Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Τυπικὴ Διαθήκη
Οι ασκητικοί κανόνες της Εγκλείστρας
Κατάλογος και ανάπτυξη των είκοσι ασκητικών κανόνων του συγγραφέα, έμμετρη ανακεφαλαίωσή τους, καθώς και επιλογή σχετικών κανόνων του Μεγάλου Βασιλείου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι ασκητικοί κανόνες της Εγκλείστρας
Κατάλογος και ανάπτυξη των είκοσι ασκητικών κανόνων του συγγραφέα, έμμετρη ανακεφαλαίωσή τους, καθώς και επιλογή σχετικών κανόνων του Μεγάλου Βασιλείου.
Πίναξ εἰκοστῶν ἀσκητικῶν κανόνων. α. Περὶ τῆς τῶν κανόνων αἰτίας. β. Περὶ τῆς ἐκκλησιαστικῆς ἀκολουθίας καὶ τοῦ μεσονυκτικοῦ. γ. Περὶ ὅτι δεῖ σπουδαίως τρέχειν ἐν τῇ ἐκκλησίᾳ. δ. Περὶ τριημέρου ξηροφαγίας καὶ τῶν ἁγίων τεσσαρακοστῶν. ε. Περὶ ἐξωμονῆς καὶ ἀκτημοσύνης.
ϛ. Περὶ παιζόντων μοναχῶν καὶ ὅτι καὶ ὁ σωματικὸς κόπος ὠφέλιμος. ζ. Περὶ ἁμαρτήσαντος ἀδελφοῦ. η. Περὶ δουλείας δεινῆς. θ. Περὶ λουτροῦ καὶ κλίνης. ι. Περὶ τοῦ μὴ ἔχειν ἀργύριον ἰδικῶς μηδὲ βρώματα ἐν τοῖς κελλίοις. ια. Περὶ λαθροφαγίας καὶ ὅτι δεῖ τὰ κελλία τῶν ἀδελφῶν περισκοπεῖν. ιβ. Περὶ βρωμάτων ἀγογγυσίας. ιγ. Περὶ ἐγκρατείας καὶ ἐργοχείρου. ιδ. Περὶ ἀπροσπαθείας κοσμικῶν συγγενῶν. ιε. Περὶ ἱματισμοῦ καὶ κενοδόξου μανίας.
ιϛ. Περὶ ποσότητος ἀδελφῶν. ιζ. Περὶ κεκληκότων καὶ περὶ νεήλυδος. ιη. Περὶ δεομένων ἐν τῇ ἐξωτέρᾳ πύλῃ. ιθ. Περὶ τῶν ἐπιτιμίων καὶ τῶν ἐγκλείστων. κ. Περὶ ἀγάπης καὶ ἀνακεφαλαίωσις ἐστιχισμένη.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΠΡΟΣ ΤΟΥΣ ΕΝ Τῌ ΕΓΚΛΕΙΣΤΡᾼ ΑΔΕΛΦΟΥΣ ΕΙΚΟΣΙ ΑΣΚΗΤΙΚΟΙ ΚΑΝΟΝΕΣ Εὐλόγησον, πάτερ. α. <Περὶ τῆς τῶν κανόνων αἰτίας>. Ἀσκητάς, ἀδελφοί, ἐπιποθῶν ὑμᾶς εἶναι πράξει καὶ λόγῳ μιμοῦμαι ζωγράφων τοὺς φιλοπόνους, οἳ γλαφυρὰν εἰκόνα βουλόμενοι ἀπαρτίσαι χρωμάτων οὐ φείδονται, εἶτα καὶ βερονίκην αὐτὴν ὑφαλείψαντες καταλαμπρύνουσι τὴν εἰκόνα καὶ τὰ χρώματα περισφίγγουσι. Τούτων κἀγὼ κατ’ ἐμφέρειαν πολλὰ χρωμάτων κατεκέρασα λόγων, διὰ πανηγυρικῶν ἀναγνωσμάτων, διὰ κατηχήσεων, δι’ ἐπιστολῶν, δι’ ἐπιτιμίων, διὰ τυπικῆς διατάξεως· εἶτα ἀντὶ βερονίκης καὶ τοὺς παρόντας ἱστόρησα κανόνας, ὅπως Χριστοῦ συνεργείᾳ καὶ χάριτι πρὸς τὸ ἀρχέτυπον κάλλος τὸ κατ’ εἰκόνα Θεοῦ, ἐξ οὗ ἐπέσαμεν, ἐπανέλθωμεν πάλιν. β. Περὶ τῆς ἐκκλησιαστικῆς ἀκολουθίας καὶ τοῦ μεσονυκτικοῦ.
