Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν

Νικηφόρος Βλεμμύδης

Το αποστολικό έργο, οι διωγμοί και η κοινωνία του δεσποτικού πάθους

Περιγραφή των θαυμάτων, των κακουχιών και της πνευματικής καρποφορίας του Ιωάννη, καθώς και η εκούσια ταφή και συμμετοχή του στο πάθος του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 6 από 8

Ἐκ τούτων συμπεπέρασται καί γε πολλῶν ἄλλων, ὦν οὐκ εἴπομεν, ὦν οὐκ οἴδαμεν, ὡς ἡ χάρις καὶ ἡ ἀλήθεια γέγονε διὰ Ἰησοῦ Χριστοῦ, καθὼς ὁ θεολόγος ἐδίδαξεν· ἄρας γὰρ ὑψοῦ ἑαυτόν, κἀκεῖθεν τὰ κύκλῳ περιαθρήσας, καὶ κόσμον ἅπαντα τῷ ὄμματι συμπεριλαβών, καὶ τὰ πολλὰ διεληλυθὼς ὡς οὐδεὶς ἕτερος ἕν, ἀσφαλεστάτην ἐποιήσατο τὴν ἐπαγωγήν.

Ἡμεῖς μὲν γὰρ οἷα κάτω μένοντες καὶ στρεφόμενοι περὶ γῆν, ὀλίγ’ ἄττα θεωροῦμεν, καὶ ταῦτα, οὐκ ἀκραιφνῶς, διὸ καὶ πταίομεν ἐν ἐπαγωγαῖς· ὁ δέ, βεβηκὼς ἄνω, καὶ πᾶσαν αἴσθησιν ὑπερβεβηκώς, οὐ τὸν νόμον, οὐ τοὺς προφήτας, ἀλλὰ τὰ πάντα μεμαθηκὼς ἐξ οὗ τὰ πάντα, τό, τε τῶν ὄντων πολυπληθὲς ἑνιαίως τεθεωρηκώς, ὑπὲρ ἐπιστήμην ἅπασαν ἀπεφῄνατο τὰ θεῖα δόγματα καὶ θεσπίσματα, καὶ πρῶτος ὄντως φιλόσοφος ἀναδέδεικται, τῆς ἀρίστης θεολογίας παραδεδωκὼς τὰς πρώτας ἀρχάς, αὐτὸς αὐτὰς ἐσχηκώς, διὰ τῆς ἀπταίστου ἐπαγωγῆς, ὡς πάντων τῶν ὄντων θεωρὸς ἀκριβέστατος.

Ἔχομεν οὖν τὰς αὐτοῦ φωνάς, ἀξιώματα καὶ ὅρους ἡμεῖς, ἐξ ὧν συλλογιζόμεθα τὴν εὐσέβειαν. Καὶ εἴ πως ἀναδράμοιμεν περαιτέρω, τούτων ἐχόμενοι, καὶ παρὰ τούτων αὐτῶν ἐναγόμενοί τε καὶ ὁδηγούμενοι, μερικὴν ποιούμεθα τὴν ἀνάπτυξιν, οὐ μὴν ὁλικὴν κατεξέτασιν· τοῦτο γὰρ Ἰωάννου, καὶ τῆς αὐτοῦ διανοίας τῆς ὑπὲρ ἄνθρωπον, ληπτὰ μὲν ὡς εἴρηται, τὰ πᾶσιν ἔχοντος ἄληπτα, παραδιδόντος δὲ περιεκτικῶς, οὐ καθ’ ἕκαστον, διὰ τὸ μὴ δ’ αὐτὸν χωρεῖν τὸν ὅλον ἐγκόσμιον νοῦν, εἴπερ οἷόν τε συνελθεῖν εἰς ταὐτό.

Ταῦτα μὲν ἐπὶ τοσοῦτον ἡμῖν· ἄλλοι δὲ διηγείσθωσαν, ὅσα περὶ τὸ σωτήριον ὁ μέγας οὗτος ἔσπευσε κήρυγμα· ὅσους ἀνέτλη πόνους ὑπὲρ τοῦ εὐαγγελίου· ὅσους ὑπέστη κινδύνους ὑπὲρ τῆς πίστεως, τὰς συκοφαντίας, ὅτι γόης, ὅτι δραπέτης, ὅτι κακοῦργος, τὰς καθείρξεις, τὰς πεδήσεις, τὰς λιμώξεις, τὰς μαστιγώσεις, τὴν ὑπερορίαν, τοὺς διωγμούς, τὰς πολυτρόπους κακώσεις, τὰς πολυειδεῖς θλίψεις, τὰς πυκνὰς ἐπηρείας, τὰς μυρίας ἐπιβουλάς.

