὶ μαρτύρων δῆθεν καὶ ὁσίων, μέσον δὲ τούτων ὡς ἐπὶ θρόνου ἐπηρμένου καθήμενον τὸν Χριστὸν (τὸν τοῦ Χριστοῦ μᾶλλον ἐχθρὸν καὶ ἀλλότριον καὶ τοῦ σκότους ἐξάρχοντα). Καὶ λέγουσιν αὐτῷ πάλιν οἱ κακοὶ ὁδηγοί· Θέασαι ἐκεῖνο τῶν ὁσίων τὸ τάγμα, ἐν ᾧ ὁ μέγας Ἀντώνιος προΐσταται, ὅτι ἐν τῷ χορῷ τούτων μέλλεις περιχορεῦσαι καὶ αὐτὸς ὡς τοῦ Χριστοῦ ἐκλεκτός· ἀλλὰ νῦν ἔξελθε τάχιον καὶ προσκύνησον τὸν Χριστὸν καὶ λήψῃ τὰ παρ’ αὐτοῦ σοι διδόμενα χαρίσματα.

Καὶ δύναται ἆρα νεκρὸς δοῦναι τῷ ζῶντι ζωήν; ἆρά γε δύναται τὸ σκότος καταφωτίσαι τινά; ἆρα ἔχει ὁ δαίμων ἀγαθὸν μεταδοῦναί τινι; εἰ δὲ ἀγαθὸν ἐν αὐτῷ οὐκ ἔστι, πῶς ἆρά γε μεταδώσει ὃ οὐκ ἔχει ἀγαθόν; εἰ δέ που καὶ ἐξ οὗ ἔχει μεταδώσει, πάντως πονηρὸν καὶ ὀλέθριον· ὥσπερ καὶ ἀσπίς, ὅτε ἐξ οὗ ἔχει μεταδώσει, τὸν ἐκ τῆς φύσεως ἰὸν μεταδίδωσι πρὸς θάνατον καὶ ἀπώλειαν, ὥσπερ καὶ ὁ λεγόμενος σκατζόχοιρος εἰ θελήσειεν ὑφαλεῖψαί τινα, ἕψεται τὸ τῆς φύσεως καταικίζων μᾶλλον ἢ προσαλείφων τῷ προσπελάζοντι, οὕτω καὶ ἐνταῦθα·

Ἔξελθε, φησί, καὶ προσκύνησον τὸν Χριστὸν καὶ λάβε τὰς παρ’ αὐτοῦ δωρεάς. Καὶ ὢ τῆς πλάνης, ὢ τῆς ἀπάτης καὶ τῆς ἀλόγου συγκαταθέσεως· δέον γὰρ πρὸς τὸ φανὲν φάναι τῷ μοναχῷ· «Τί τὸ ὁρώμενον ξένον θέαμα; τίς ἡ παροῦσα παράταξις;» «τί τὸ περὶ ἐμὲ τοῦτο γεγονὸς μυστήριον;» τίς εἰμι ἐγὼ καὶ τί τὸ ἡμέτερον ἔργον, ἵνα ὁ Χριστὸς μετὰ τοσαύτης δορυφορίας ἐλεύσηται πρός με; ἆρα ἀληθὲς τὸ φαινόμενον; ἆρα ἀπάτη καὶ φαντασία καὶ ἐνύπνιον; καὶ πῶς ἄρα τὸ ἀσφαλὲς ἐπιγνώσομαι, ὅτι «σὺ εἶ ὁ Χριστὸς», εἰ μή που τῆς σῆς χρηστότητος καὶ ἀγαθότητος ἐμφανίσεις μοι τὰ γνωρίσματα, τὸν σταυρόν σου τὸν τίμιον, δι’ οὗ εἰργάσω τὴν σωτηρίαν ἡμῶν, τοὺς τύπους τῶν ἥλων, δι’ ὧν καὶ Θωμᾶς καὶ κόσμος ἐβεβαιώθη τὴν ἐκ νεκρῶν σου ἀνάστασιν; ᾀσάτωσαν δὲ καὶ τὰ τάγματά σου ταῦτα τὸν ἐξ ἔθους ᾀδόμενον τρισάγιον ὕμνον· ἐπειδὴ γὰρ κατεδέξω τὸ μεῖζον καὶ ἐλήλυθας πρός με, κατάδεξαι καὶ τὸ ἔλαττον καὶ πληροφόρησόν με δι’ ὧν ἐξεῖπον συμβόλων, καί, εἰ βεβαιωθῶ ἀσφαλῶς ὅτι «σὺ εἶ ὁ Χριστός», οὐχ ἁπλῶς προσκυνήσω, ἀλλὰ καὶ τὸν ὑποκάτωθέν σοι χοῦν ἐπιλούσομαι καὶ φαγοῦμαι ὡς ἁγίασμα πρῶτον· ἄνευ δὲ τούτων τῶν γνωρισμάτων οὐ μόνον ὅτι οὐ προσκυνῶ, ἀλλὰ καὶ ἀποτάσσομαί σοι καὶ τὸ «Ἀναστήτω ὁ Θεὸς» καὶ τὰ ἑξῆς ἀποφθέγγομαί σοι.