Περὶ μὲν τῆς ἐκκλησιαστικῆς ἀκολουθίας προεγράψαμεν ἤδη ἐν τῷ †τρισκαιδεκάτῳ† τῆς διατάξεως κεφαλαίῳ. Περὶ δὲ τοῦ μεσονυκτικοῦ τοῦτό φαμεν, ὅτι ἀπρεπὲς μοναχῷ κεῖσθαι ὡς νεκρῷ μέχρι τοῦ σημαντῆρος, ἀλλὰ προφθάνειν καὶ ψάλλειν προσήκει κατὰ τό· «Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι» καὶ τὰ ἑξῆς. Ἐν δὲ τῷ θερινῷ καιρῷ διὰ τῆς ἡμέρας τὸ μῆκος καὶ τῆς νυκτὸς τὸ βραχύτατον ὁ μὴ δυνάμενος καθόλου ψάλλειν τὸ σύνηθες μεσονυκτικὸν μὴ ζημιοῦται τοῦτο καθόλου, ἀλλὰ κἂν τὸ ἥμισυ ψαλλέτω· ὁλοξήρου γὰρ ὁ ἡμίξηρος κρεῖττον καὶ τοῦ τελείως ἀομμάτου ὁ μονόφθαλμος βέλτιον. γ. Ὅτι χρὴ σπουδαίως τρέχειν ἐν τῇ ἐκκλησίᾳ.
Χρὴ δὲ τοῦ ξύλου κρουσθέντος σπουδαίως θέειν ἐν τῇ ἐκκλησίᾳ, ὥσπερ καὶ τοῦ ξύλου τῆς βρώσεως κρουσθέντος πρὸς τὴν τράπεζαν σπουδάζουσι πάντες, μήπως τῶν προτιθεμένων βρωμάτων τινὸς ὑστερήσουσι, καὶ λυποῦνται, εἴγε προβρωθῇ τι, καὶ αὐτοὶ οὐ πεφθάκασι. Ἀλλὰ πλέον λυπεῖσθαι προσήκει τῷ ὑπνοῦντι ἀμερίμνως ἢ ἄλλως πως ἀμελοῦντος καὶ ὑστερουμένου τῆς ἀκενώτου βρώσεως τῆς θείας δοξολογίας. Ὁ δ’ ἀληθῶς ἀσθενῶν ἢ ἀσχολούμενος εὐλογωτάτως συγγνώμης ἄξιος. δ. Περὶ τριημέρου ξηροφαγίας καὶ τῶν ἁγίων τεσσαρακοστῶν.
Δευτέρα, Τετράδα καὶ Παρασκευὴ ἑβδομάδος ἑκάστης ξηροφαγεῖν χρὴ οἱ ἐν τῇ Ἐγκλείστρᾳ ἀσκούμενοι ἀδελφοὶ χωρὶς ἐργωδεστέρου κόπου καὶ μνήμης τινὸς τῶν ἁγίων μεγάλου· τῇ δὲ μεγάλῃ καὶ ἁγίᾳ τεσσαρακοστῇ πενταημέρους προσήκει τὰς ἑβδομάδας ξηροφαγεῖν· οἱ δέ γε πλέον τι προαιρούμενοι καὶ δυνάμενοι πλείονας καὶ τοὺς καρποὺς τῆς ὠφελείας τρυγήσουσι.
Τῶν δὲ Χριστουγέννων καὶ τῶν Ἁγίων Ἀποστόλων αἱ νήστιμοι ἡμέραι κρατείτωσαν ἀπαραλείπτως τὴν τοῦ τυπικοῦ τῆς Ἐκκλησίας διαταγήν, καὶ οὐδὲν πλεῖον προσαπαιτοῦμεν διὰ τοῦ καιροῦ τὸ καυσῶδες καὶ τῆς ἡμέρας τὸ μῆκος. ε. Περὶ ἐξωμονῆς καὶ περὶ μοναχῶν ἀσφαλείας.
Χωρὶς δέ τινος κατεπειγούσης αἰτίας οὐ χρή τινα τῶν ἀσκητῶν τῆς Ἐγκλείστρας μένειν ἔξω, καὶ μάλιστα ἐν κοσμικῇ συναυλίᾳ· ἀπρεπὲς γὰρ τὸ πρᾶγμα καὶ ἐπικίνδυνον ὄντως· ἀλλὰ καθάπερ ἰχθὺς οὐκ ἀνέχεται μένειν ἐν τῇ ξηρᾷ τὸν θάνατον δεδοικώς, ἀλλὰ σπεύδει πρὸς τὸ ὕδωρ, οὕτω καὶ ὁ κατ’ ἀλήθειαν μοναχὸς οὐκ ἀνέχεται μένειν ἔξω τῆς κέλλης αὐτοῦ.
