Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Εἰς τοὺς ἀνδριάντας

Νικηφόρος Βλεμμύδης

Η νίκη κατά των παθών, η ταπεινοφροσύνη και η φιλαλήθεια

Ο πνευματικός αγώνας του ηγεμόνα για την αποκοπή των παθών, την αποφυγή της υπερηφάνειας και της κολακείας, καθώς και η ανάγκη μίμησης του Χριστού μέσω της μετριοφροσύνης και της φιλαλήθειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 4 από 9

καὶ ὅπῃ δ’ ἄλλῃ τὰ τρία ταῦτα συνέλθοιεν, τὸ σωφρονικόν, τὸ ἤπιον, τὸ φιλότιμον, ἐκεῖ καὶ τὸ ἀριστεύειν καὶ τὸ κλεΐζεσθαι· σωφροσύνη μὲν γὰρ ἀνδρείας παίδευμα καὶ μελέτημα καὶ τοῦ τῶν ἀνθισταμένων κατεπεμβαίνειν καὶ ἡττᾶν αὐτοὺς καὶ τροποῦν· πραότης δὲ καὶ τὸ ἀνεξικακεῖν, καρτερίας καὶ μεγαλοψυχίας γυμνάσιον καὶ στερρότητος, ἅμα δὲ καὶ τῆς παρὰ πάντων στοργῆς ἀρχὴ καὶ κρηπίς· τὸ δ’ εὐεργετικὸν καὶ τὰς τῶν συμμάχων χεῖρας νευροῖ καὶ τοὺς τῶν ἀντιμάχων αὐχένας κλίνει καὶ τὸ οἰκεῖον ἐχυροῖ καὶ τὸ ἀλλότριον ὑποτάττει καὶ πᾶν ἀνοίγνυσι στόμα καὶ πᾶσαν γλῶσσαν θήγει πρὸς ἔπαινον. ὥστε καὶ νίκης καὶ δόξης ὁμοῦ τὰ διειλημμένα ποριστικώτατα· φύσει γὰρ νικητὴν ἔνδοξόν τε φύσει τὸν κατωρθωκότα προαπετέλεσαν. μήποτ’ οὖν ὀρθῶς ταῦτ’ ἂν λέγοιτο μῆλα χρύσεα πρὸς Ἡρακλέος ἀφῃρημένα τῶν Ἑσπερίδων ἐπὶ τοῦ Ἄτλαντος, τὸν ἑκατογκέφαλον ὅτε δὴ πέφνε καὶ ποικιλόφωνον δράκοντα τὸν ἀθάνατον; εὖ γὰρ ἂν ἔχοι τῷ μήλῳ τὴν νίκην καὶ τῷ χρυσῷ τὴν δόξαν ἐξεικονίζεσθαι, τὸν δ’ ἀλλόκοτον δράκοντα καὶ τερατώδη πρὸς τὸ τῆς φαύλης ὀρέξεως πολύτροπον ἐκλαμβάνεσθαι.