Τούτων δὲ φωράσας μηδὲν μήτε λαλήσας μήτε ἀνακρίνας ὁ μοναχὸς τὸν ἀρχέκακον καὶ τοῦ Θεοῦ ἀλλότριον ἕως ἐδάφους προσεκύνησε διάβολον, ὃς μετὰ τὴν προσκύνησιν λέγει τῷ μοναχῷ· Ἰδοὺ προσεκύνησάς με καὶ ἡμέτερος γέγονας καὶ εἶδες τὴν δόξαν μου, μεθ’ ἧς μέλλω ἐλθεῖν ἐν τῇ δευτέρᾳ παρουσίᾳ μου· σὺ δὲ πρόσεχε σεαυτὸν τοῦ μὴ ἀποστῆναί σέ ποτε ἀπ’ ἐμοῦ καὶ σύνταξαι τοῦτο κατέμπροσθέν μου καὶ τῶν ταγμάτων μου, τοῦ εἶναί σε ἡμέτερον· κἀγώ σοι δωροῦμαι τρία μεγάλα χαρίσματα (ἀντὶ τοῦ τρία μεγάλα κακὰ ἔτη). Καὶ ὑπολαβὼν ἔφη ὁ μοναχός· Ἐπειδὴ «σὺ εἶ ὁ Χριστός», συντάσσομαι τοῦ εἶναι σός. Καὶ ἀποκριθεὶς εἶπεν ὁ ἀπατεών· Τὴν εἰκόνα Μαρίας τῆς λεγομένης Θεοτόκου μηκέτι ὡς μητρός μου προσκύνει, καθότι οὐδέ ἐστίν μου μήτηρ· καὶ σοὶ ὡς δούλῳ ἡμετέρῳ καὶ θεράποντι νῦν ἀπεκάλυψα τοῦτο. Ἰδοὺ γὰρ τὴν ἐμὴν δόξαν πάντως ὁρᾷς. Καὶ πῶς ἄρα ἦν δυνατὸν γυναῖκα ἔχειν με μητέρα;

Ἔδει οὖν, ἔδει ἐν τούτοις τοῖς λόγοις τοῦ δολίου φωρᾶσαι τὸν δόλον καὶ φράσαι τρανῶς· Οὐκοῦν, εἰ οὐκ ἔστιν σου μήτηρ ἡ Θεοτόκος, εὔδηλον ὅτι οὐδὲ «σὺ εἶ ὁ Χριστός», καὶ ἀεὶ ψεύστης ὢν ἐν τούτῳ καὶ μόνον ἠλήθευσας νῦν, ἐξειπὼν ὅτι ἡ Θεοτόκος οὐκ ἔστι σου μήτηρ, καθότι οὐδεμία «κοινωνία φωτὶ πρὸς σκότος»· ἐκείνη γὰρ τοῦ ἀληθινοῦ φωτός ἐστι μήτηρ, σὴ δὲ μήτηρ ἡ ἀπώλειά ἐστι καὶ ἡ γέεννα τῆς αἰωνίου φλογὸς καὶ ἡ πανέσπερος σκοτία τοῦ ᾅδου. Καὶ λοιπόν· «Ἀναστήτω ὁ Θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ» καὶ τὰ ἑξῆς.

Ἐγὼ δὲ σέβομαι καὶ ὑμνῶ καὶ προσκυνῶ «τὴν ἄχραντον εἰκόνα» τῆς θεομήτορος καὶ τοῦ ἐξ αὐτῆς γεννηθέντος ἀρρήτως καὶ τὸν σταυρὸν αὐτοῦ τὸν τίμιον καὶ τῶν θείων αὐτοῦ θεραπόντων τοὺς σεπτοὺς χαρακτῆρας, ὑφ’ ὧν ἐλογίσθης ὡς ἄθυρμα καὶ ὡς στρουθίον παιζόμενον ὑπὸ παιδίων μικρῶν. Ἀλλὰ τούτων ἁπάντων ὁ ἀπατηθεὶς ἐξεῖπεν οὐδέν· ἦσαν γὰρ λοιπὸν κεκλοφότες οἱ κλέπται καὶ θύσαντες καὶ ἀπολέσαντες τὸν νοῦν αὐτοῦ καὶ τὰς φρένας· διὸ καὶ μετὰ πάσης ἀδείας λοιπὸν ἔδρων εἰς αὐτὸν ὅσα καὶ ἐβούλοντο.