ϛ. Περὶ παιζόντων μοναχῶν καὶ ὅτι καὶ ὁ σωματικὸς κόπος ὠφέλιμος. Μοναχῶν δύο παιγνίως συμπλεκομένων, καὶ μάλιστα νεωτέρων, ἄδηλος καὶ ἀμάρτυρος ἡ πτῶσις, καθὼς ἤκουσα παρὰ τῶν τοῦτο πεπονθότων· χρὴ δὲ τοὺς οὕτω παιγνίως συμπλεκομένους ἐπιτιμᾶν καὶ ἀπείργειν. Ἴσμεν δὲ καὶ τὸν σωματικὸν κόπον ὠφέλιμον πάνυ· τοῦτο γὰρ καὶ μικρὸν ἀπὸ πείρας ἔγνων ἐγώ· κοπιάσας γάρ τις ἐν γνώσει καὶ στενάξας ἐρεῖ· Κύριε, ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου· <καὶ> θαρσείτω προσγίνεσθαι τοῦτο. ζ. Περὶ ἁμαρτήσαντος ἀδελφοῦ.
Ἐάν τις τῶν ἀδελφῶν συναπαχθῇ πρὸς σαρκικὴν ἁμαρτίαν, ὅπερ ἀπεύχομαι, εἰ μὲν πληγῇ τῇ καρδίᾳ καὶ σὺν ἐξομολογήσει προσδράμῃ τῇ μετανοίᾳ, ἔστω δεκτὸς καὶ τῷ τῆς ἁμαρτίας ἀναλόγῳ δουλευέτω ἐπιτιμίῳ ἀσφαλιζόμενος εἰς τὸ μηκέτι ἁμαρτῆσαι· ὃς δὲ μὴ οὕτως διατεθεὶς ὡς πρόβατον λελωβημένον ἀπελαθήτω τῶν ὧδε, ἵνα μὴ καὶ τοῖς λοιποῖς τῆς λώβης μεταδῷ· ῥᾷον γὰρ κακοῦ μετουσία ἢ μετάληψις ἀγαθοῦ. η. Περὶ δουλείας δεινῆς.
Δεινῶς δουλωθείσης τῆς χώρας ἡμῶν ἔθνει Λατίνῳ καὶ φυλάξασα ἡμᾶς ἐλευθέρους ἡ θεία κηδεμονία, ὀφείλομεν καὶ ἡμεῖς, ἀδελφοί, ἐλευθέρους ἐξ ἁμαρτίας ἡμᾶς σὺν Θεῷ διατηρεῖν καὶ τὸν εὐεργέτην ἡμῶν Κύριον ἀξιοχρέως εὐχαριστεῖν καὶ δοξάζειν, ὅπως ἔτι πλεῖον ἐπισπασώμεθα τὴν θείαν κηδεμονίαν. θ. Περὶ λουτροῦ καὶ κλίνης.
Μοναχὸν τῆς Ἐγκλείστρας, καὶ μάλιστα νέον, λούεσθαι καὶ πῦρ πυρὶ συνάπτειν οὐ χρή, εἰ μή που διὰ ἀρρωστίαν ἢ γήρους ἀδυναμίαν· οὐδὲ ἐπὶ κραββάτου ἀλλ’ ἐν χαραδρίῳ καθεύδειν ὀφείλει, καθὼς καὶ ἄγγελος Θεοῦ τῷ θείῳ διεκελεύσατο Παχωμίῳ.
Τῷ δὲ δι’ ἀρρωστίαν ἢ γῆρας χρωμένῳ κραββάτῳ ἔγκλημα οὐθέν. ι. Περὶ τοῦ μὴ ἔχειν ἀργύριον ἰδικῶς μηδὲ βρώματα ἐν τοῖς κελλίοις. Ἰδικῶς ἔχειν ἀργύριον ἢ βρώματα εἰς κελλίον φιλαργυρίας καὶ γαστριμαργίας σαφέστατον γνώρισμα καὶ τῆς κοινῆς εὐταξίας κατάλυσις καὶ παράβασις, καὶ ὁ μὴ ἀρκούμενος εἰς τὰ τοῦ κοινοβίου ὡς ἄπληστος κρίνεται· οὐ χρὴ γὰρ ἀπόζειν ὡς καπηλεῖα, ἀλλ’ εὐωδιάζειν ὡς προσευχάδια τὰ κελλία τῶν ἀδελφῶν.
