Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ φυσικῆς

Νικηφόρος Βλεμμύδης

Ο ήλιος, η σελήνη και τα αίτια των εκλείψεων

Ανάλυση του μεγέθους, της κίνησης και του φωτισμού του ηλίου και της σελήνης. Ερμηνεία των ηλιακών και σεληνιακών εκλείψεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 9 από 12

ΚΕΦΑΛ. ΚϚʹ. Περὶ ἡλίου. αʹ. Ὁ ἥλιος μείζων ἐστὶν ἁπάσης τῆς γῆς· οὐ φαίνεται δὲ τοιοῦτος διὰ τὴν ἀφ’ ἡμῶν ἀπόστασιν, πάνυ γε πολλὴν οὖσαν· ἐπεὶ μηδ’ ἄλλο τι τῶν μήκοθεν ὁρωμένων φαίνεται τοιοῦτον οἶόν ἐστι διὰ τὸ τῆς ὄψεως ἀσθενές, ὃ καὶ τὰς μεγάλας νήσους ἐκ μακροῦ διαστήματος εὐπεριγράπτους φαντάζεται.

βʹ. Σαφῶς δὲ δείκνυσι τὸ κατὰ τὸν ἥλιον μέγεθος ἡ σκιὰ τῆς γῆς. Ὅτε γὰρ σῶμα σφαιροειδὲς ὑπὸ σφαιροειδοῦς φωτίζεται σώματος, εἰ μὲν μεῖζόν ἐστι τοῦ φωτίζοντος, ἐκπέμπει σκιὰν ἀεὶ πρὸς τῷ τέλει μᾶλλον πλατυνομένην· κόλουρος γὰρ κῶνος οἷόν ἐστιν, ἔχων πρὸς τῇ ἀρχῇ τὸ στενώτερον. Εἰ δ’ ἴσον ἐστὶ τὸ φωτιζόμενον τῷ φωτίζοντι, κυλινδροειδῆ τὴν σκιὰν ἀποτελεῖ, τὸ ἴσον ἑαυτῆς διασώζουσαν· εἰ δ’ ἔλαττον τοῦ φωτίζοντος ὑπάρχει τὸ φωτιζόμενον, ἡ σκιὰ τούτου τυγχάνει κωνοειδής· ἀεὶ γὰρ κατὰ τὸ πέρας λεπτυνομένη μέχρις ἀφανισμοῦ παντελοῦς.

Κωνοειδὴς οὖν οὖσα τῆς γῆς ἡ σκιά, δείκνυσιν ἀριδήλως τὸν ἥλιον ὄντα μείζω τῆς γῆς. γʹ. Ὅτι δὲ κωνοειδής ἐστιν ἡ σκιὰ τῆς γῆς, γνώριμον ἐκ τῶν φαινομένων. Εἰ γὰρ ἦν κυλινδροειδής, ὅλον ἂν τὸ πλάτος τοῦ Ζωδιακοῦ κατελάμβανε μὴ εἰς ὀξύ γε ἀποκορυφουμένη· καὶ οὕτως ἑκάστου μηνὸς ἦν ἂν ἡ σελήνη ἐκλείπουσα, τῇ σκιᾷ τῆς γῆς ἀναγκαίως ἐμπίπτουσα· προΐει δὲ καὶ μέχρι τοῦ χύματος τῶν ἀστέρων ἡ τοιαύτη σκιά· καὶ ποτὲ μὲν αὐτοὺς ἐποίει φαίνεσθαι λαμπροτέρους, ποτὲ δὲ μὴ τοιούτους. Πᾶν γὰρ σῶμα πύρινον ἐν μὲν τῇ σκιᾷ λαμπρότερον φαίνεται· κατὰ δὲ τὰς ἡλιακὰς ἢ καὶ τὰς σεληνιακὰς αὐγὰς ἀμαυρότερον· ὥσπερ καὶ οἱ ἀστέρες ἐν ἀσελήνοις νυξὶν αἰθρίας οὔσης λαμπρότεροι φαίνονται. Εἰ δ’ ἐπλατύνετο πρὸς τῷ τέλει τὰ τῆς σκιᾶς, οὐ τῷ πλάτει τοῦ Ζωδιακοῦ μόνον, ἀλλὰ καὶ ἄλλοις τοῦ στερεώματος συμπαρεκτέτατο μέρεσι, καὶ οὕτως ἡ σελήνη μὴ μόνον ἑκάστου μηνός, ἀλλὰ καὶ διὰ πάσης νυκτὸς ἔμεινεν ἀλαμπής, διὰ τὸ εἶναι ταύτην ἐν τῇ σκιᾷ· τοιγαροῦν κωνοειδοῦς τῆς σκιᾶς οὔσης τῆς γῆς, ἀναντιῤῥήτως ὁ ἥλιος μείζων τῆς γῆς.