Ὅσα τε πάλιν πεποίηκεν ἐν τῷ ὀνόματι τοῦ Κυρίου τεράστια, νοσοῦντας ἰώμενος, κυλλοὺς ἀνορθῶν, παρειμένους συσφίγγων, ὑγιάζων πεπηρωμένους, νεκροὺς ἀνιστῶν, ἀπελαύνων δαίμονας, εὐχῆς δυνάμει ναοὺς εἰδωλικοὺς καθαιρῶν, ἀνατρέπων βωμούς, καταβάλλων ξόανα, τοὺς τῆς ἀπάτης συνηγόρους ἐπιστομίζων, τοὺς τῆς πολυθεΐας προμάχους τρεπόμενος, σοφιστικὰς ψευδηγορίας, ἀπελέγχων θεηγορίαις, σημεῖα δὲ πλάνης, σημείοις ἀληθείας ἐξαναιρῶν· τὰ πόρρω βλέπων ὥσπερ ἐγγύς· τὰ ἐσόμενα προφθεγγόμενος· χόρτον εἰς χρυσὸν ἐξαμείβων, ἵν’ ἄνθρωπος εὖ πάθοι, διὰ πλῆθος ὀφλημάτων καὶ πενίαν ἰσχυρὰν θανατῶν· εὐχερῶς ἐπιστρέφων τοὺς ἀνομήσαντας, καὶ καταλλάττων Θεῷ· νεανίαν ὃν αὐτὸς τῇ πίστει προσήγαγεν, ἀποστάντα τῆς ὑγιοῦς ἀναστροφῆς, καὶ γεγενημένον ληστήν, καὶ ἄρχοντα ληστῶν ἰταμώτατον, ἐπανάγων ἐν βραχεῖ πρὸς τὴν προτέραν εὐγένειαν, ἐπιζητήσει καὶ βλέμματι καὶ προσφθέγματι· πάντα γὰρ τὰ Ἰωάννου, χάριτος πεπλήρωτο καὶ δυνάμεως· καὶ φωνή, καὶ ὄψις, καὶ βάδισμα, καὶ εἴ τι ἕτερον· καὶ ἡ πρὸς αὐτὸν αἰδώς, ὑπερβάλλουσα· καὶ ὡς Θεὸν ἐπὶ γῆς, τὸν πρὶν ἀποτρόπαιον ἅπαντες ἔβλεπον.

Ἕως μὲν γὰρ οἱ σκόλοπες, αἱ ἄκανθαι, αἱ τρίβολοι κατεκράτουν τῆς γῆς, θλίψεων ἦν καὶ ἀλγηδόνων καιρός· καὶ οἱ ἐμπατοῦντες πόδες, ἐτίτραντο· καὶ αἱ ἀνασπῶσαι χεῖρες, ᾑμάσσοντο· τούτων ἐκ μέσου δε γεγενημένων, καμάτοις τοῦ ἀροτῆρος πυκνοῖς, καὶ καλλιεργίᾳ τοῦ Πνεύματος, καὶ τοῦ σπόρου καταβληθέντος ἐν τοῖς νεώμασι, τὴν πικρίαν ἐλπὶς διεδέχετο, καὶ τὴν ἐλπίδα, χαρά, τῶν ληΐων αὐξομένων, πληθυομένων τῶν ἀρουρῶν, ἁδρυνομένων τῶν ἀσταχύων, καὶ τοῦ πεπονηκότος τὰς ἐπικαρπίας ἀντιλαμβάνοντος. Παρῆλθεν ὁ χειμών· ὁ παγετὸς διαλέλυται· τῶν πνευμάτων ἡ σφοδρότης κεκοίμηται· ἡ σκυθρωπότης τῶν νεφῶν ἀπελήλαται· τῆς ὁμίχλης ἡ κατήφεια διεσκέδασται· τὸ ἔαρ προέλαμψε· τὸ θέρος ἐφέστηκεν· εὐγενεῖς οἱ καρποί, καὶ ὁ γεωργὸς ἀγαλλόμενος· ᾔδει γὰρ καὶ ἀμήσων καὶ συγκομίσων, καὶ τὰς ἀποθήκας πληρώσων, καὶ τῆς εὐφροσύνης πέρας μὴ κατοψόμενος, ὅπερ οὐκ εἰς μακρὸν ἀπήντα, πολλῶν ἀνιουσῶν μυριάδων ἐν οὐρανοῖς, ἄλλων ἑπομένων, πλειόνων παρεπομένων, καὶ εἰσαεὶ γινομένης τῆς συνελεύσεως· τὰ πρῶτα γὰρ σπέρματα, πηγὰς ἐμιμοῦντο διηνεκεῖς, καὶ τὴν παμφορίαν, ἀεννάως ἐπεδαψίλευον.