Εἶτα προσθεὶς ὁ ἀπατεὼν λέγει τῷ ἀπατηθέντι· Κατὰ τὴν αὔριον ὀψὲ στῆθι πρὸς τὴν βόρειον παραθύραν τοῦ στύλου σου καὶ τρανῶς ἐπικραύγασον τὰ τρία ταῦτα ὀνόματα, Σάβαν, Συμεὼν καὶ Στέφανον. (Καὶ ὅρα μοι τὴν τέχνην τοῦ σατανᾶ καὶ τὴν πολλὴν κακουργίαν, πῶς παρασκευάζει τὸν μοναχόν, ἵνα αὐτὸς καλέσῃ τοὺς δαίμονας καὶ μὴ αὐτόκλητοι ἔλθωσι).

Καὶ κάλεσον, φησί, Σάβαν, δηλονότι τὸν σατανᾶν, Συμεών, σύνεδρον δηλαδὴ τοῦ ῥηθέντος, Στέφανον δὲ ὡς δαιμονικοῦ στίφους ἐξάρχοντα καὶ στέφους θείου ἀπαλλοτριοῦντα τοὺς πειθομένους αὐτῷ· καὶ κράξον, φησί, τούσδε τοὺς τρεῖς μου θεράποντας, μεθ’ ὧν καὶ σταλήσονται τὰ ὑποσχεθέντα σοι μεγάλα τρία χαρίσματα· τούτους γὰρ τοὺς τρεῖς ἔταξα τοῦ διακονεῖν σοι καὶ διὰ παντὸς παραμένειν σοι (ὅρα τὴν σκαιωρίαν, ἀντὶ τοῦ ἐτάζειν σε καὶ πατάσσειν σε). Ταῦτα οὖν ἀπατηλῶς καὶ δολίως τῷ πλανηθέντι ὁ βύθιος δράκων ἐκεῖνος ἀποφηνάμενος ἄφαντος μετὰ τῆς αὐτοῦ συμμορίας ἐγένετο. Ὁ δὲ μοναχὸς τῇ ἐπιούσῃ νυκτὶ πρὸς τὴν ῥηθεῖσαν θυρίδα σταθεὶς «φωνῇ μεγάλῃ» ἐκραύγασε τὰ προρρηθέντα ὀνόματα.

Ἀκηκοότες δὲ οἱ ἐν τῇ λαύρᾳ μοναχοὶ τὰς ἀτάκτους ἐκείνας φωνὰς ἐταράχθησαν οὐ μετρίως κουρσαρίων τινῶν ὑποτοπάσαντες ἔφοδον. Ἐφίσταται οὖν πρὸς αὐτὸν εὐθὺς μετὰ τὴν κραυγὴν ἡ κληθεῖσα πανωλέθριος τῶν δαιμόνων τριὰς καί φησι πρὸς αὐτόν·

Ἡμεῖς ἐσμεν ἃ ὁ Χριστὸς ἔστειλέ σοι τρία χαρίσματα· ἀλλὰ πρῶτον ἐξέμεσον τὴν ὕλην τῶν ἐνδοσθίων σου καὶ καθάρθητι καὶ εἶθ’ οὕτως ὑπόδεξαι τὰ χαρίσματα. Τάχα τὴν χάριν τοῦ ἁγιασμοῦ καὶ τῆς ἁγίας δωρεᾶς τοῦ δεσποτικοῦ σώματος ὕλην οἱ παμπόνηροι ἐκάλεσαν δαίμονες καὶ ἤθελον ταύτης αὐτὸν διαγυμνῶσαι καὶ ἀδεῶς εἰς αὐτὸν ἐνοικῆσαι· ὅπερ καὶ γέγονε.

Κεκυφότος γὰρ καὶ ἐξεμοῦντος ἐκείνου καὶ δεινῶς πάσχοντος καὶ ἀκρατῶς ἐξεμοῦντος καὶ ποιουμένου τὰς ἐρυγάς, ὥστε μικροῦ δεῖν καὶ τὴν ἔνδοθεν ἅπασαν οἰκονομίαν μέλλων ἐκχέειν, ἔτι τοῦ στόματος αὐτοῦ ὄντος ἀνεῳγμένου περὶ τὰ τοιαῦτα δεινά, τὸ ἓν εἰσπηδῆσαν τῶν δαιμονίων εἰσῆλθε διὰ τοῦ στόματος ἐν τοῖς ἐγκάτοις αὐτοῦ, τὰ δὲ ἕτερα δύο πρὸς ἓν εἰς τὰ δύο αὐτοῦ εἰσήλθοσαν ὦτα· καὶ πατάξαντες τοῦτον ἐπὶ τῆς γῆς καὶ δεινῶς τιμωρήσαντες μόλις ἀνῆκον τῆς τυραννίδος αὐτόν.