δʹ. Ἐκλείπων δ’ οὗτος δοκεῖ, τῆς σελήνης ὑποθεούσης αὐτὸν καὶ οὕτως ἐπιπροσθούσης ταῖς ἡμῶν ὄψεσιν. Ἡ γὰρ ἡλιακὴ ἔκλειψις πάθος ἐστὶ τῆς ἡμῶν ὄψεως, τοῦ ἡλίου μένοντος ἀπαθοῦς. Ὁπόταν οὖν ἡ σελήνη συνοδεύσασα τῷ ἡλίῳ, καὶ κατὰ τὴν τοιαύτην εὑρεθεῖσα σύνοδον ἐν τῷ μέσῳ καὶ ἡλιακῷ τὸν ἥλιον ὑποδράμοι, σκιὰν ἐπὶ τὴν γῆν ἀναπέμπει κωνοειδῆ· καὶ ἡ σκιὰ λέγεται διήκειν εἰς πλάτος ἐπὶ πλέον ἢ τετρακισχιλίων σταδίων. Πᾶς γὰρ τόπος ἐν ᾧ μὴ ὁρᾶται ὁ ἥλιος τῆς σελήνης ὑποδραμούσης αὐτόν, σκιᾶς τῆς σελήνης πεπλήρωται.

εʹ. Μέγα μὲν οὖν καὶ τὸ σῶμα τῆς σελήνης. Εἰ γὰρ ἐπὶ τοσοῦτον τῆς γῆς ἐκτέταται τὸ φθάνον πρὸς ἡμᾶς τῆς σκιᾶς, ποσαπλάσιον ἔσται τὸ πρὸς τῇ βάσει, τὸ καὶ τῇ διαμέτρῳ τῆς σελήνης παρεξισούμενον Τέως δ’ οὐ μόνον τοῦ ἡλιακοῦ μεγέθους τὸ τῆς σελήνης ἔλαττον, ἀλλὰ καὶ τοῦ τῆς γῆς καὶ πολὺ ἔλαττον.

ϛʹ. Πάμπολυ δὲ λειπόμενον τοῦ ἡλιακοῦ μεγέθους τὸ σῶμα τῆς σελήνης, δύναται κρύπτειν τὸν ἥλιον ἐν ταῖς ὑποδρομαῖς· καὶ μήτ’ αὐτὸν ἐᾷν ἐκπέμπειν τὸ φῶς πρὸς ἡμᾶς, μήθ’ ἡμᾶς αὐτὸν καθορᾷν. Τοῦτο δὲ καὶ μικρά τινα σώματα ποιεῖ ὁπωσοῦν, νέφος τυχόν, ἢ βουνός, ἢ τοῖχος, ἢ ἄλλο τι τοιοῦτον.

ζʹ. Ὅταν μὲν οὖν κατὰ τὴν σύνοδον ἡ σελήνη μέσον ὑποτείνουσα τὸν ἡλιακὸν εὑρεθείη, ὁλοτελὴς ἡ τοῦ ἡλίου ἔκλειψις γίνεται· ὁπόταν δὲ τὸ μεσαίτατον ἐκκλίνοι τοῦ ἡλιακοῦ, πρὸς λόγον φαίνεται καὶ ἡ ἔκλειψις μερική.

ηʹ. Κἀπὶ μὲν τῶν μερικῶν ἐκλείψεων ἂν μὲν ἀπὸ τῶν βορείων ὡς ἐπὶ τὰ νότια φερομένη ἡ σελήνη τὸν ἥλιον ὑπέλθοι, τὰ πρὸς ἄρκτον αὐτοῦ μέρη ἐπισκοτεῖ· ἂν δ’ ἐκ τῶν νοτίων ὡς ἐπὶ τὰ βόρεια, τὰ πρὸς μεσημβρίαν. Κατὰ δὲ τὰς τελείας ἐκλείψεις τὸν ἡλιακὸν μέσον ὑπερχομένη, τὰ πρὸς δύσιν τετραμμένα τοῦ ἡλίου πρῶτον ὑποσκιάζει· μετὰ δὲ ταῦτα ὅλον αὐτὸν ὑποτρέχουσα καλύπτει· παρερχομένη δ’ αὐτόν, ἐκεῖνα τὰ μέρη παραχωρεῖ φαίνεσθαι πρῶτον, ἃ δὴ καὶ πρῶτον ἐκάλυψε. Τοῦτον οὖν τὸν τρόπον αἱ γεγονυῖαι τοῦ ἡλίου ἐκλείψεις ἅπασαι γεγονέναι ἱστόρηνται. Καὶ οὕτω πέφυκεν ἔκλειψις ἅπασα γίνεσθαι.