τοιγαροῦν ὁ τοῦτο κατηργηκὼς καὶ οἷον ἀπεκτονώς, ἤρατο κλέος βραβείων τριῶν, ἡδονήν, ὀργήν, ἔρωτα χρημάτων νενικηκώς· ταῦτα δ’ ὡς τὰ πολλὰ ταῖς ἑσπερίσι φυλάττεται βιοταῖς, ἐν αἷς ὁ ἄτλας λογισμὸς καὶ ἀνένδοτος· ὁ δ’ αὖ τὸ τέλειον προειληφώς, χρόνους ἐν ὀλίγῳ πεπληρώκει μακροὺς καὶ τρισαριστεὺς ἀξιοθαύμαστος ἀναδέδεικται, τὰ γήρως κατορθώματα προηρπακὼς ἐν νεότητι καὶ τὸ τῆς ναρκώσης ψυχῆς ποικίλον θηρίον ἀνῃρηκὼς ἐν σπουδῇ, τῆς παρειμένης περὶ τὰς ἐλλόγους καὶ κατὰ φύσιν ὁρμάς· δι’ ὦν ἄρα λωφῶσιν αἱ παρὰ φύσιν καὶ ἄλογοι. τῷ γὰρ ἀνημμένῳ καὶ συντόνῳ τοῦ καθηγεμόνος διαπέφρικε τὸ ἀλλόφυλον καὶ ἀπέψυχε, καὶ πάσχει πλέον ἢ κνώδαλον ἐκ λέοντος ὠρυγῆς· ὥσπερ αὖ τῷ διακεχαυνῶσθαι καὶ ἀναπεπτωκέναι καὶ νήγρετον καθυπνωκέναι τὸν ἰσχυρόν, ἀναζωπυροῦται τὰ πάθη καὶ ἀποθρασύνεται καὶ παρειληφότα τοῦτον ὑπὸ Δαλιδᾶ, τῆς ᾑρετισμένης συνοίκου νωχελίας, ἀποκεκαρμένον, τὴν σύνεσιν ἐκτυφλοῖ καὶ οὕτω διαπαίζει πολυειδῶς, ἄλλοτε πρὸς ἄλλα τῶν γελοίων καθέλκοντα. τὸ δ’ ἀθλιώτερον, οὐδ’ οἶδεν ὁ κατειλημμένος οἷ κακοῦ γέγονεν, ἀλλὰ πεπωρωμένος πέφηνε καὶ ἀναίσθητος, ἔστι δ’ ἐνίοτε καὶ τῇ συμφορᾷ βρενθυόμενος καὶ δόξαν τὴν αἰσχύνην ἡγούμενος.

Εἰ δὲ καὶ κόλακες ἐπίτριπτοι θωπεύοντες τύχοιεν καὶ καταψῶντες αὐτὸν καὶ σαίνοντες, ἐνασμενίζει τούτοις ᾗ φίλοις, μὴ ξυνορῶν τὸ διάφορον. ὅτι κόλαξ μὲν ἐκ παντὸς τρόπου τὸ ἡδὺ καρυκεύει, κἂν δηλητήριον, φίλος δὲ τὸ ἐπωφελὲς ἀγωνίζεται, κἂν πρὸς ἀνάγκην ἀνιῴη τὴν αἴσθησιν· καὶ ὁ μὲν ὅλαις ἡνίαις πρὸς μόνον φέρεται τὸ λαβεῖν, ὁ δ’ ὑπὲρ τοῦ τῷ πεφιλμένῳ συνοίσοντος καὶ αὐτὴν προΐεται τὴν ζωήν· καὶ ὅτι κόλακες μὲν χείρους κοράκων, ὁ δὲ φίλος, ἄλλος αὐτός. ἔστι μὲν οὖν τὸ ἐκλελυμένον τούτων παραίτιον τῶν δεινῶν, αὐτοῦ δὲ πολλάκις τὸ ὑπερήφανον. διὸ καὶ τὸν Κορίνθιον Ἱππόνουν μετὰ νίκας ὅσας ἱστόρηται—τὴν τῶν ἀρκύων τῆς Ἀντείας ἐξάλυξιν τῶν ἀδίκων ἐρώτων καὶ ἀδικωτέρων ἐπιβουλῶν, τὴν τῶν Σολύμων, τῶν Ἀμαζόνων, τῆς τῶν ἀκμαιοτέρων ἐνέδρας Λυκίων καταπολέμησιν—, ἐπεὶ καὶ τὸν αἰθέρα διαπτῆναι τῷ Πηγάσῳ νεανιεύσοιτο, κατενηνέχθαι κύμβαχον καὶ πεπηρῶσθαι μὲν τὰς ὄψεις ἀλᾶσθαι δὲ κατὰ πεδίον Ἀλήιον μὴ τετυχηκότα τέως χειραγωγοῦ.