Καὶ εὐθὺς πορνείας ἐπιθυμίαν τούτῳ προβάλλουσι καὶ δαιμόνιον ὡς γύναιον δῆθεν αὐτῷ παραστήσαντες ἐκπορνεύειν προετρέποντο. Τὰ δὲ ἑξῆς βλάσφημά τε καὶ ἀπόρρητα ὡς μιαρά τε καὶ ἄθεσμα καὶ πολλῆς βλάβης παραίτια τοῖς ἐντυγχάνουσι μέλλοντα γραφῇ παραδοῦναι οὐ βούλομαι, ἀλλ’ ἐν βραχείᾳ λέξει τινὶ τοῖς νουνεχέσι παραδηλώσω τὴν συμφοράν· «ἀπερρίφη» γὰρ ἔκτοτε, οἴμοι, «εἰς βάθη καρδίας θαλάσσης» λογισμῶν ἀκαθάρτων «καὶ ποταμοὶ» βλασφημίας ἐλεεινῶς καὶ ἀθλίως τοῦ Ἰωνᾶ ὑπὲρ πλεῖον «περιεκύκλωσαν αὐτόν».

Καὶ τότε λοιπὸν τῆς πολλῆς ταύτης ἀπάτης αἴσθησιν ἔλαβεν καὶ ἔμαθε πείρᾳ ὅτι πρὸς τὰ τοῦ διαβόλου καὶ τῶν δαιμόνων δίκτυα περιπέπτωκεν. Ἐπεὶ δὲ ἀκόρεστον οἱ δαίμονες πρὸς τὸ κακὸν πάντοτε τὴν ῥοπὴν ἔχουσιν, οὐκ ἀρκοῦνται τοῖς εἰρημένοις δεινοῖς, ἀλλὰ καὶ πρὸς φόνον αὐτὸν παρορμοῦσι τρόπῳ τοιῷδε. Ἦν γὰρ ὡς ἔκ τινος διαστήματος τοῦ στύλου αὐτοῦ ἡσυχάζων τις ἕτερος μοναχὸς δόκιμος, Δαβὶδ τοὔνομα. Καὶ τοῦτον ὁ δαίμων ὑποκρινόμενος εἰσήρχετο εἰς τὸν στῦλον καὶ ἔλεγε· Τί ἐστιν, ἀδελφὲ Γαβριήλ, καὶ ἱνατί διαλογίζῃ ἐν τῇ καρδίᾳ σου ὡς ὅτι ἠπάτησαι παρὰ δαιμόνων; γίνωσκε οὖν ὅτι ἄγγελοί εἰσιν οἱ πλησιάσαντές σοι καὶ οὐ δαίμονες, καὶ μηδὲν λοιπὸν ὑπονόει ὅτι ἠπάτησαι. Ὁ δὲ πείρᾳ γινώσκων ὅτι ἐνεπαίχθη παρὰ δαιμόνων καὶ δεινῶς πάσχει κατὰ τοῦ ῥηθέντος Δαβὶδ ἐξεμαίνετο καὶ διεπρίετο, δοκῶν ὅτι καταγελᾷ αὐτοῦ καὶ κατειρωνεύεται ἀγγέλους εἶναι τοὺς δαίμονας. Ὡς δὲ πολλάκις ὁ δαίμων τὸ τοῦ Δαβὶδ προσωπεῖον ὑποκρινόμενος πρὸς τὸν στῦλον εἰσῄει, καὶ ἀγγέλους αὐτοὺς εἶναι φάσκοντος, ἐμμανὴς ἐκ τοῦ στύλου κάτεισιν ἐμβριμούμενος «μετὰ θυμοῦ καὶ ὀργῆς» πρὸς τὸν Δαβὶδ ἀφικνούμενος τοῦ ἀναιρεῖν αὐτόν, ὡς αὐτοῦ διαγελῶντος δῆθεν καὶ καταπαίζοντος.