θʹ. Μόνη δὲ τῶν ὅλων ἡ κατὰ τὴν σωτήριον τοῦ Κυρίου γεγονυῖα σταύρωσιν ἔκλειψις ὑπὲρ φύσιν γέγονεν ἅπασαν. Συνόδου γὰρ οὐκ οὔσης, μᾶλλον μὲν οὖν καὶ διαμετρούντων ἤδη τῶν φωστήρων ἀλλήλους, ἐξ ἀνατολῶν ἡ σελήνη θείῳ νεύματι κινηθεῖσα καινοπρεπῶς, τὸν ἥλιον ὅλον ὑπέδραμε, πρῶτον καλύψασα πρὸς ἀνατολὰς αὐτοῦ μέρη καὶ τρισὶν ὥραις ἐπισκοτήσασα τούτῳ· κατ’ ἀναποδισμὸν αὖθις ὡς ἐκ δυσμῶν πρὸς ἀνατολὰς ἀγομένη τὰ πρὸς δύσιν τετραμμένα τοῦ ἡλίου μέρη πρώτως εἴασε φαίνεσθαι. Ταῦτα περὶ τῆς τοῦ ἡλίου ἐκλείψεως.

ιʹ. Εὑρίσκεται δὲ διὰ τῶν ὑδρολογίων ὁ ἥλιος πεντηκοστὸν μέρος τοῦ οἰκείου κύκλου καὶ ἑπτακοσιοστόν. Καταμετρούμενον γὰρ τὸ ῥυὲν ὕδωρ ἐν ᾧ χρόνῳ τὸ ἡλιακὸν ἅπαν σῶμα ὁρίζοντος ἀνελήλυθε μετὰ τὸ δεῖξαι τὴν πρώτην ἴτυν ὑπὲρ τὸν ὁρίζοντα μέρος εὑρίσκεται πεντηκοστὸν καὶ ἑπτακοσιοστὸν τοῦ ὅλου ὕδατος, ὅπερ ἔῤῥευσε δι’ ὅλης τῆς ἡμέρας τε καὶ νυκτός. Αὕτη δ’ ἡ μέθοδος ὑπὸ πρώτων τῶν Αἰγυπτίων ἐπινενόηται, τὸ χρήσιμον ἔν τε ταῖς τῶν ἰσημερινῶν εὑρέσεσιν ἔχουσα καὶ ἐν ἄλλοις πολλοῖς.

ιαʹ. Φαίνεται δ’ ὁ ἥλιος ἀνίσχων τε καὶ δυόμενος μείζων κατὰ τὸ μέγεθος καὶ πλέον ἡμῶν ἀφεστώς· μεσουρανῶν δὲ τὸ μέγεθος καὶ τὴν ἐξ ἡμῶν ἀπόστασιν ἔχων ἐλάττω δοκεῖ, καὶ ταῦτα πανταχόθεν οἱονεὶ τὸ ἴσον ἀπέχων ἡμῶν· εἴ γε καὶ πρὸς τὴν αὐτοῦ σφαῖραν ἐπέχει κέντρου λόγον ἡ γῆ. Τὸ δ’ αἴτιον, ὅτι πρὸς μὲν τῷ ὁρίζοντι διὰ νοτεροῦ καὶ παχυτέρου ἀέρος ὁρῶμεν αὐτόν· καὶ γὰρ τοιοῦτος ὁ πρόσγειος. Κἀντεῦθεν περικλωμένης τῆς ὄψεως ἡμῶν, μείζων τε φαίνεται ὁ ἥλιος καὶ ποῤῥωτέρω· μεσουρανῶν δὲ διὰ λεπτοτέρου καὶ καθαρωτέρου ἀέρος ὁρώμενος, ἐλάττων τε τῷ μεγέθει καὶ ἡμῶν ἐγγυτέρω νομίζεται.