παραπλησίως ἄρα καὶ γαῦρος καὶ ἀλαζὼν λογισμός, εἰ καὶ τῆς ἀντώσης ἐν ἀρχαῖς μαλθακῶς ἡδονῆς περιγένοιτο πρότερον, ἔπειτα δὲ καὶ αὐτὴν τὴν μεσαιτάτην ταύτης φλόγωσιν κατασβέσειε, τήν τε τοῦ θυμοῦ προτομὴν ἀνέλοι καὶ τὸν τῆς χρηματομανίας ὁλκὸν ἀποτάμοι, σύστασιν καὶ λόχησιν ἐμπαθῆ τῷ ὑπερῆρθαι πάσης χαμαιζήλου σχέσεως τροπωσάμενος, εἰ μὴ πρὸς μόνα τὰ φαῦλα φέροι τὸ ὑπεροπτικόν, ἄλλ’ ἤδη καὶ πρὸς τὰ κρείττω καὶ ὑψηλότερα, τοῦ τε συντείνειν ἑαυτὸν εἰς τὸ δέον καταπεφρονηκὼς καὶ συμβουλίας νουνεχοῦς ἑτέρου καταμελῶν, πρὸς τὸ πρῶτον καταβάλλεται πτῶμα, καὶ τὸ διακριτικὸν ἐκτετυφλωμένος, ἔρημος πλανᾶται παντὸς ὁδηγοῦ, μηδενὸς ἐπαΐων χρησίμου, πνευμάτων δὲ καὶ κυμάτων ὄχλῳ διακένοις ταράχοις περιβομβούμενος, ἢ τῷ τῆς ἀτασθαλίας πελάγει καταποντοῦται, πτερορρυήσας ὥσπερ Ἰκάριος, τῷ πέρα τοῦ μέτρου πτερύξασθαι καὶ τῶν ἡλιακῶν ἀμαρυγμάτων κατεπαρθῆναι. τοὺς γὰρ Λυκαονίδας παρίημι, κεραυνουμένους σὺν τῷ σφῶν αὐτῶν ἀρχηγέτῃ καὶ τῆς ἀπονοίας καὶ τῆς γενέσεως· καὶ τὸν ἀπὸ βύρσης βροντῶντα Σαλμωνέα, ταὐτὸ πάσχοντα, καὶ τὴν καινὴν πόλιν ἐξαφανιζομένην σὺν τοῖς οἰκήτορσι· καὶ τοὺς Ἀλωάδας καὶ τὴν ὑπ’ ἀλλήλων πτῶσιν αὐτῶν ἐν τῇ γῇ, πρὶν Ὄσσαν ἐπ’ Ὄλυμπον θέντας, ἐπὶ δ’ Ὄσσαν τὸ Πήλιον, ἀναφοιτῆσαι πρὸς οὐρανόν· καὶ τὰς ἄλλας τῆς ὑπερηφανίας ὁρμὰς καὶ καταστροφάς.