Ἐπεὶ ταῦθ’ οὕτως εἶχε, καὶ τὸ τῆς ἀποστολῆς ἔργον ἀπήρτιστο, πρὸ τὸν ἀποστείλαντα ἐνδημεῖ, καλούμενος ὑπ’ αὐτοῦ, καὶ ἡ ἐνδημία καινότροπος· ἔδει γὰρ αὐτόν, ὥσπερ πρὸ τῶν ἄλλων ἠγάπηται καὶ ᾠκείωται καὶ τετίμηται παρθενίᾳ, θεολογίᾳ, υἱότητι πρὸς τὴν τοῦ Θεοῦ Λόγου μητέρα τὴν ἀειπάρθενον, οὕτω καὶ μεταβιώσεως πρὸ τῶν ἄλλων τυχεῖν.

Ἀμέλει καὶ μηδενὸς νοσήματος ἐκταράξαντος, ἢ συμπτώματος διασείσαντος, αὐτὸς ἑαυτὸν δίδωσιν αὐθαιρέτως τῇ γῇ, καὶ τάφον ὑπεισδύνει, καὶ χοῦν περιβάλλεται, καὶ τελευτὴν προσκαλεῖται· καὶ οὕτω μεταλλάσσεται, καὶ πρὸς τὰ ἄνω μεταχωρεῖ, καθόσον ἐχρῆν ὡμοιωμένος Χριστῷ, ὃς καὶ θάνατον καὶ ταφὴν ἑκουσίως προσίεται, καὶ οὕτω τὴν φθορὰν ἐκτινάσσεται, καὶ τὴν ἀφθαρσίαν ἀμφιέννυται, καὶ ἀνίσταται μετὰ σώματος ὃ προσείληφε, καὶ ἄνεισιν εἰς τὸν οὐρανόν, ὃς καὶ τῶν αὐτῶν ἐπάθλων καταξιοῖ πρὸ παντὸς ἑτέρου, τὴν τεκοῦσαν, καὶ ὃν ἔκρινεν ἀγαπᾶν.

Ἐν τρισὶν οὖν ὁ θαυμαστὸς Ἰωάννης εὑρίσκεται κεκοινωνηκὼς τοῦ ποτηρίου τῷ δεσπότῃ καὶ τοῦ βαπτίσματος ὡς ἡ πρόρρησις· ἐν τῷ κατὰ τὸ πάθος παρεῖναι, καὶ συμπάσχειν τῷ πάσχοντι, καὶ ἑαυτὸν προδιδόναι τῷ μὴ ἀφίστασθαι, καὶ ὡς ἐσταυρωμένος κρίνεσθαι, τῷ τε προθυμεῖσθαι καὶ τῷ ὑπεραλγεῖν· ἐν τῷ πολλάκις ὑπὲρ τοῦ κηρύγματος ἀλογῆσαι τῆς οἰκείας ζωῆς, καὶ μάλισθ’ ὅτε κατὰ Πάτμον ὑπὸ τῆς τοῦ δήμου μανίας διεσπάρακτό τε καὶ ἔρριπτο, νεκρὸς λογισθείς· ἐν τῷ δεῖξαι κατὰ τὸ τέλος ἐν ἑαυτῷ, τὴν τοῦ διδασκάλου ὑπακοήν, τὸν θάνατον ἑκουσιαζόμενος, καὶ τῇ πρὸς αὐτὸν ἐπειγωλῇ, πρὸ τοῦ τεθνᾶναι θαπτόμενος.