ιβʹ. Πολὺ δὲ μείζων ἱστόρηται φαίνεσθαι καὶ πόῤῥω πλέον ἀφεστηκώς, τοῖς ἐκ βαθέων φρεάτων ὁρᾷν δυναμένοις αὐτόν. Δύνανται δὲ τοῦτο πάντως οἴ τε τῆς σελήνης οἰκήτορες, κατὰ κάθετον ἐπιβάλλοντος τοῦ ἡλίου τὰς ἀκτῖνας αὐτοῖς ἐν ἀτρεκεῖ μεσημβρίᾳ κατὰ τροπὰς θερινάς, καὶ ἄσκιον ποιοῦντος τὴν γῆν αὐτῶν ὡς ἐπὶ σταδίους τριακοσίους τὴν διάμετρον, καὶ ὅσοι ἄλλοι πλησίον τῆς διακεκαυμένης ἔλαχον ἔχειν τὴν οἴκησιν. Φαίνεται δὲ τούτοις ὁ ἥλιος μείζων ἥπερ ἡμῖν, διὰ παχέος ἀέρος καὶ νοτεροῦ καὶ καθύγρου τοῦ ἐν τοῖς φρέασιν ὄντος ὁρώμενος, πολλῆς ἐκ τούτου τῇ ὄψει γινομένης τῆς περικλάσεως.

Καὶ εἴπερ ἦν διὰ παχυτέρων καὶ στερεῶν σωμάτων ὁρᾶσθαι τὸν ἥλιον, ἔτι μεῖζον ἂν ἔδοξεν ἔχων τὸ μέγεθος, καὶ τὴν ἐξ ἡμῶν ἀπόστασιν πλείονα, πλέον πάντως περικλωμένης τῆς ὄψεως. ιγʹ. Καὶ τῶν περὶ αὐτὸν δὲ θεωρουμένων διαφόρων χρωμάτων ἄλλοτε ἄλλων, ἡ τοῦ ἀέρος ἐστὶ ποιότης αἰτία πασχούσης ἐντεῦθεν τῆς ἡμετέρας ὄψεως καὶ ἄλλοτε ἀλλοῖα φανταζομένης τὰ ὁρατὰ κατά τε χρῶμα καὶ μέγεθος, ἀλλὰ δὴ καὶ σχηματισμόν.

ΚΕΦΑΛ. ΚΣʹ. Περὶ σελήνης. αʹ. Ἡ σελήνη κατωτέρα τε καὶ προσγειοτέρα τῶν ὅλων πλανήτων ὑπάρχουσα πολλὰς μὲν ἐν τῷ ἀέρι τροπὰς ἐργάζεται, πολλὰ δὲ τῶν ἐπὶ γῆς ἀλλοιοῖ ἑαυτῇ ταῦτα συμβάλλουσα, τοὺς πλάνητάς τε πάντας ὑποτρέχει καὶ ὑποσπάζει· ταύτην δὲ τῶν ὅλων οὐδείς· κατ’ αὐτὸ γάρ ἐστι τὸ τοῦ αἰθέρος ἔσχατον, καθ’ ὃ συνάπτει τῷ ὑπεκκαύματι ὁ αἰθήρ. Διὸ καὶ ζοφερὸν καθ’ αὑτὸ τὸ τῆς σελήνης σῶμα· πέφυκε δὲ τὰς ἡλιακὰς δέχεσθαι λαμπηδόνας, καὶ ὑπ’ αὐτῶν καταλάμπεσθαι καὶ ἀποπέμπειν πρὸς τὸν ἀέρα τὸ φῶς.

βʹ. Τινὲς μὲν οὖν κατ’ ἀνάκλασιν φωτίζειν λέγουσι τὴν σελήνην, ἅτε πυκνότητος μετέχουσαν ἱκανῆς, κἀντεῦθεν δυναμένων τῶν ἡλιακῶν ἀκτίνων μετὰ τὸ προσβαλεῖν αὐτῇ, πάλιν ἀπ’ αὐτῆς ἀνακλᾶσθαι καὶ τὸν ἀέρα φωτίζειν. Ἕτερον δὲ πρὸς ταύτην τὴν δόξαν καλῶς ἐνιστάμενοι, λέγουσιν ὅτι τὰ κατ’ ἀνάκλασιν φωτίζοντα, καὶ τόπον ὀλίγον φωτίζει καὶ πρὸς ὀρθὰς γωνίας ἐκπέμπει τὸ φῶς. Εἰ τοίνυν οὕτω καὶ ἡ σελήνη ἐφώτιζεν, οὔτε πρὸς αὐτὴν τὴν γῆν τὸ φῶς διεβίβαζεν, οὔτε μηνοειδὴς ἢ διχότομος οὖσα, τὴν γῆν φωτίζειν ἡδύνατο. Περιφεροῦς γὰρ τῆς σελήνης οὔση πρός τε δύσιν καὶ πρὸς ἀνατολήν, ὡς ἐπ’ αὐτὸν τὸν ἥλιον τὸ τοιαύτης ἀπεπέμπετο φῶς ἔν τε τοῖς μηνοειδέσι σχήμασι καὶ τοῖς διχοτόμοις γʹ. Φαίνεται γοῦν ἐντεῦθεν μὴ κατ’ ἀνάκλησιν ἐκ τῆς σελήνης εἶναι τὸ φῶς, ἀλλὰ κατ’ ἰδιότητα δεχομένης αὐτῆς τὰς ἡλιακὰς ἀκτῖνας εἰς βάθος, οὐκ εἰς μόνην τὴν ἐπιφάνειαν· οὕτως ἐξ αὐτῆς τὸν ἀέρα φωτίζεσθαι καὶ τὴν γῆν. Εἰκὸς οὖν δέχεσθαι τὴν σελήνην τὸ φῶς, ὡς τοὺς σπόγγους τὸ ὕδωρ· μὴ φέρειν δ’ αὐτὸ δι’ ὅλης αὐτῆς διικνούμενον· ὅτι τε τὸ ταύτης σῶμα παχύτητος καὶ πυκνότητος οὐκ ὀλίγης μετέχει, καὶ ὅτι καὶ μήκοθεν ἐπιβάλλει ταύτῃ τὰς ἀκτῖνας ὁ ἥλιος. Πολὺ γὰρ ἀφέστηκεν ἐξ αὐτῆς εἴπερ μεῖζον ἢ ἑπτακαιδεκαπλάσιον, οὗπερ ἀφέστηκεν ἡ σελήνη τῆς γῆς, ὡς δείκνυται γραμμικῶς.

