Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἀντίρρησις πρὸς τοὺς ἀποκρισαρίους τοῦ πάπα Γρηγορίου Θʹ

Νικηφόρος Βλεμμύδης

Θεμελίωση της εκπορεύσεως εκ του Πατρός

Ανάδειξη της ορθόδοξης διδασκαλίας περί εκπορεύσεως του Αγίου Πνεύματος εκ του Πατρός, βασισμένης στα λόγια του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 5

Πρὸς ὃ οὕτως ἀποκρινόμεθα. Πᾶσα ἀρχὴ εἴτε θεολογική, εἴτε φυσική, εἴτε μαθηματική, εἴτε ὁποιασοῦν ἐπιστήμης ἢ τέχνης, οὐ δεῖται ἀποδείξεως. Κοινὸς γὰρ λόγος ἐστὶ καὶ καθολικός, ὅτι ἀναπόδεικτοι αἱ ἀρχαί· τῆς γὰρ ἀρχῆς ἀρχὴν ζητῶν, τέλος οὐχ εὑρήσεις. Ἀρχὴ δὲ τῆς τῶν ὀρθοδόξων Χριστιανῶν πίστεως, καὶ μάλιστα ὅσον τείνει περὶ τὴν ἀληθινὴν θεολογίαν, τὰ θεόλεκτά εἰσι ῥήματα τοῦ Χριστοῦ, παρ’ ὧν ἐδιδάχθημεν πιστεύειν εἰς Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα.

Καὶ περὶ μὲν τοῦ Υἱοῦ, ὅτι ἔχει τὸ εἶναι ἐκ τοῦ Πατρός, καὶ αὐτὸ τὸ ὄνομα τῆς υἱότητος μαρτυρεῖ. Περὶ δὲ τοῦ Πνεύματος ἐπειδὴ μή ἐστιν ἡ λέξις σχετική, ἐδίδαξεν ἡμᾶς ὁ Χριστὸς ἀσυλλογίστως πόθεν ἔχει τὴν ὕπαρξιν εἰπών· τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται.

Εἶπεν ὁ Χριστὸς τὸ Πνεῦμα τῆς ἀληθείας, καὶ δεχόμεθα ἀσυλλογίστως ὅτι ἐστὶ τὸ Πνεῦμα Πνεῦμα τῆς ἀληθείας, ἤτοι τοῦ Χριστοῦ. Εἶπεν ὅτι τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ δεχόμεθα ἀσυλλογίστως ὅτι ἐκ τοῦ Πατρὸς ἔχει τὴν ὕπαρξιν. Προείπομεν γὰρ ὅτι αἱ ἀρχαὶ ἀναπόδεικτοί εἰσι.

Τοῦτο τὸ δόγμα, καὶ ἀπόστολοι καὶ πᾶσαι αἱ ἅγιαι σύνοδοι ἀπαραποίητον διετήρησαν ἕως τέλους· καὶ ἡμεῖς ἐν τῷ βαπτίσματι οὕτω πιστεύειν συνεταξάμεθα τῷ Χριστῷ, καὶ ταύτην τὴν ὁμολογίαν ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ ἀπαιτηθησόμεθα, εἰ ἀπαραποίητον διετήρημεν. Πρὸς δὲ τὸ τῆς ὑμετέρας ἀξιολογότητος πρόβλημα οὕτως ἀπαντῶμεν.