Ἀπελθὼν δὲ καὶ κατά τινα Θεοῦ οἰκονομίαν τὸν Δαβὶδ ἐπιτηδείως μὴ εὑρών, λοιδορίαις καὶ ὕβρεσιν ἔξωθεν ἑστηκὼς τοῦτον κατέπλυνε καί, ἱνατί, φησίν, εἰσέρχῃ ἐν τῷ στύλῳ μου καθ’ ἑκάστην καὶ διαγελᾷς μου καὶ καταπαίζεις μου ἀγγέλους μοι λέγων εἶναι τοὺς δαίμονας; Ἐξεπλάγη Δαβὶδ ἀκούων ταῦτα καὶ ἔγνω τὸν δόλον καί φησι πρὸς αὐτόν· Τί λέγεις, ἀδελφέ, τί λέγεις, πεπλανημένε; ἐγὼ γὰρ ἱκανὸν ἔχω χρόνον ὅτι οὐ παρέβαλόν σοι, καὶ σὺ λέγεις ὅτι ἔρχομαι πρὸς σὲ καθ’ ἑκάστην καὶ λέγω σοι ταῦτα; τί ἐστιν ὃ λέγεις καὶ τί πέπονθας, εἰπὲ ἡμῖν. Τότε λοιπὸν διηγεῖται αὐτῷ κατὰ μέρος τὰ τῆς ἀπάτης καὶ τῆς δραματουργίας τοῦ σατανᾶ καὶ ὅτι τρία δαιμόνια εἰσῳκίσθησαν εἰς αὐτόν. Τότε οὖν ὁ Δαβὶδ τοῦτον παραλαβὼν ἄπεισι πρὸς τὴν λαύραν· καὶ τῆς ἀπάτης τὸν τρόπον ἑκάτεροι ἐκτραγῳδήσαντες ἐξεπλάγησαν οἱ μοναχοὶ πάντες ἐπὶ τῷ ξένῳ τούτῳ ἀκούσματί τε καὶ θεάματι καὶ εἶπον ὅτι· Καὶ ἡμεῖς ἠκούσαμεν αὐτοῦ τὰς φωνὰς κράζοντος τῇ νυκτὶ ἐκείνῃ Σάβαν καὶ Συμεὼν καὶ Στέφανον καὶ ἐφοβήθημεν σφόδρα κουρσαρίων τινῶν δεδιττόμενοι ἔλευσιν.

Κρίσει οὖν τοῦ καθηγουμένου κυροῦ Σάβα καὶ τῶν ὑπ’ αὐτὸν μοναχῶν στέλλεται εἰς τὸ τοῦ μεγάλου Εὐθυμίου κοινόβιον, ἐν ᾧ καθηγούμενος ἦν ὁ τιμιώτατος γέρων κῦρις Θεοστήρικτος, παρ’ οὗ καὶ ξύλα ἀποκομίζειν ἐν τῷ ἀρτοκοπείῳ καὶ ἐν τῷ μαγειρείῳ προστάττεται. Καὶ ἦν τοῦτον, φησίν, καθορᾶν καθ’ ἑκάστην φόρτον ξύλων τοῖς ὤμοις ἐπιφερόμενον καμήλου σχεδὸν μηδὲν ἀποδέοντα· ἀλλ’ οὐδ’ οὕτω ἀνήκειν αὐτὸν οἱ δαίμονες εἵλοντο, ἀλλὰ τοῦτον καὶ οὕτως κατατρυχόμενον καὶ αὐτοὶ κατατρύχοντες αὐτὸν ἐβασάνιζον. Εἶτα διὰ θερμῆς ἐπισκέψεως τοῦ μεγάλου πατρὸς Εὐθυμίου τὰ ἐν τοῖς ὠσὶν αὐτοῦ ἀπηλάθησαν δύο δαιμόνια, τὸ δὲ ἐν τῇ αὐτοῦ κοιλίᾳ ἐμφωλεῦσαν ἀκμὴν ἐπιμένει κατατῆκον καὶ ἀποθλῖβον αὐτοῦ τὰ ἐντὸς καὶ λέγον αὐτῷ ὅτι· Ἐγὼ τὴν ψυχήν σου παρέλαβον καὶ ἐξουσιάζω αὐτὴν καὶ ἐκριζῶ αὐτὴν ἀπὸ σοῦ, ὅτε καιρός.

Ὢ τῆς καθ’ ἡμῶν ἀπλήστου μανίας τοῦ σατανᾶ, ἧς μηδένα ἐξ ἡμῶν πειραθῆναι τὸν Κύριον δυσωπήσωμεν· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀκινδύνως πειραθῆναί τινα δηλητηρίου φαρμάκου, καὶ οὐκ ἔστιν τὸν εἰς τὰ δίκτυα συμπλακέντα καὶ τοῦ ἰοῦ μετασχόντα τῶν πονηρῶν δαιμόνων μὴ τῇ ψυχῇ καὶ τῷ σώματι κακωθῆναι δεινῶς, ὡς καὶ ὁ νῦν ἐκθειαζόμενος καὶ θρυλλούμενος μοναχός, ὃς ἦν ἐν ὑποταγῇ ἐκδουλεύων ἐπιμελῶς ἐν τῇ ῥηθείσῃ μονῇ, ἄχρις ἂν ὁ τῆς ἀπωλείας υἱὸς Σαλαχαντὴς ὡς μονιὸς ἄγριος εἰσελθὼν κατελυμήνατο τὸν ἀμπελῶνα Κυρίου.