πορρωτάτω τοίνυν ἐξοριστέον, ἐπεὶ καταβλητικόν, τὸ μετέωρον φρόνημα, προσοικειωτέον δὲ τὸ μέτριον, ὅτι βεβηκὸς καὶ ὑπερείδειν εἰδός, καὶ δὴ τῇ τοῦ λόγου συναρμοστέον τομῇ· καὶ τὴν ἀρίστην ταύτην συζυγίαν ἢ συμφυΐαν, τὴν ἀδαμαντίνην ἅρπην παραληπτέον τὴν Ἑρμαϊκήν, δι’ ἧς ὁ δῖος Περσεύς, ὁ νοερὸς ἀνὴρ καὶ κατὰ τῆς ἀλογίας πολεμικός, οὐ δῆτα μίαν ἐκ τῶν τριῶν, ἀλλ’ ὅλας τὰς εἰρημένας τρεῖς Γοργονείους τῆς μοχθηρᾶς ὀρέξεως ἐκτετμηκὼς κεφαλάς, πάθος ἅπαν καταγωνίσοιτο, τῷ ἑωρακέναι τὰς κορυφαίας ἐκτομὰς ἀπολιθωθὲν καὶ ὅλως μεῖναν ἄπρακτον καὶ ἀκίνητον· τοῦτο δὴ τὸ μετριόφρον καὶ ἄτυφον καὶ πῦρ οἶδεν ὁ λόγος, τὸν ἐπῃρμένον ὄφιν καταπιμπρῶν καὶ τὴν ἐξ αὐτοῦ γεγεννημένην ὕδραν, τὴν πολυάφορμον κακίαν, τελέως ἐξαναιροῦν, μετὰ τῆς ὀρθῆς γενόμενον κρίσεως. ἡ μὲν γὰρ ἐκτέμνει τὴν μοχθηρίαν, τὸ δὲ τὰς ἀποφύσεις οὐ συγχωρεῖ· τοῦτο καὶ λαμπρὸν ὄχημα καὶ ὄντως βασιλικόν, ὡς φλὸξ μὲν ὑπαντιάζον τοῖς ἀντιβαίνουσιν, αὐτὸν δὲ τὸν ἀναβάτην οὐκ ἀπορριπτοῦν ὡς Φαέθοντα διὰ τὸ ἀνέδραστον, ἀλλὰ μετὰ πολλῆς τῆς ἀσφαλείας ἀναφέρον πρὸς ὕψος οὐράνιον, καὶ διάδηλον ἕως αὐτῶν τῶν τῆς οἰκουμένης περάτων ἀπεργαζόμενον. πρὸς ὃν καὶ μεγαληγορία προφητικὴ διακέκραγεν· ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ· πᾶς ἄνθρωπος γεηρὸς εἶδε καὶ ἐσαλεύθη καὶ καταπέπληκται.

βασιλεὺς γὰρ μετὰ τῶν ἄλλων βασιλικῶν καλῶν μετριοφρονῶν—τί τὰ πολλὰ χρὴ λέγειν; —αὐτὸν ὑπογράφει τὸν κεκλικότα τοὺς οὐρανοὺς καὶ καταβεβηκότα μέχρι δούλου μορφῆς, τὸν βασιλέα τῆς δόξης, ᾦ τῶν αἰωνίων πυλῶν ἀρθεισῶν, ὑπεράνω πάσης ἀρχῆς ὑπερκοσμίου μετὰ σώματος ἡ ἀνάβασις. ἀλλ’ ὅ γε τὴν αὐτοῦ φέρων μόρφωσιν θεοειδέστατος βασιλεύς, οἷς τὸ βασιλικὸν διαδείκνυται κάλλος, ἐπεντρυφᾷ, οἷς τὸ ἀλλότριον αἶσχος ἀπορραπίζεται, γέγηθεν· εὖ οἶδα τοῦτο, παρὰ τῆς ἐναργείας δεδιδαγμένος. ὅτι γὰρ κανὼν ἀρετῆς καὶ ὑπὲρ τὸν ᾀδόμενον Πολυκλείτειον πέφηνεν ὡραιότατος, ἀγάλλεται δῆτα καὶ ἀμφοτέρωθεν, ἔκ τε τῆς τῶν οἰκείων προσλήψεως καὶ ἀναρρήσεως, ἔκ τε τῆς τῶν ἀνοικείων ἀποθέσεως καὶ φαυλίσεως· ὥσπερ γὰρ τὸ φίλον καὶ προσφυὲς ἐγκωμιαζόμενον γάννυσιν, οὕτω στηλιτευόμενον τὸ ἐχθρὸν καὶ ἀξύμβατον, ἐκ τῶν ἐναντίων διὰ τῶν ἐναντίων συναγομένης μιᾶς οἰκειότητος.