δʹ. Εἴη δ’ ἂν ἰδιότης μάλιστα τῆς σελήνης, ὥσπερ τὸ τὰς ἡλιακὰς ἀκτῖνας εἰσδέχεσθαι καὶ ὑπ’ αὐτῶν αὐγάζεσθαι καὶ ἀνταυγάζειν τὸ περιέχον, οὕτω καὶ τὸ μὴ δι’ ὅλου τοῦ σώματος αὐτῆς ἔχειν διαβιβαζομένας αὐτάς· ἀεὶ δὲ πρὸς τὸν ἥλιον τετραμμένον ἡ σελήνη περιαυγάζεται, καὶ ἄλλοτε ἄλλο. Διὸ καὶ σελήνη λέγεται διὰ τὸ σέλας νέον ἔχειν ἀεί, καὶ οὔποτε παλαιόν. Εἰ μὲν γὰρ τὴν αὐτὴν σχέσιν ἐφύλαττε διαπαντὸς πρὸς τὸν ἥλιον, ἓν ἂν εἶχε μέρος καὶ τὸ ὑπ’ αὐτοῦ φωτιζόμενον· ἐπεὶ δὲ κατὰ τὴν πλανητικὴν αὐτῆς πορείαν ποτὲ μὲν προσέρχεται τῷ ἡλίῳ, ποτὲ δ’ ἀπ’ αὐτοῦ μακρύνει· διὰ τοῦτο ἄλλοτε ἄλλο μέρος λαμπρύνεται. Καὶ ὅπερ ἑστῶσα πέπονθεν ἡ γῆ πρὸς τὸν ἡλιακὸν φωτισμόν, τοῦτο καὶ ἡ σελήνη κινουμένη. Καὶ γὰρ ὥσπερ ἡ γῆ τὸ ἴσον ἀπὸ τοῦ ἡλίου ἔχουσα φῶς, ἄλλοτε ἄλλα καταλάμπεται μέρη κατὰ τὴν τοῦ ἡλίου περίοδον, συμπερινοστούσης αὐτῷ καὶ τῆς λαμπηδόνος καὶ τῆς κατὰ τὴν γῆν σκιᾶς· οὕτω καὶ ἡ σελήνη τὸ αὐτὸ μὲν ἔχει φῶς ἐκ τοῦ ἡλίου διηνεκῶς, οὐ ποτὲ μὲν μείζονος, ποτὲ δ’ ἐλάττονος ἐλλαμπομένου μέρους αὐτῆς· πλὴν οὐκ ἀεὶ τὸ αὐτὸ καὶ ἓν καταφωτίζεται μέρος, διὰ τὸ διάφορον τῶν πρὸς τὸν ἥλιον σχέσεων αὐτῆς. Προσιούσης γὰρ τῷ ἡλίῳ καὶ πάλιν μακρυνομένης αὐτοῦ, ἄλλοτε ἄλλα μέρη ταύτης λαμπρύνεται τὸ ἡλιακὸν ἐχούσης φῶς περὶ τὸ ἅπαν ταύτης σῶμα στρεφόμενον κυκλικῶς.