Ἐγὼ δὲ καὶ περὶ ταύτης τῆς συμφορᾶς δίκαιον ἡγοῦμαι μικρά τινα προσθεῖναι τῷ λόγῳ. Τίς ἄρα κριμάτων Θεοῦ ἀκατάληπτον καὶ ἀνεξιχνίαστον ἄβυσσον καταλαβέσθαι ἰσχύσειε; τίς ἄρα οὐκ ἐκπλαγείη καὶ θαυμάσειε Θεοῦ μακροθυμίαν καὶ ἀκατανόητον βάθος οἰκονομιῶν αὐτοῦ ἢ τίς οὐ θρηνήσειεν ἀπὸ ψυχῆς καὶ καρδίας συμφορὰν τηλικαύτην καὶ πραγμάτων τοιούτων μεταβολὴν ἐναντίαν, βλέπων τε καὶ ἀκούων πῶς τῆς ἁγίας ἐκείνης γῆς ἡ ἁγία ποίμνη ἀπηλάθη, καὶ ἐδόθησαν τὰ ἅγια τοῖς κυσί, πῶς τοῦ ἁγίου σίμβλου ὁ καθαρώτατος τῆς πίστεως μελισσὼν ἐξεβλήθη, καὶ ἀντεισῆλθεν κανθάρων ἑσμὸς ἀκαθάρτων, πῶς πέπτωκεν εὐαερία, καὶ ἀντανέστη εὐροκλύδων «ἐξ ἐσχάτων τῆς γῆς» καὶ κατέστρεψε τὸν φραγμὸν τοῦ δεσποτικοῦ ἀμπελῶνος (οὕτω γὰρ περὶ τούτου τινὲς ἐτεκμήραντο, ὅτι ἄνεμος ἐγερθήσεται καὶ καταστρέψει ἅπασαν τὴν γῆν ἐκείνην), πῶς ὕπνωσεν ὁ φυλάσσων, καὶ μονιὸς ἄγριος εἰσελθὼν τοὺς καρποὺς ἐλυμήνατο τοῦ ἀμπελῶνος Κυρίου;

Πῶς ἄρα καὶ διατί γέγονε ταῦτα, λέγειν οὐ δύναμαι, οὐδὲ τολμῶ πάντων κατηγορῆσαι περὶ πράξεως καθολικῆς ἁμαρτίας συμβεβηκέναι τὰ τοσαῦτα δεινά· διότι ὥσπερ ἀμήχανον τοῦ μὴ εἶναι ἁμαρτωλοὺς καὶ παρανόμους τινάς, οὕτως ἀμήχανον τοῦ μὴ εἶναι καὶ δικαίους τινὰς καὶ τοῦ καλοῦ ἐραστάς.

Ἀλλ’ ἐπειδὴ καὶ δι’ ἑνὸς ἁμαρτίαν, ὡς γέγραπται, μαστίζεται πόλις, πόσον ἂν εἶχε μαστίξαι ἡ τῶν πλειόνων ἁμαρτία λοιπόν· τῆς γὰρ μιᾶς πλάστιγγος τῆς τρυτάνης βαρυνομένης ἡ ἑτέρα πάντως ἀνακουφίζεται καὶ ὑπερνικᾷ ῥᾳδίως· δῆλον ὅτι καὶ ὁ τῶν ἁμαρτωλῶν πλεονασμός· πλεονάζει γὰρ τοῦ σίτου τὸ ἄχυρον, τῶν δὲ δικαίων πολλὰ οἱ ἁμαρτωλοί.

Καὶ ἐντεῦθεν αἱ πράξεις αἱ πονηραὶ ὑπερενίκησαν τὰς τῶν δικαίων λιτὰς καὶ τὴν τοῦ Θεοῦ ἐπεσπάσαντο ἀγανάκτησιν, ἥτις καὶ πάντων καθήψατο· ὥσπερ καὶ ἀχρήστου ὕλης πυρπολουμένης παρά τινος γεωργοῦ συνεμπιπρᾶται πολλάκις καὶ ὁ φραγμὸς καὶ τὸ κάρπιμον ξύλον, οὕτω καὶ ἐνταῦθα συνέβη παραπλησίως, ὥστε διὰ πράξεις τινῶν ἀθέσμους καὶ παρανόμους παρεδόθησαν τὰ ἅγια τοῖς κυσὶ χολέσαντος τοῦ Θεοῦ.