Ὁ δὲ τὸ ἀργύριον ἢ τὸ χαλκοῦν ἰδικῶς κτώμενος πάντως καὶ ἱεροσυλίας κατατολμᾷ πρὸς τὸ αὐξῆσαι τὸ πάθος, τὰ τοῦ κοινοβίου διακλέπτων καὶ πιπράσκων καὶ ἰδιοποιούμενος. Εἶτα καὶ πρὸς ὑποχώρησιν τοῦ κοινοβίου οἱ τοιοῦτοι ὀβολοὶ παραθήγουσι.
Ὁ δὲ τὰ βρώματα ἔχων ἐν τῷ κελλίῳ αὐτοῦ καὶ μὴ ἀρκούμενος ἐν τῇ τραπέζῃ διπλῶς κατακρίνεται, ὅτι ἐλιχνεύσατο καὶ ὅτι κακὸν παράδειγμα τοῖς ἀδελφοῖς γέγονε· καὶ χρὴ τὸν τοιοῦτον ἐπιτιμᾶν, ἄχρις ἂν παιδευθῇ μοναχικῶς ἀναστρέφεσθαι. ια. Περὶ λαθροφαγίας καὶ ὅτι δεῖ τὰ κελλία τῶν ἀδελφῶν περισκοπεῖν.
Πολλοὺς τὸ λιχνῶδες λαθροφαγίας προσαπώλεσε πάθος καὶ τὸν πρωτόπλαστον αὐτὸν ἀπεσκοράκισε τοῦ παραδείσου. Διό, παρακαλῶ, ἀδελφοί, μὴ ἡττᾶσθε τῷδε τῷ πάθει ὡς ὁ «ἐσθίων πτωχὸς λάθρᾳ», καθὼς γέγραπται, ἵνα τῆς φανερᾶς τοῦ παραδείσου τρυφῆς ἀπολαύσετε, ὅτε καιρός. Χρὴ δὲ καὶ τὰ κελλία τῶν ἀδελφῶν περισκοπεῖν οἱ προύχοντες τῆς Ἐγκλείστρας καί, εἴγε βρῶμα ἢ ἕτερόν τι παρέλκον εὑρεθῇ, αἴρειν αὐτὸ καὶ τῷ ἀδελφῷ παρεγγυᾶν τοῦ μηκέτι δρᾶν τοιοῦτόν τι ποτέ. Τοῦτο δὲ οὐχ ἐμὸς ἁπλῶς καινότερος ὁ κανών, ἀλλὰ καὶ ἡ Φιλόθεος ἱστορία καὶ πολλοὶ τῶν ἁγίων Πατέρων ἐθέσπισαν πρὸς διόρθωσιν καὶ ἀσφάλειαν τῶν λιχνοτέρων ἀδελφῶν, ἵνα σωθῶσιν. ιβ. Περὶ βρωμάτων ἀγογγυσίας. «Φάγε», φησίν, «ὡς ἄνθρωπος τὰ παρατιθέμενά σοι καὶ μὴ διαμασῶ, ἵνα μὴ μισηθῇς». Ὁ γὰρ κατ’ ἀλήθειαν μοναχὸς οὐ γογγύζει ἐν τῇ τραπέζῃ, οὐδὲ λέγει διατί οὐ τὸ δεῖνα βρῶμα καὶ τὸ πόμα παρεῖ, ἀλλ’ εὐχαριστεῖ τῷ Θεῷ ἀρκούμενος τοῖς παροῦσιν, καὶ γίνονται αὐτῷ σωτηρία καὶ αἷμα καὶ σάρξ, καὶ ἡ κοχλιὰς αὐτοῦ ὡς ῥομφαία δίστομος ἀναιροῦσα λογισμοὺς μεμψιμοίρους, καὶ τό· «Ἐὰν δὲ μὴ χορτασθῶσι, καὶ γογγύσωσι»· καί· «Τῆς βρώσεως ἔτι οὔσης», φησί, «ἐν τῷ στόματι αὐτῶν, ἡ ὀργὴ τοῦ Θεοῦ διὰ τὴν ἀχαριστίαν αὐτῶν ἀνέβη ἐπ’ αὐτοὺς καὶ ἀπέκτεινεν <ἐν> τοῖς πλείοσιν αὐτῶν».
Ἡμεῖς δὲ ὀφείλομεν, ἀδελφοί, εἴτε ἐν πολλοῖς εἴτε ἐν ὀλίγοις εὐχαριστεῖν τῷ Θεῷ, διότι οὐχ ὑπεσχέθημεν θρέψαι ἑαυτοὺς ὡς χοίρους ἐν ἡμέρᾳ σφαγῆς, ἀλλ’ ἵνα τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίζειν συνετάγημεν τῷ Θεῷ. ιγ. Περὶ ἐγκρατείας καὶ ἐργοχείρου.
