Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Εἰς τοὺς ἀνδριάντας

Νικηφόρος Βλεμμύδης

Η πραότητα του βασιλέα και η αποφυγή της οργής

Η ασυμβατότητα του θυμού με το βασιλικό αξίωμα, η προβολή του ηγεμόνα ως φιλάνθρωπου προστάτη και παραδείγματα ηγεμονικής γαληνότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 9

Τὸ δ’ ὀργίλον καὶ μεμηνὸς ἀπερρίφθω λῃσταῖς, ὧν κατὰ τὴν τοῦ ὄφεως ὁμοίωσιν ὁ θυμός, ὧν κατὰ τὴν δαιμονικὴν μισανθρωπίαν τὸ ἀπηνές· τῷ δὲ καθ’ ὁμοίωσιν τεταγμένῳ θεοῦ καὶ τοῦ πλάσματος αὐτοῦ πεπιστευμένῳ τὴν ἐπιμέλειαν τὸ γαληνὸν προσηρμόσθω καὶ ἥμερον, τὸ ἐπιεικὲς καὶ φιλάνθρωπον, εἰδότι καλῶς, ὅτι τὸ ἀρχόμενον συγγενὲς καὶ ὡς ἑαυτὸν περιέποντι· τῶν ὑγιαινόντων προμηθουμένῳ, τοὺς ἀρρωστοῦντας ἐπισκεπτομένῳ, καὶ θεραπείας ἀξιοῦντι τῆς κρείττονος· μαλάγμασι μὲν ὡς ἐπίπαν καὶ καταδέσμοις, ποτὲ δὲ κατὰ πολλὴν ἀνάγκην προσφερομένῳ καὶ αὐστηρότερον, εἴπερ μετὰ συχνὴν τὴν παρήγορον ἀγωγὴν ὁρῴη τὴν νόσον ἀγρίαν τε καὶ δυσκάθεκτον, ὡς μέντοι μέλεσι γνησίοις συνοδυνωμένῳ τοῖς πάσχουσιν. οὕτω τις εἰς ἑαυτὸν ἕλκει τοὺς οἰκτιρμοὺς τοῦ θεοῦ· οὕτω βασιλείαν ἀκατάλυτον ἑαυτῷ προμνηστεύεται· οὕτω κἀνταῦθα πᾶσι φιλεῖται, πᾶσιν ἑκασταχῆ περιᾴδεται, διακεκραγόσιν ὁ σωφρονέστατος, ὁ πραότατος, ὁ ἀφωμοιωμένος θεῷ. τὸ δὲ σάρκας ἀνθρώπων καταξαίνειν δι’ ἀμυδρόν τι πλημμέλημα τοῦ κατέσθειν διὰ μανίαν ἑαυτοὺς οὐ πάμπολυ διενήνοχεν.