Καὶ οἱ τοῦ καλοῦ ἐργάται καὶ ἐρασταὶ ἐπάσχησαν μέντοι, οὐ παρεβλάβησαν δέ· ἐῶ γὰρ λέγειν ὅτι καὶ ἐλαμπρύνθησαν πλεῖον ὡς χρυσὸς ἐν καμίνῳ. Διὸ οὐδὲ ἀλύειν καὶ ξενίζεσθαι χρὴ τοὺς ἐκεῖθεν ἀπελαθέντας διὰ τὴν ὧδε κἀκεῖσε περιφοράν, ὅτι «τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς», καὶ ὁ δόκιμος ἐν Ἱεροσολύμοις πρὸς ἀρετῆς ἐργασίαν πάντως καὶ πανταχοῦ δόκιμος, τὴν φιλεργὸν ἀεὶ ἐκμιμούμενος μέλισσαν τὴν μέλι «ἐπὶ παντὶ τόπῳ» φιλοπονοῦσαν καὶ κηρίον ἀθροίζουσαν.

Διωχθέντες γὰρ ἐκ τῆς χώρας ἐκείνης φευγέτωσαν πρὸς ἑτέραν, κατὰ τὴν θείαν φωνήν, τὴν λογικὴν ὁλκάδα ἐπιφερόμενοι μετὰ πλούτου πνευματικοῦ καὶ ἐπιζητοῦντες σωτηρίας λιμένα· καὶ ζητοῦντες εὑρήσουσιν, ὡς εἶπεν ὁ ἀψευδής. Ἡμεῖς δὲ ἐπανέλθωμεν πάλιν πρὸς τὸ προκείμενον, ὅτι οὐ περὶ τούτων ἀλλὰ περὶ τοῦ πλανηθέντος ἐλέγομεν, ὅπως καὶ τὰ τοῦ λόγου παραλειπόμενα τούτῳ συνεξυφάναντες αὐτὸν περατώσωμεν.

Καὶ ἦν, ὡς εἴρηται, ἐν τῇ τοῦ μεγάλου Εὐθυμίου μονῇ ὁ ἐκπεσὼν μέχρι καὶ τῆς ἁλώσεως· καὶ εἶθ’ οὕτως πάλιν ὑπέστρεψε πρὸς τὴν λαύραν τοῦ ἁγίου Σάβα διὰ τὴν τῶν βαρβάρων προκειμένην ἐπιδρομήν. Ἀλλ’ οὐδὲ ἐκεῖσε τὰς τούτων διαδρᾶσαι ἴσχυσε χεῖρας, ἀλλ’ αἰχμάλωτος ὑπ’ αὐτῶν ἀπηνέχθη ἐκεῖθεν εἰς Δαμασκὸν μετὰ καὶ ἑτέρων τινῶν μοναχῶν.

Τὸ δὲ τέλος αὐτοῦ οἷον γέγονεν ἢ γενήσεται, οὔπω μεμάθηκα. Αὕτη οὖν ἡ ἀπάτη καὶ ὑπερβολικὴ κακουργία γνωστὴ γέγονεν ἐν ὅλῃ τῇ Παλαιστίνῃ, ὥστε καὶ ἡσυχαστὰς μοναχοὺς καὶ μιγάδας κοινοβιακοὺς φοβῆσαι· καὶ συστολὴ κατέλαβε πάντας, καὶ τὸ τοῦ ἑνὸς σφάλμα πρὸς ἀσφάλειαν σὺν Θεῷ συνήλασε πλείστους, καὶ ἡ πτῶσις τοῦ ἑνὸς στάσις γέγονε τοῖς βουλομένοις καὶ μᾶλλον τοῖς ὀξυτέροις.

Οὗ χάριν, Χριστὲ πολυέλεε, ἵλεως ἔσο τῷ πεπτωκότι δούλῳ σου ἐκείνῳ· «ἄνες, ἄφες», δέσποτα Κύριε, τὴν ἐξ ἀπάτης καὶ πλάνης αὐτῷ προσγινομένην παρανομίαν. Ἐπειδὴ γὰρ τοῖς ἀρρήτοις σου κρίμασι συνεχωρήθη ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὁ μηδὲ κατὰ χοίρων ἄνευ τῆς σῆς κελεύσεως ἔχων ἐξουσίαν, καὶ τοσαῦτα ἐπείρασέ τε καὶ ἠπάτησέ σου τὸ πλάσμα, ἔστω τούτῳ μισθὸς ἡ ὠφέλεια τῶν πολλῶν· καὶ μνήσθητι ἡμερῶν ἀρχαίων καμάτων αὐτοῦ. Κἂν καὶ μίαν μόνην ἡμέραν δεδούλευκέ σου, μνήσθητι αὐτῆς· πιστεύομεν γὰρ ὅτι τῆς δικαιοκρισίας σου ὑπερπλεονάζει τῶν οἰκτιρμῶν σου ἡ ἄβυσσος. «

