Θανὼν τοιγαροῦν Ἰωάννης, ἔργοις ἀνεῖλεν ὃ λόγοις πρότερον, τὸ μὴ θνήσκειν αὐτόν· ζῶν δε πάλιν ἐν σώματι, μενεῖ τοῦ δεσπότου τὴν ἔλευσιν, προελευσόμενος αὐτῆς μηνυτής, καὶ τῆς ἀποστασίας θριαμβευτής. Ἔπρεπε γὰρ ἔκ τε νόμου καὶ χάριτος, ἔκ τε τῆς ἀρχαιοτέρας βιώσεως, ἔχειν προκήρυκας τὸν κριτήν, ὡς πάντων καὶ δημιουργὸν καὶ Θεόν, καὶ ὧν μὲν ἡ παῦλα, θνητούς, οὗ δὲ τὸ εἶναι, καινόν, τοῖς ἄλλοις μέντοι καὶ αὐτὸν συμφερόμενον, ἐπεὶ καὶ Χριστός, μετὰ τὴν ἀπέκδυσιν τοῦ θνητοῦ καθορώμενος, ἐσθίων καὶ ψηλαφώμενος. Πῶς γὰρ ἂν ἄλλως τὸ ἄνθρωπος εἶναι πιστώσοιτο; Προσφόρως δὲ καὶ τὰ περὶ τὸ τέλος προεκδιδάσκεται, ὁ καὶ περὶ τὸ τέλος ἀπόστολος, καὶ διὰ τῆς ἀποκαλύψεως, προδηλοποιεῖ τὰ κεκρυμμένα, καὶ πρὸς τὸ μέλλον προασφαλίζεται, μονονουχὶ βοῶν, ὡς αὐτὸς ἔσται καὶ τότε τῶν ἐνεργουμένων ὁ ἑρμηνεύς, ἡ τοῦ ψεύδους ἀνατροπή, ἡ τῆς ἀληθείας ἑδραίωσις. Δεῖν γὰρ εἰπὼν προφητεῦσαι πάλιν αὐτὸν ἐπὶ λαοῖς ἔθνεσι γλώσσαις καὶ βασιλεῦσι πολλοῖς, διττὸν ἐνέφῃνε τὸν καιρὸν τῆς προφητείας αὐτοῦ, τὸν μέν, νῦν, γραφικῶς, τόν δ’ ὕστερον, αὐταγγελτικῶς.