ὥσπερ γὰρ ἐκεῖ τῆς τῶν ὀδυνῶν αἰσθήσεως ἡ φορὰ τῆς νόσου κατακρατεῖ, παραπλησίως κἀνταῦθα τοὺς ὀργιζομένους τὸ τοῦ θυμοῦ διατίθησιν ἀκατάσχετον, καὶ οὐ μεθίησιν ἐννοεῖν, ὅσον ἂν ἠνιῶντο πάσχοντες οὗτοι, καὶ ὅτι τῆς αὐτῆς οὐσίας ὁ τιμωρούμενος, καὶ οἷον φέρει τὸ ἄλγος, καὶ οἵαν ὁ συμπαθὴς Δεσπότης ἐπάγει τὴν ἄμυναν. ἔτυψέ τις ῥοπάλοις πικρῶς, πυγμαῖς ἔπληξεν, ἀλόγῳ θυμῷ χαριζόμενος; ἀντιτέτυπται, ἀντιπέπληκται· ῥίγει τυχόν, πυρετῷ, κεφαλῆς ἄλγει, καρδιωγμοῖς, τεινεσμοῖς, ἑτέροις ἀνιαροῖς, ὅτ’ οὐκ ἤμελλε. πλεῖόν τι δέδρακε; πλεῖόν τι πέπονθεν. εἰ δ’ οὐ παρὰ πόδας τἀντίποινα, κατὰ καιροὺς οὓς οὐκ εἴσεται· μαρτυρεῖ πρὸς ἐτέροις πολλοῖς ὁ ὑπὲρ τῶν Γαβαωνιτῶν λιμός, ὡς ἐν ἄλλοις πταίοντες καιροῖς ἐν ἄλλοις ἀπολαμβάνομεν. ὁ δ’ ἐνταυθοῖ τὰ πάντα παραδραμὼν βιαιοτέροις ἂν ἐγκύρσοι καὶ μονιμωτέροις ἐν τῷ τέλει δεινοῖς· τὸ δέ γε μισεῖσθαι καὶ ἀπευκταῖος εἶναι καὶ ἀποτρόπαιος καρπώσαιτο καὶ ἔτι περιών, διὰ οὐκ εἰς τοὐμφανὲς διὰ δέος, ἀλλ’ ἐν διαθέσει ψυχῆς, ῥίζῃ πονηρῶν διαλογισμῶν. ὅσῳ δὲ κρείττων αἱρετὸς ἡγεμὼν διὰ τὸ χρηστὸν τοῦ φοβεροῦ διὰ τὸ κολαστικόν· ὑπὲρ μὲν γὰρ τοῦ προτέρου φόβος πολύς, αἱρετὴ δὲ καὶ μᾶλλον ἡ τοῦ δευτέρου ἁπαλλαγή.

τί δὲ χρὴ λέγειν τὰ τῆς ἀσχημοσύνης, εἴ ποτ’ ἂν ἴσως ἐκ τοῦ μὴ συνειθίσθαι τὴν ἐποχὴν τοῦ θυμοῦ, μακρὸν ὑπερβαίη τοὺς ὅρους αὐτός, παρὰ τὴν τοῦ πάσχοντος βούλησιν; ἐπὰν τὸ περὶ τὴν καρδίαν αἷμα παφλάζον σφοδρῶς καὶ ἀνακυκώμενον κατὰ πολλὴν ἐρημίαν τοῦ κατευνάζοντος καὶ καταστέλλοντος λογισμοῦ κἀν τοῖς ἀγγείοις συνωθούμενον οὕτω δὴ καὶ στενοχωρούμενον ταράττοι καὶ παρακινοίη τὸν ὀργιζόμενον, πρός τε τὴν ἐπιφάνειαν αὐτὴν βιαζόμενον τὸ μὲν πρόσωπον διῳδηκὸς ἐκτελοίη μετά τινος ἀναιδοῦς ἐρεύθους καὶ πελιδνότητος καὶ ποικίλης περικλονήσεως, τοὺς δ’ ὀφθαλμοὺς ἄντικρυς ἄνθρακας ἀπεργάζοιτο καὶ οἵους τοὺς τῶν δρακόντων ἀκούομεν, πυκνὰ περιστροβουμένους καὶ ἀναπάλλοντας καὶ τὰς οἰκείας ἕδρας οὐ στέγοντας, ἡ φωνὴ δ’ ὑπερτείνοιτο καὶ ὁ λόγος οὐκ εὔσημος ἀκριβῶς, ἅπαν τε τὸ σῶμα σπαράττοιτο καὶ ἀτάκτως ᾄττοι καὶ παραφέροιτο, τῷ πνεύματι τῆς ὀργῆς ἐνεργούμενον; ὁποία τότε ψυχῆς φανείη κατάστασις; ὄντως ἀνὴρ θυμώδης οὐκ εὐσχήμων εὐστόχως εἴρηται. διὸ καὶ λίαν ἀπᾷδον τοῦτο τὸ πάθος τῇ βασιλικῇ κοσμιότητι.