Ὁ μὴ θελήσει θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν», ὁ ἐλθὼν καὶ διασώσας ἀπολλύμενον κόσμον, ὁ ἐλθὼν καὶ ἐλευθερώσας ἡμᾶς τῆς καταδυναστείας καὶ αἰχμαλωσίας τοῦ διαβόλου καὶ τῆς αὐτοῦ τυραννίδος, ὁ ἐλθὼν τοῦ «ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς» καὶ ὑπὲρ τούτου θάνατον ὑποστάς, ὁ γινώσκων ἡμῶν τῆς φύσεως τὸ ἀσθενὲς καὶ εὐόλισθον ὡς ταύτης δημιουργός, ὁ ἐπιστάμενος τὴν καθ’ ἡμῶν ἄσχετον μανίαν τοῦ ἀνθρωποκτόνου καὶ ἀρχεκάκου διαβόλου, ὁ «συντρίβων πολέμους» «ἐν ὑψηλῷ βραχίονι» καὶ βραχίονα ὑπερηφάνων τῷ πανσθενεῖ σου σθένει πανσθενῶς, Δέσποτα, συντρίψας καὶ ἀφανίσας σύντριψον καὶ ἀπέλασον ἐκ τῶν ἐγκάτων τοῦ δούλου σου ἐκείνου καὶ ἀπὸ πάντων αὐτοῦ τῶν μελῶν τὸν τύραννον δαίμονα ἐκεῖνον καὶ πᾶσαν αὐτοῦ τὴν ἐνέργειαν καὶ δὸς συγγνώμην τῷ πλάσματί σου ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ἐλέησον δὲ ὡς ἐλεήμων καὶ τὴν τούτου ψυχὴν καὶ τοῦ κλήρου τῶν σῳζομένων ἀνάδειξον, ὅτε καιρός, ὅπως καὶ ἐντεῦθεν δοξασθῇ σου τὸ πανάγιον ὄνομα, καὶ αἰσχυνθῇ ἐπὶ πλεῖον ὁ βύθιος δράκων ἐκεῖνος καὶ ἀπατεὼν καὶ τοῦ πλάσματός σου πολέμιος.

Φύλαξον δὲ καὶ ἡμᾶς ἐκ τῶν σκανδάλων αὐτοῦ τῷ ἀμετρήτῳ ἐλέει σου· «σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων» τῆς σῆς ἀγαθότητος· φωτὶ γνώσεως καὶ συνέσεως καὶ ἀσφαλείας καὶ ἐγρηγόρσεως τοὺς ὀφθαλμοὺς καὶ τὰς φρένας καὶ τὰς αἰσθήσεις καὶ τὴν καρδίαν καὶ τὴν διάνοιαν ἡμῶν καταφώτισον καὶ καταλάμπρυνον τῷ ἀρρήτῳ φωτὶ τοῦ προσώπου σου, ὅπως μὴ ἀγνοῶμεν τὰς καθ’ ἡμῶν κινουμένας μεθοδείας καὶ μηχανὰς τοῦ ἀρχεκάκου ἐχθροῦ, ἀλλὰ μυούμεθα πόρρωθεν τὰς αὐτοῦ μεθοδείας καὶ προσβολὰς καὶ τὰ θηριώδη ὁρμήματα καὶ καταγελῶντες αὐτοῦ πρὸς σὲ καταφεύγομεν, πρὸς σὲ ἀτενίζομεν καὶ πρὸς σὲ πεποιθότες ἐπανατρέχομεν «τὸν ὄντως ὄντα Θεὸν» καὶ Σωτῆρα καὶ Δεσπότην τῶν ἁπάντων ὁμοῦ, τὸν λιμένα, τὸ τεῖχος, τὸ τῆς σωτηρίας ὀχύρωμα, τὸν ποιμένα, τὴν θύρα, τὴν ὁδὸν τὴν σωτήριον, δι’ ἧς οἱ βαδίσαντες πρὸς τὸν Πατέρα ἐβάδισαν, ἡ καταφυγὴ πάντων ἡμῶν, ἡ βοήθεια τῶν ἀβοηθήτων, ἡ ἐλπὶς τῶν ἀπελπισμένων καὶ λιμὴν τῶν χειμαζομένων καὶ ἀνάπαυσις πάντων ὁμοῦ τῶν σῶν θεραπόντων, Χριστὲ ὁ Θεὸς ἡμῶν· καὶ τύχωμεν σωτηρίας αἰωνίου ἐπὶ τῷ ὀνόματί σου τῷ ἁγίῳ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις ἅμα τῷ πανταιτίῳ καὶ συνανάρχῳ Πατρὶ καὶ τῷ συναϊδίῳ καὶ ζωαρχικῷ καὶ παναγίῳ σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.