εʹ. Ὁπότε μὲν οὖν σύνοδος εἴη, τὸ πρὸς οὐρανὸν τετραμμένον μέρος αὐτῆς καταυγάζεται. Τότε γὰρ αὐτὸ πρὸς τὸν ἥλιον ἀφορᾷ. Παραμειβούσης δὲ τῆς σελήνης τὸν ἥλιον ἐπιστρέφεται πρὸς αὐτὸν τὸ μέρος αὐτῆς ὃ βλέπει πρὸς γῆν. Καὶ τοῦτο γίνεται πρὸς λόγον τοῦ μακρυσμοῦ· καὶ οὕτως ἐκ τῶν πλαγίων ἀρχομένη φωτίζεσθαι ἡ σελήνη, γίνεται πρῶτον μηνοειδής· μακρύνουσα δ’ ἐπιπλέον, διχότομος· εἶτ’ ἀμφίκυρτος. Διαμετρήσασα δὲ τὸν ἥλιον πλήρης ἀπαρτίζεται καὶ πανσέληνος. Ἤδη δὲ τὴν διάμετρον παραμειβούσης αὐτῆς, καὶ τῷ ἡλίῳ πάλιν προσερχομένης, εἰς τὸ πρὸς οὐρανὸν τετραμμένον αὐτῆς ἐκ τοῦ πρὸς ἡμᾶς ὁρῶντος κατὰ λόγον τὸ φῶς περιάγεται· μέχρις ἂν συνόδου γενομένης ἀφώτιστον καταλειφθείη τελείως ἅπαν τὸ πρὸς ἡμᾶς βλέπον μέρος αὐτῆς. Οὕτως μὲν οὖν ὁ τρόπος τῆς σεληνιακῆς αὐξήσεως καὶ μειώσεως.

ϛʹ. Ἔτι δὲ διὰ τῶν ἐπαγομένων ἔσται σαφέστερα τὰ περὶ αὐτῶν. Δύο κύκλοι νοείσθωσαν ἐν τῇ σελήνῃ. Εἷς μέν, ᾧ διακρίνεται τὸ σκιερὸν αὐτῆς, ἀπὸ τοῦ πεφωτισμένου, ὃς καὶ ἀεὶ μεταπίπτει· ἕτερος δέ, ᾧ χωρίζεται τὸ ταύτης ὑφ’ ἡμῶν ὁρώμενον ἀπὸ τοῦ μὴ ὁρωμένου· ὃς ἀμετάπτωτός ἐστι καὶ ἀκίνητος.

Τούτων ἑκάτερος οὐκ ἔστι μέγιστος κύκλος, εἰς ἴσα τέμνειν ταύτην δυνάμενος. Ὅ τε γὰρ ἥλιος μείζων τῆς σελήνης ὤν, πλέον φωτίζει τοῦ ταύτης ἡμίσεος· καὶ διὰ τοῦτο μείων ὁμολογουμένως τῶν ἐν τῇ σελήνῃ μεγίστων κύκλων ἐστὶν ὁ τὸ ταύτης σκιερὸν ἐκ τοῦ πεφωτισμένου διαχωρίζων· ὅ τε ἀπὸ τῆς ἡμετέρας ὄψεως ὁμοίως ἐλάττων ἐστὶ τῶν ἐν τῇ σελήνῃ μεγίστων κύκλων· ἐπεὶ τοῦ ἡμίσεος ἔλαττον ὁρῶμεν αὐτῆς· διὰ τὸ σμικρὸν εἶναι τὸ ὁρῶν ὄμμα, καὶ τὸ ὁρώμενον πολυμέγεθες· ὥστε καὶ οὗτος ὁ κύκλος οὐ τέμνων εἰς ἴσα τὴν σελήνην, ἀλλ’ εἰς ἄνισα τῶν ἐν αὐτῇ μεγίστων κύκλων μείων ἐστίν. Ὡς μέντοι πρὸς αἴσθησιν οἱ εἰρημένοι καὶ ἄμφω κύκλοι φαίνονται μέγιστοι· καὶ τὸ μὲν αὐτὸ μέγεθος ἔχειν δοκοῦσιν ἀεί, σχέσιν δὲ πρὸς ἀλλήλους οὐ διαφυλάττουσι τὴν αὐτήν· ἀλλὰ πολλαχῶς ἐναλλάσσονται καὶ πολυειδῶς μετασχηματίζονται· καὶ ποτὲ μὲν ἐφαρμόζουσιν ἀλλήλοις, ποτὲ δ’ ἐγκλίνονται εἰς τομήν.