Ἐγκράτεια γλώττης καὶ κοιλίας ἀρίστη φιλοσοφία τῷ μοναχῷ, ὅτι «πᾶς», φησίν, «ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται». Ὅσοι δὲ παρὰ γνώμην τοῦ προεστῶτος πρὸς ἴδιον κέρδος ἐργάζονται ἐργόχειρον, ὄντως ἀδικίαν αἱ χεῖρες αὐτῶν συμπλέκουσι, τὸν τοῦ κοινοβίου ἄρτον ἐσθίοντες καὶ πρὸς ἴδιον κέρδος ἐπασχολούμενοι.
Οἱ δὲ ἅγιοι Πατέρες ὅθεν τὸν ἄρτον ἐτρέφοντο, ἐκεῖ παρεῖχον καὶ τὸ ἐργόχειρον, ὅτι κατὰ τὸν μέγαν Βασίλειον «οὐ χρὴ ἰδίας ἀσχολίας ἔχειν τὸν ἀσκητήν». Τοῦτο καὶ τοὺς ἐν τῇ Ἐγκλείστρᾳ μου ἀσκητὰς συναινῶ, πλεῖον τοῦ ἰδίου κουκουλίου μὴ περισπᾶσθαι, μηδὲ πλεκτάνας πιπράσκειν, ἵνα μὴ τὸ τῆς ὑποταγῆς προσαπολέσαντες χρῆμα τὸ τῆς ἰδιορρυθμίας δρέψωνται κτῆμα. ιδ. Περὶ ἀπροσπαθείας κοσμικῶν συγγενῶν.
Προσπάθειαν συγγενῶν κοσμικῶν οὐ προσήκει [*** συ]γγενεῖς, ἵνα μὴ τῶν ὑποσχέσεων τῆς ἀποταγῆς ἡμῶν φανῶμεν ψεῦσται τῷ Θεῷ. ιε. Περὶ ἱματισμοῦ καὶ κενοδόξου μανίας. Μελεμβαφὲς ἱμάτιον ἢ αὐτοκατάμαυρον ἢ δίμιτον οὐ συναινῶ τοὺς ἐν τῇ Ἐγκλείστρᾳ φορεῖν ἀδελφούς, ἀλλὰ πατητὸν μιξολευκόμαυρον πενιχρόν, μοναχοῖς πρέπον ἀληθινοῖς· παρέλκον γὰρ καλλωπισμὸς μοναχῷ· καλλωπίζεται γὰρ κοσμικὸς ἐν τῷ κόσμῳ ἴσως, ὅτι καὶ γάμῳ μέλλων προσομιλῆσαι· χρὴ δὲ καὶ τῷ μοναχῷ καλλωπίζεσθαι ἀρεταῖς ὡς μέλλων καὶ αὐτὸς οὐρανίῳ γάμῳ προσομιλῆσαι. Χρὴ δὲ νήφειν καὶ κατὰ τῆς κενοδόξου μανίας· παρομαρτεῖ γὰρ ἡ κομμώτρια αὕτη οὐ τῇ εὐστολίᾳ μόνῃ ἀλλὰ καὶ ἐν ῥάκεσι πιναροῖς καὶ σάκκοις ὡς πτώσεως ἀπαρχὴ καὶ τῶν κακῶν κορωνίς.
ιϛ. Περὶ ποσότητος ἀδελφῶν. Ἐν τῷ ἐννάτῳ κεφαλαίῳ τῆς διατυπώσεώς μου ἀπόχρη ἃ ἔγραψα περὶ ποσότητος ἀδελφῶν, εἴγε φωραθῶσι χρηστοί· εἰ δ’ οὔ, κρεῖττον ποιμένι πρόβατα δέκα ἐρίφων πεντήκοντα. Καὶ πλῆθος μοναχοῖς πάθεσιν ἰλυσπωμένοις Θεὸς οὐκ εὐδοκεῖ.