Ἄλλο δ’ οὐδὲν τῷ σπουδαίῳ τῆς ὄντως ἡδύτητος οἰκειότερον, ἢ μᾶλλον ἐξ ἀναιρέσεως τῆς δοκούσης, ἐκ πόνων, ἐξ ἱδρώτων, ἐκ βίας πέφυκε γίνεσθαι, τοῦ καρτερεῖν συνειδέναι τὴν τῶν καρτερουμένων πικρίαν ἐξαίροντος καὶ τοῦ καθυπερτερεῖν τὴν συγκαθυπερτεροῦσαν χαρμονὴν συνεισφέροντος. ταύτην ποτὲ καὶ καταγνώσεως λύπη προὐξένησεν, ἣ τοὺς ὅρους οὐχ ὑπερβέβηκεν, οὐδὲ πρὸς κρημνὸν ἐξώκειλεν ἀπογνώσεως· ἐπεὶ καὶ τὰ καθαρτικὰ τῶν φαρμάκων πολεμίως μὲν ἔχει πρὸς τὸ σῶμα τοῦ ζῴου, τὴν δέ γε μοχθηρὰν ἐπισπώμενα ὕλην, ὑγιείας παραίτια γίνεται, ὅταν οὐχ ὑπερβαίη τοὺς ὅρους ἡ κάθαρσις, οὐδὲ συνεκκριθείη τὸ ἀναγκαῖον εἰς σύστασιν. ἄλλοις μὲν οὖν ταυτὶ καθάρσια τυχὸν ἢ καὶ ἀντίδοτοι, τοῖς μὴ πρὸς τὸ ἔσχατον ἐληλακόσι τῆς νόσου καὶ πάνδεινον, ὥστε μηδὲ προσίεσθαι, τῆς σκολιότητος ἀπορριπτουμένης διὰ τῶν κατηγορημάτων αὐτῆς, καὶ πρὸς τὸ εὐθὲς διὰ τῶν αὐτοῦ εὐφημισμῶν ἀλλοιουμένου τοῦ δεκτικοῦ· τῷ δὲ καλῷ κἀγαθῷ, τὰ βέλτιστα καὶ προσαρμάτων καὶ ἡδυσμάτων, οἷς χαίρει, οἷς εὐεκτεῖ, ὧν ἄνευ καὶ τὸ εἶναι οἱ μὴ εἶναι λελόγισται· νοερὸς γὰρ ὅλος καθεστηκώς, νοῦν τρέφειν καὶ ἥδειν ἐσπούδακε, καὶ οὕτω κέκρικε ζῆν καὶ ὑπέρευγε ζῆν.