Λαῶν κοσμήτορες οἱ βασιλεῖς ἔκπαλαι κέκληνται καὶ ποιμένες λαῶν· ὁ τοίνυν λαοὺς προβεβλημένος κοσμεῖν ὡς στρατηγὸς ἐν ταῖς παρατάξεσι, ὡς πρῶτος ἡγεμὼν καὶ παιδευτὴς ἐν τοῖς ἤθεσιν, ὅσον ἔχειν αὐτὸς ὀφείλει τὸ κόσμιον, ὅσον δὲ πρὸς τὰ ποίμνια τὸ κηδεμονικὸν ὁ ποιμήν· ἄγων μὲν ἐπὶ νομὰς ἀγαθάς, αὐλῷ δὲ τέρπων καὶ σύριγγι καὶ ᾠδαῖς, οὐ δεσμῶν, οὐ στρεβλῶν, οὐ καταικίζων μικραῖς προφάσεσι· ταῦτα γὰρ οὐ καλοῦ ποιμένος, οὐδὲ τιθέναι τὴν ψυχὴν ὑπὲρ τῆς ποίμνης πεπαιδευμένου. τό γε μὴν κἀπὶ τῇ τῶν ἀγομένων τέρπεσθαι συντριβῇ, τῶν τῆς αὐτῆς φύσεως ἠξιωμένων, καὶ τοῖς ἑτέρων ἀλγεινοῖς ἐφήδεσθαι, τῆς Ἐχέτου θηριωδίας καὶ ἰταμότητος.

Σέσωστρις Αἰγυπτίων καὶ Ἀσσυρίων δυνάστης, βασιλέας ὑποτάξας πολλούς— κόσμου γὰρ κατῆρξεν, εἰ μὴ παντός, τοῦ γε πλείονος—ἄρματι μὲν αὐτοὺς ὑπεζεύγνυ λαμπρῷ, δι’ αὐτῶν δ’ ἐπιβαίνων πεφρονηματισμένος ἐφέρετο καὶ γηθόσυνος. καί τινός ποτε τῶν ὑπεζευγμένων βράδιστον καὶ ἀνακεκομμένον βαδίσαντος, τί δῆτα μέλλεις; ἀνήρετο· καὶ ὅς· ὅτι τὰς τῶν τροχῶν, ἐπήγαγε, στροφὰς καθορῶ. συνεὶς οὖν ὁ Αἰγύπτιος τὸ τῆς τύχης ἄστατον ὑποδηλωθέν, πραότερος τοῦ λοιποῦ καὶ συμπαθέστερος ἦν.

Ἱέρων δὲ Συρακούσιος οὐχ ἑκόντων ἡγεμονεύσας τῶν Σικελῶν οὔ τινα τῶν πρὶν ἀντικαθισταμένων μετὰ τὴν ἡγητορίαν λελύπηκε· μᾶλλον μὲν οὖν εὖ ἐποίει πᾶν τὸ πλῆθος διαπαντός, οἷα πατὴρ ἱλαρῶς ἑκάστῳ δὴ προσφερόμενος· ἔτεσι δὲ κατάρξας τέσσαρσι πρὸς πεντήκοντα, τῇ πατρίδι μὲν τὴν εἰρήνην, ἑαυτῷ δὲ τὴν ἀρχὴν ἀστασίαστον πάντῃ διατετήρηκεν. ἐπιβαλλόμενος δὲ πολλάκις ἀποθέσθαι τὴν δυναστείαν, κοινῇ τοῦ πλήθους ἀντιβολήσει διακεκώλυται· τοσοῦτον ἐράσμιος ἐγεγόνει τοῖς ἀρχομένοις, σωφρονικώτατος ὤν, εὐεργετικώτατος, ἔπι μᾶλλον δὲ ἡμερώτατος. τοῦ δ’ αὐτοῦ τρόπου καὶ Ἄλκιμος ἦν ὁ Λυδός· ὅθεν ἐν γαλήνῃ καὶ ἀφθονίᾳ τὸ ὑπήκοον βιοῦν παρεσκεύασεν. ἑπτὰ δὲ διεληλυθότων ἐτῶν ἐθεοκλύτουν οἱ λαοί, παγγενῆ συνιόντες καὶ πανδημεί τὸν βίοτον ἐπεκτείνεσθαι τῷ σφῶν αὐτῶν βασιλεῖ· καὶ ἦν τοῦτο, καὶ πολυετὴς ὁ Ἄλκιμος γεγονὼς εὐερμίαν μὲν τῷ τότε Λυδοῖς, ἑαυτῷ δ’ ὄνομα καὶ ἕως δεῦρο πολὺ καὶ κλεινὸν καταλέλοιπεν. ἐπαινῶ τοὺς προγενέστερον βεβασιλευκότας Ῥωμαίων, ὅτι τὸ ἡ γαληνότης ἡμῶν πᾶσιν αὐτῶν ἐνετίθουν τοῖς διατάγμασιν ἀντὶ τοῦ γράφειν ἡ βασιλεία μου, δηλοῦντες ὅτι τὸ γαληνόν τε καὶ ἥμερον ἀφωσιωμένον τῷ βασιλεῖ καὶ ἐξαίρετον καὶ ὑπὲρ αὐτὴν τὴν ἁλουργίδα καὶ τὸ διάδημα· τὰ μὲν γὰρ καὶ τύραννοι σφετερίζονται, γαληνότης δὲ βασιλικῆς ἀξίας καὶ μόνης ἄσυλόν τι χρῆμα καὶ ἀναφαίρετον.