Ἔδοξε γάρ μοί ποτε κατὰ τὰς τῶν πολλῶν παραινέσεις χάριν ὠφελείας δέξασθαί τινας, καὶ γέγονεν ὁ ἀριθμὸς μέχρι δεκατεσσάρων, οἳ ἀντὶ τοῦ ὠφεληθῆναι καὶ ἡμᾶς ἐξετάραξαν αἱ αὐτῶν διχόνοιαι. Τέσσαρες γὰρ ἐξ αὐτῶν κακῶς ὁμονοιάσαντες ἐποίουν συμπόσια καὶ λαθροψίθυρα ὑποθήκαις λόγων ἐμῶν μὴ πειθόμενοι· ἦσαν μεμψίμοιροι, καὶ τὰ παρ’ αὐτῶν ἐν τοῖς ταμείοις λαλούμενα οὐ μόνον ἐπὶ τῶν δωμάτων ἀλλὰ καὶ μέχρι τοῦ δημοσίου ἠκούσθησαν διὰ τὸ ῥαγδαῖον τῆς ταραχῆς. Ἀπὸ δὲ τῆς ταραχώδους τετράδος ἐκείνης οὐδένα παρῆκεν ἡ θεία εἰρηναρχία ἐνθάδε προσκαρτερῆσαι· ὧν ἀφήσῃ μὲν Κύριος τὴν ἁμαρτίαν, ἐγὼ δὲ μεμάθηκα πείρᾳ σφαλερὰν εἶναι τὴν τῶν πολλῶν καὶ μοχθηρῶν συναυλίαν. Ἔνθεν καὶ συναινῶ εὐαριθμήτους, εἰρηνικοὺς καὶ ἡσυχίους, ἐν τῷ τῆς ἁγίας Ἐγκλείστρας προσμένειν σεμνείῳ. ιζ. Περὶ κεκληκότων καὶ περὶ νεήλυδος.
Κεκληκότων δέ τινων κοσμικῶν ἢ μοναχῶν εἰς ἑορτὰς καὶ μνήμας ἁγίων μοναχὸν τῆς Ἐγκλείστρας οὐ συγχωρῶ ἀκολουθῆσαι τῷ κεκληκότι, ἵνα μὴ ὑποστρέψας ἐν τῷ κελλίῳ αὐτοῦ ὥσπερ αἰχμάλωτος δεηθῇ κόπου καὶ πολλῶν ἡμερῶν ἐλευθερῶσαι τὸν νοῦν ἀπὸ τῆς φαντασίας ἧς ἤκουσε καὶ εἶδε.
Ὅτε δὲ καί τις νέηλυς ἐν τῇ Ἐγκλείστρᾳ παρακαλεῖ προσδεχθῆναι, χρὴ αὐτῷ πρῶτον ὑπαναγνωσθῆναι τοὺς παρόντας κανόνας καί, εἰ μὲν ὑπισχνεῖται καὶ δύναται διάγειν κατὰ τὴν τούτων περίληψιν, καλῶς καὶ δεχθήτω· εἰ δὲ σκάζει, ἀποπεμπτέος ἔστω. ιη. Περὶ δεομένων ἐν τῇ ἐξωτέρᾳ πύλῃ.
Τοὺς ἐν τῇ ἐξωτέρᾳ πύλῃ ἀφικνουμένους καὶ δεομένους τι τῶν ἀναγκαίων εὖ ποιεῖν τὸ κατὰ δύναμιν ἐπαινῶ καὶ προτρέπομαι, γυναιξὶν δὲ οὐδαμῶς, καθὼς καὶ ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τῆς διατάξεώς μου ἐνετειλάμην· τὸ γὰρ γυναιξὶν παρεδρεύειν τῇ πύλῃ καὶ τῷ δρυφάκτῳ καὶ λίχνοις ὀφθαλμοῖς εἴσω περισκοπεῖν ἄσεμνον καὶ σφαλερόν. Ἀγαπᾷ μὲν γὰρ ἐλεημοσύνην ὁ Κύριος ὡς ἐλεήμων σφόδρα, ἀλλὰ καὶ μισεῖ ἐλεημοσύνην πρόξενον ἁμαρτίας. Διὸ κἀγὼ ἐλεημοσύνην τοιαύτην θαρρικῶς ἀπηγόρευσα. ιθ. Περὶ τῶν ἐπιτιμίων καὶ τῶν ἐγκλείστων.