Καὶ τῶν τομῶν αἱ παραλλαγαὶ πλεῖσταί εἰσιν· ἀλλ’ αἱ γενικαὶ δύο πρὸς ὀρθὰς καὶ κατ’ ἔγκλισιν. Γίνονται δὲ καὶ ἐφαρμογαὶ τῶν τοιούτων κύκλων δύο μόνως, ἔν τε συνόδῳ καὶ πανσελήνῳ. Παραθεούσης δὲ τῆς σελήνης ἀπὸ συνόδου τὸν ἥλιον, διίστανται οἱ κύκλοι καὶ ἀποκλίνουσιν εἰς τομήν· ὡς ὀλίγον τὸ μεταξὺ τῆς περιφερείας ἀμφοῖν ἀπολειπόμενον τοῦτο μόνον εἶναι πεφωτισμένον ὡς πρὸς ἡμᾶς. Καὶ ἡ τοιαύτη τῶνδε τῶν κύκλων παράβασις ἀπὸ τῆς ἐφαρμογῆς εἰς τομήν, ἀποτελεῖ τὸ τῆς σελήνης μηνοειδές.

Ἐπεὶ δ’ ἀεὶ προάγοντες εἰς τὸ πρὸς ὀρθὰς τέμνειν ἀλλήλους καὶ τὴν τοῦ φωτισμοῦ φαῦσιν προσαύξουσι τοῦ μέσου τῆς τῶν κύκλων τομῆς φωτιζομένου κατὰ τὴν τοιαύτην πρόοδον, ὅταν τὸ πρὸς ὀρθὰς γένηται τῆς τομῆς, φαίνεται ἡ σελήνη διχότομος.

Ἀπὸ δὲ τοῦ σχήματος τούτου πρὸς ἀμβλείας ἤδη γωνίας προϊόντες οἱ κύκλοι ποιοῦσι τὸ τῆς σελήνης ἀμφίκυρτον. Τῇ δὲ κατὰ τὴν διάμετρον πάλιν ἐφαρμογῇ τὴν πανσέληνον ἀπαρτίζουσιν· εἶτ’ ἐκ ταύτης ἐπὶ τὴν ἑτέραν αὖθις προϊόντες ἐφαρμογήν, καὶ τὰ αὐτὰ σχήματα καὶ κατὰ τὴν μείωσιν ἐκτελοῦντες, τὸν τῆς ὅλης λαμπηδόνος ἀφανισμὸν ἀπεργάζονται τῇ ἀτρεκεῖ τούτων εἰς τὸ πρὸς τὸν κόσμον μέρος ἐφαρμογῇ.

ζʹ. Σύνοδος μὲν οὖν λέγεται, ὁπόταν ἐν τῇ αὐτῇ μοίρᾳ γένηται ἡ σελήνη, ἐν ᾖ ἐστι καὶ ὁ ἥλιος. Γέννα δέ, ὅταν ἀποστῇ τοῦ ἡλίου μοῖραν μίαν ἀνατολή, ὅταν νέα πρώτως φανῇ. Γῇ μὲν γὰρ πρώτῃ ἡμέρᾳ μέχρι τοσούτου φέρεται ὑπὲρ γῆν ἡ σελήνη, μέχρις ἂν ἔτι καὶ τὸ τοῦ ἡλίου φῶς ἐστιν ἐπικρατοῦν.

Ὥστ’ ἐν ταύτῃ μὲν τῷ τοῦ ἡλίου συγκαταδύεται· πρῶτον δὲ σαφὴς ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν φαίνεται· καὶ ποτὲ μὲν μᾶλλον, ποτὲ δ’ ἧττον. Τοῦτο δὲ αὐτὸ συμπίπτει παρὰ τὸ ποσὸν τῆς πρὸς τὸν ἥλιον ἀποστάσεως· αὐτὸ δὲ τὸ τῆς ἀποστάσεως ποσόν, ἄλλο τ’ ἄλλο γίνεται διά τε τὴν ἴδιαν τῆς σελήνης κίνησιν οὐ γὰρ ἴσον ἀεὶ κινεῖται κατὰ πρόβασιν διὰ τὴν τοῦ πλάτους ἐξάλλαξιν τοῦ ζωδιακοῦ καὶ διὰ τὸ μὴ πάντων τῶν ζωδίων ἰσόχρονον τὴν δύσιν γίνεσθαι, ὡς τινῶν μὲν ὀρθῶς, τινῶν δὲ λοξῶς καταδυομένων· καὶ πρὸς τούτοις διὰ τὸν τῆς προγεγονυίας συνόδου καιρὸν εἴτ’ ἀρχομένης ἡμέρας εἴτ’ ἀρχομένης νυκτός, εἴτε κἀν τοῖς μεταξὺ πολλοῖς οὖσι καὶ διαφόροις, ἡ προηγησαμένη σύνοδος ἐγεγόνει.