διὸ πολλοὶ τῶν πάλαι βασιλέων ἔργοις τε καὶ λόγοις ἐφιλοσόφησαν περὶ ταύτης τῆς ἀρετῆς· οὐκ ἔλαττον δὲ τῶν ἄλλων ὁ μετὰ Νερούαν τὸν πράως καὶ σοφῶς καὶ αὐτὸν βεβασιλευκότα τὴν αὐτοκρατορίαν περιζωσάμενος. οὗτος γὰρ τοσοῦτον ἔσχηκε τὸ πρᾶον καὶ φίλοικτον, ὡς καὶ συγκάμπτεσθαι παντὶ λυπουμένῳ καὶ συναλγεῖν, πρὸς δὲ καὶ τωθασμοὺς φέρειν καὶ ἀνεξικακεῖν, δεῖν ἐξισοῦσθαι λέγων τὸν βασιλέα τῷ θεῷ καὶ πλημμελειῶν καὶ σκωμμάτων ἀνέχεσθαι. τί οὖν ἀπώνατο τῆς τοσαύτης χρηστότητος; συγγνώμην τῶν ἠγνοημένων εὕρατο καὶ ἠσεβημένων, τὸ μέγιστον, ὑπὸ πρεσβευτῇ τῷ πολλῷ Γρηγορίῳ, οὗ ὁ Διάλογος· οὗ γὰρ ἑτέροις μετέδωκε δαψιλῶς, τούτου μετὰ τέλος αὐτὸς ἀπήλαυσε δαψιλέστερον, δείξας τὸ συμπαθές, εὐχῆς δικαίου συναρηγούσης, ἀσεβείας ἐπικρατέστερον. ὅτι δὲ καὶ σωφροσύνῃ κεκόσμητο, πρόδηλον· χωρὶς γὰρ ταύτης οὐδεὶς τὸν κύριον, κἂν εὐσεβοίη, κατόψαιτο, κἂν ταῖς ἄλλαις λέγοιτο κομᾶν ἀρεταῖς. καὶ γὰρ ὄντως οὐδ’ ἔστιν ἀρετὴν οὐδεμίαν ἄνευ σωφροσύνης εὑρεῖν ἀνόθευτον· ἀνδρεῖος γὰρ πῶς ὁ μὴ κατὰ σαρκικῶν ὁρμῶν ἀνδριζόμενος; ὁ δ’ αὐτὸν ἀδικῶν καὶ μεθ’ ἧς ἀσελγαίνει, πῶς δίκαιος; ἢ ποίαν αὐχοίη φρόνησιν ὁ μὴ τὸ φέρον ὄνησιν ἑαυτῷ τὴν ὑπερτάτην συνειδώς τε καὶ ἐκλεγόμενος—λέγω δὴ τὸν ἁγιασμόν—, ἀλλὰ τὸν ἡγεμόνα καταδουλαγωγῶν ταῖς ἀκαθάρτοις ὀρέξεσι;

καὶ τοῦ ἀκροτάτου τῶν ἐφετῶν ἀποστερῶν ἑαυτὸν διὰ τὴν ἐξάγιστον ἡδονήν;