Ἔδει μὲν γὰρ ἡμᾶς διὰ τοὺς μέλλοντας ἴσως παραβαίνειν ὁρίσαι καὶ τὰ ἐπιτίμια κατὰ τὸ ἔθος τῶν πάλαι κανόνων· ἑκὼν δὲ τοῦτο παρῆκα, τοῦτο μὲν ἀνεπαχθεῖς τοὺς κανόνας ποιούμενος, τοῦτο δὲ ἵνα μὴ βίᾳ ἀλλὰ γνώμῃ αὐθαιρέτῳ τηρούμενοι φανῶσιν οἱ τηροῦντες ἀξιεπαινέστεροι, ὅτι «ὃς φυλάσσει ἐντολήν», φησί, «τηρεῖ τὴν ψυχὴν αὐτοῦ». Ὅμως ἐχέτωσαν μετὰ Θεὸν τὴν ἐξουσίαν οἱ κατὰ διαφόρους καιροὺς ἔγκλειστοι τοῦ μετρίως καὶ φιλανθρώπως τοὺς παραβεβηκότας ἐπιτιμᾶν. Οἷόν τι λέγω, ἔξω ἔμεινέ τις; ἀνακριθήτω ἡ αἰτία καί, εἰ μὲν εὔλογος, συγγνωμονείσθω, εἰ δ’ ἀνεύλογος, ἐπιτιμάσθω προσφόρως· ἄλλος δὲ στοργὴν ἔχων πρὸς κοσμικοὺς συγγενεῖς καὶ παραινούμενος παρακούει; τῆς ἐκκλησίας ἀφοριζέσθω καὶ τῆς τραπέζης ἀπειργέσθω, ἄχρις ἂν διορθωθῇ· ὁμοίως καὶ ὁ τὸ ἀργύριον ἔχων ἢ τὸ χαλκοῦν. Ὁμοίως καὶ ἐπὶ τοῖς λοιποῖς κανόσι καὶ παραβαίνουσι, εὐδιακρίτως ἐπιτιμᾶν ἐπὶ σκοπῷ σωτηρίας· ὅτου χάριν καὶ αὐτὸς τούσδε σὺν Θεῷ συνέταξα τοὺς κανόνας. κ. Περὶ ἀγάπης.
Πλήρωμα νόμου καὶ προφητῶν ἡ ἀγάπη, δι’ ἧς καὶ Θεὸς γενόμενος ἄνθρωπος κατεδέξατο θάνατον καὶ μαθητείας σύνθημα τὴν ἀγάπην θεσπίσας «ἐν τούτῳ» φησὶ «γνώσονται πάντες ὅτι ἐμοί ἐστε μαθηταί, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις». Παρεικάζεται γὰρ ἡ ἔχθρα παναγρίῳ πελάγει, ἡ δὲ ἀγάπη πανευδίῳ λιμένι· ἣν ὡς πανόλβιον χρῆμα καὶ βαλάντιον ἐν τῷ τῆς ψυχῆς κόλπῳ φέρειν ὑμᾶς ἐπεύχομαι, ἀδελφοί, ἵνα κατὰ τὴν θείαν ἐντολὴν διάγετε ἐν εἰρήνῃ καὶ «ἀγαπᾶτε ἀλλήλους». Ὅτου χάριν κἀγὼ ὡς πάγχρυσον κλεῖδα μετὰ σφραγῖδος τιμίας τέρμα κανόνων τέθηκα τὴν ἀγάπην ἀποσφαλοῦσαν ἔξω τῷ ἐχθρῷ τῆς ἀγάπης. Ἡ δὲ πάντα νοῦν ὑπερέχουσα εἰρηναρχία Χριστοῦ βραβευθήτω ἐν ταῖς καρδίαις πάντων ὑμῶν τῇ αὐτοῦ χάριτι· ἀμήν.
Ἀνακεφαλαίωσις ἐστιχισμένη Προσέχετε, ἀδελφοί, νόμους Θεοῦ, καθότι ἀπ’ ἐμαυτοῦ ἐλάλησα οὐδέν. α. Ἀρετῶν εἰκόνισα σεπτὴν εἰκόνα. β. Μέσων τῶν νυκτῶν ψάλλειν ἔδωκα γνώμην. γ. Τρέχειν πρὸς ναὸν ἠρέθισα προθύμους. δ. Ὅρον ἐθέμην παθοκτόνου νηστείας. ε. Εἴργηκα μένειν ἔξω καὶ πολλὴν κτῆσιν.
ϛ. Παίζειν μοναχοῖς φαῦλον καὶ καλὸν κόπος. ζ. Ὁ πληγεὶς ἁμαρτίᾳ θρηνεῖν ὀφείλει. η. Ἁμαρτίᾳ δουλοῦσθαι μοναχοῖς ξένον. θ. Λούματος δὲ καὶ κλίνης ἀποχῆς χρεία. ι. Μὴ σφετερίζειν ἀργύριον ἢ βρῶμα. ια. Λάθρᾳ μὴ τρώγειν, καὶ τὰς κέλλας μαστεύειν. ιβ. Εὐχαριστεῖν χρή, οὐ γογγύζειν ἐν βρώσει. ιγ. Σεμνὸν ἡ ἐγκράτεια καὶ κοινὸν ἔργον. ιδ. Στοργὴ συγγενῶν στρέφει καρδίαν κόσμῳ. ιε. Ἱματισμὸς εὐπρεπὴς σύνθημα τύφου.