ὁ δὲ λόγος ἐπικοσμείτω τὸν βασιλικὸν ἀνδριάντα πρὸς τὴν τοῦ παραδείγματος ἐπικόσμησιν· ἀριπρεπέστατος δὲ κόσμος, ἀλήθεια· ταύτην περιβεβλημένος ὁ ὑψηλότατος, ἐπεὶ φῶς, πᾶσιν ἐπιφανὴς καὶ περίβλεπτος, πάντας γὰρ ἐπιστρέφει πρὸς ἑαυτόν. εἴ γε μὴν τὸν τοῦ ψεύδους ὑποδύοιτο σκότον, ἔχοι ἂν πῶς τὸ περίοπτον; εἰ μὴ καθότι ζοφόεις ὑπέρκειται τοῖς ἑτέρων αὐγασμοῖς παραθεωρούμενος, ὥσπερ καὶ μέλαν νέφος, ἑτερογενοῦς τινος φαύσεως προσκεχυμένης τῷ περιέχοντι. τοιγαροῦν ἐπισειέσθω τῷ ψεύδει Τενέδιος πέλεκυς, ἵν’ ἐκδειμαινόμενον ὑποστέλλοιτο, τὴν ἀναίρεσιν ὑφορώμενον, ἢ μακρὰ γραμμὴ καὶ μέλαινα ψῆφος κληρούσθων, ἢ μὴν ἐκφοίτησις ἐς Κυνόσαργες, οἷον δὲ πεπαρρησιάσθω τὸ ἀψευδές. ἤτω δὲ περισπούδαστον καὶ τὸ θᾶττον ἀνύτειν τὰ ἐπηγγελμένα τοῦ ἐπαγγέλλεσθαι. τὸ μὲν γὰρ μέλλον ἐπὶ βραχύ, τὸ περιεσκεμμένον δηλοῖ, καθὼς αὖ ἐπὶ μήκιστον, Πυρρωνείου μόριον ἐποχῆς· εἰ δ’, ἅ τις ὑπέστη, μὴ παραχρῆμα περαίνοιτο, πῶς οὐκ ἂν ὑπεμφήνειε τὸ τῆς γνώμης τῆς μετὰ τὴν κρίσιν ἀμφιρρεπές; εἰ δὲ καὶ διαπίπτοιεν εἰς τέλος, ὄντως αὐτὸ τὸ τοῦ λογισμοῦ βάθρον ὑποσεσάθρωται. τοῦτο δὲ τοῦ προκεκριμένου πάντων, ὅσον ἀνάξιον· ᾧ μηδὲν κατ’ ἀνάγκην, τὸν παλινάγρετα λέγειν· ᾧ πολὺ τὸ κράτος, τὸν ἀνεμώλια βάζειν. πόθεν δὲ τῷ ὑπερέχοντι τὸ ἀξιόπιστον; ἢ πόθεν τὸ τῶν λόγων ἀσφαλὲς ἐκπαιδευθείη τὸ ὑποβεβηκός;

ἐν ὑποψίᾳ πρὸς ἀλλήλους ἄρχων τε καὶ ἀρχόμενος; ἐν συγχύσει τὸ πᾶν, κατὰ τὸν Ἐμπεδόκλειον Σφαῖρον καὶ τὴν τοῦ Νείκους ἡττημένην Φιλίαν, δι’ ἣν ὁ πυρὸς ἐκθέμενος ἄξια, τῷ πυρὶ πεφίλωτο, ἵν’ ὁμοῦ γένηται χρήματα πάντα, τό γε αὐτοῦ, διὰ τῆς ἀναλύσεως· ἐν κινήσει τὸ πᾶν, κατὰ τὸν Ἡρακλείτου λόγον τὸν ἄστατον, ᾧ τὴν ἐναντίαν ὁ ἀκίνητος ἐτράπετο Ζήνων καὶ πῶς εἰς τοῦτο κεκίνηται, πῶς δ’ ἐκεῖνος ἔστησε τὸ δόγμα καὶ τὴν ὑπόληψιν;· ἐν δοκήσει τὸ πᾶν, ὡς Δημόκριτος ὁ μετὰ τῶν αὐτοῦ ληρημάτων οὐκ ὤν, ἐξ ὧν κατεσκεύαζε· καὶ πάλιν, νόμῳ χροιή—μᾶλλον δὲ γνῶσις καὶ λόγος καὶ ἄνθρωπος—ἐτεῇ δὲ κενόν. ἁρμοδιώτατον ἄρα κόσμημα τῷ κρατοῦντι τὸ ἀληθευτικόν, πρὸς δὲ καὶ τὸ τῶν αἰτήσεων εὐλόγως ἠγμένων ἀποπληρωτικόν, ὥσπερ αὖ τὸ τῶν ἄλλως ἐχουσῶν ἀποτρεπτικόν, καὶ ταῦτα τὴν ταχίστην καὶ μετ’ ἐπειγωλῆς. οὐ μὴν ἐατέον τοὺς προσπεφοιτηκότας χρονοτριβοῦντας πιέζεσθαι· τοῦτο γὰρ πόρρω κηδεμονίας βασιλικῆς.