Ἔτι εἰ μὴ δῶμεν εἶναι τοῦτο συλλογισμόν, ἀλλὰ μόνον ἀντιστροφήν, λέγομεν ὡς ψευδής ἐστιν ἡ ἀντιστροφή, καὶ ταῖς λογικαῖς μεθόδοις ἀσύμβατος· οὐδὲ γὰρ εἰ τὸ Πνεῦμα ὁμοούσιον τῷ Υἱῷ, καὶ τὸ ὁμοούσιον τῷ Υἱῷ πάντως καὶ Πνεῦμα αὐτοῦ. Αὕτη γὰρ ἡ ἀντιστροφὴ ἐπὶ τῶν ἐξ ἴσου μόνων καὶ ἰδίων δύναται γίνεσθαι, ἐφ’ ὧν δὲ τὸ μὲν γενικώτερον τὸ δὲ εἰδικώτερον οὐδαμῶς· καὶ τὸ Πνεῦμα γοῦν οὐ ταὐτόν τι σημαίνει τῷ ὁμοουσίῳ κατὰ ἀριθμόν, οὔτε ἴδιόν ἐστι τοῦ Πνεύματος τὸ ὁμοούσιον, ἵνα καὶ ἀντιστρέφειν δύνηται· τὸ μὲν γὰρ πρᾶγμα σημαίνει, τοῦτ’ ἔστιν οὐσίας ταὐτότητα, τὸ δὲ πρόσωπον καὶ ὑπόστασιν· καὶ τὸ μέν ἐστι κοινὸν τῶν τριῶν, τὸ δὲ ἴδιον ἑνὸς τῶν τριῶν· λέγεται γὰρ ὁμοούσιος ὁ Πατὴρ τῷ Υἱῷ καὶ τῷ Πνεύματι, καὶ ὁ Υἱὸς τῷ Πατρὶ καὶ τῷ Πνεύματι, καὶ τὸ Πνεῦμα αὖθις ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ· καὶ τὸ μὲν σχέσιν δηλοῖ—τὸ ὁμοούσιον—, τὸ δὲ ἀπολύτως λέγεται· καὶ τὸ μὲν ἡγουμένου τάξιν ἐπέχει, τὸ δὲ ἑπομένου· εἰ γὰρ Πνεῦμα Χριστοῦ, καὶ ὁμοούσιον αὐτῷ, οὐ μὴν εἰ ὁμοούσιον, καὶ Πνεῦμα. Ἐμάθομεν δὲ ἐπὶ τῶν οὕτω λεγομένων ὡς εἰ τὸ ἡγούμενον, καὶ τὸ ἑπόμενον πάντως, οὐ μὴν εἰ τὸ ἑπόμενον, καὶ τὸ ἡγούμενον· εἰ γὰρ ἄνθρωπος, καὶ ζῷον· οὐ μὴν εἰ ζῷον, ἤδη καὶ ἄνθρωπος. Ὥστε εἰ ψευδὴς ὁ λόγος οὗτος ἐλέγχεται, δῆλον ὡς ἀληθής ἐστιν ὁ λέγων ὅτι Πνεῦμα Χριστοῦ ἐστιν, ὡς ὁμοούσιον αὐτῷ.