ιϛ. Πολυανδρίας φαύλου κρεῖττον ὀλίγοι. ιζ. Καλὸν τοῦ φεύγειν βλαπτικὰς πανηγύρεις. ιη. Καλὸν ἐλεεῖν ἐν οἷς οὐ παρεῖ βλάβη. ιθ. Χρὴ τῷ ἐγκλείστῳ ἐπιτιμᾶν συμπαθῶς. κ. Χρηστῶν κορωνὶς τὸ τῆς ἀγάπης κτῆμα.
Φυλάξῃ Θεὸς τοῖς φυλάσσουσι ταῦτα ἄγηρον ζωὴν εἰς τοὺς αἰῶνας· ἀμήν. Ἀπὸ τῶν ἐπιτόμων τοῦ Μεγάλου Βασιλείου κανόνων ἐκλογὴ ὠφέλιμος τοῖς βουλομένοις (κανόνες ιβʹ) α. Ὁ συνεγνωκὼς ἀδελφῷ ἐκ μοναστηρίου φυγὴν μελετῶντι, καὶ συνομιλήσας συνευδοκήσει αὐτῷ καὶ μὴ προσαγγείλῃ τῷ <ἀββᾶ> τὰ κατ’ αὐτόν, ἀφοριζέσθω ἑβδομάδα μίαν. β. Εἴ τις παρὰ γνώμην τοῦ προεστῶτος ἐξέλθῃ τοῦ μοναστηρίου μὴ μετὰ εὐχῆς καὶ προτροπῆς τοῦ ἡγουμένου, ἀκοινώνητος ἔστω. γ. Εἴ τις συνδυάζει μετά τινος ἐπὶ τῷ ἀναχωρῆσαι τοῦ μοναστηρίου, ἔστω ἀκοινώνητος. δ. Εἴ τις γνῷ ἀδελφὸν <μελετῶντα> λάθρᾳ ὑποχωρῆσαι τῆς μονῆς καὶ μὴ μηνύσῃ τῷ ἀββᾷ, ἀφοριζέσθω. ε. Εἴ τις εὑρεθῇ πρός τινα γράφων ἢ δεχόμενος γράμμα χωρὶς τοῦ ἀββᾶ, ἀφοριζέσθω.
ϛ. Εἴ τις εὑρεθῇ ἐν νυκτὶ ἰδιάζων μετά τινος, ἀφοριζέσθω. ζ. Εἴ τις ὑγιαίνων κοιμᾶται ψαλλούσης τῆς ἐκκλησίας, ἔστω ἀφωρισμένος. η. Εἴ τις λύπην ἔχων μετὰ ἀδελφοῦ καὶ μέλλων κοινωνῆσαι πρὸ τοῦ διαλλαγεῖν μετ’ αὐτοῦ, ἀφοριζέσθω. θ. Εἴ τις ἐκδικήσῃ τινὰ περὶ σφάλματος παιδευθέντα, ἀφοριζέσθω. ι. Εἴ τις χωρὶς προσταγῆς ἔξω δίδωσίν τι ἢ λαμβάνων, ἀφοριζέσθω. ια. Εἴ τις πρός τινα στέλλει εὐλογίαν ἢ παρά τινος δέχεται παρὰ γνώμην τοῦ ἀββᾶ, γενέσθω ἀπὸ εὐλογίας. ιβ. Εἴ τις δὲ γένηται ἀπὸ εὐλογίας καὶ λυπηθεὶς οὐ καταδέξεται, ἀφοριζέσθω ἑβδομάδα μίαν.
Αὕτη οὖν ἡ δωδεκὰς τῶν κανόνων ἐκ τῶν τοῦ θεοσόφου καὶ μεγάλου φωστῆρος καὶ πατρὸς ἡμῶν Βασιλείου συλλεχθεῖσα κανόνων ὡς ἥδυσμα θεῖον προσετέθη τοῖς ἡμετέροις πρὸς διακόσμησιν ἔνθεον, καθότι καὶ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος κατακοσμεῖται, ναὶ μὴν ἀλλὰ καὶ εἰς κόσμησιν καὶ σωτηρίαν ψυχῶν αἱρουμένων φυλάσσειν ἐντολὰς σωτηρίους· διότι «ὃς φυλάσσει ἐντολήν», φησὶν ὁ σοφός, «τηρεῖ τὴν ἑαυτοῦ ψυχήν», «ὁ δὲ παραβαίνων γνωσθήσεται». Τί «γνωσθήσεται»; δηλονότι γνωσθήσεται ὡς ἑκούσιος παραβάτης καὶ τῆς ἑαυτοῦ σωτηρίας καταφρονῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.