Ὥστ’ ἀεί ἐστιν εἷς χρόνος ἐν ᾧ φαίνεται σαφῶς ἡ σελήνη· οὐδὲ κατὰ τὰς ὅλας πρώτας φαύσεις τὸ σαφὲς ἀπαράλλακτον. ηʹ. Λέγεται δ’ οὖν ἀνατολή, ὅταν νέα πρώτως φανῇ ὁπωσοῦν· μηνοειδὴς δ’ ὅταν ἀποστῇ τοῦ ἠλίου μοίρας ἑξήκοντα, καὶ πρὸς τὸν ἥλιον ἑξάγωνον ποιήσηται τὸν σχηματισμόν· διχότομος, ἐπειδὰν ἀποχωρήσῃ τοῦ ἡλίου μοίρας ἐνενήκοντα, καὶ σχηματισθῇ τετράγωνος πρὸς αὐτόν· ἀμφίκυρτος, ὁπόταν μοίρας εἴκοσι πρὸς ταῖς ἐκατὸν ἀποστῇ τοῦ ἡλίου καὶ τρίγωνον ἐκτελέσῃ σχηματισμόν· πλησισέληνος δὲ καὶ πλησιφαὴς ἀποχωρήσασα τοῦ ἡλίου μοίρας πεντήκοντα πρὸς ταῖς ἑκατόν· πανσέληνος δέ, τὸν ἥλιον διαμετρήσασα.

θʹ. Τὸν μὲν οὖν οἰκεῖον κύκλον ἡ σελήνη δι’ ἡμερῶν ἀνύει κατὰ τινὰς μὲν ἑπτὰ πρὸς ταῖς εἴκοσι, προστιθεμένου καί τινος ἡμίσεος ἡμέρας μιᾶς, κατὰ τινὰς δὲ δι’ ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν, καὶ τρίτου μάλιστά πως τῆς ἡμέρας μορίου. Τέως δ’ οὖν πάντοτε τὸ οἰκεῖον περιτρέχουσα κύκλον εἰς τὸ αὐτὸ σημεῖον ἐκ τοῦ αὐτοῦ διὰ τοῦ ἴσου χρόνου ἀποκαθίσταται.

ιʹ, ιαʹ. Ποιεῖται δὲ τὰς πρὸς τὸν ἥλιον συνόδους οὐ πάντοτ’ ἐν ἴσῳ χρόνῳ κατὰ τελείαν ἀκρίβειαν, ἀλλὰ ποτὲ μὲν ἐν πλείονι, ποτὲ δ’ ἐν ἐλάττονι. Καὶ τὸ αἴτιον, ὅτι πάντων τῶν πλανήτων αἱ σφαῖραι πρός τε τὴν δοκοῦσαν καὶ λεγομένην ἀπλανῆ καὶ πρὸς ἀλλήλας ἔκκεντροί εἰσι. Κατὰ τοῦτον οὖν τὸν λόγον καὶ ἡ τοῦ ἡλίου σφαῖρα, καὶ ἡ τῆς σελήνης πρός τ’ ἀλλήλας καὶ πρὸς τὴν δοκοῦσαν καὶ λεγομένην ἀπλανῆ τυγχάνουσιν ἔκκεντροι. Διῃρημένου γοῦν τοῦ ζωδιακοῦ εἰς ἴσα δώδεκα τμήματα καὶ συνδιαιρουμένων καὶ τῶν ὑποκειμένων κύκλων αὐτῷ τῆς τε ἡλιακῆς σφαίρας καὶ τῆς σεληνιακῆς ἔσονται τὰ δωδεκατημόρια τούτων τῶν κύκλων ἄνισα· καὶ μείζω μὲν τὰ ὑψηλότερα, ἐλάττω δέ γε τὰ προσγειότερα.

Τοίνυν ἐπείπερ ἔνθα ὁ ἥλιος ὑψηλότερος, ἡ σελήνη προσγειοτέρα, καὶ τοὔμπαλιν, διὰ τὸ ἔκκεντρον τῶν σφαιρῶν· τοῖς μείζοσι τοῦ ἡλιακοῦ τμήμασιν ὑποκείσονται τὰ ἐλάττω τοῦ σεληνιακοῦ, τοῖς ἐλάττοσι δὲ τὰ μείζω. Τμῆμα δὲ μεῖζον τοῦ ἡλιακοῦ τὸ τοῖς Διδύμοις ὑποκείμενον, ὅτι καὶ ὑψηλότερον οὕτω γὰρ καὶ τοῖς ἀστρονόμοις τετήρηται· τὸ δ’ ὑποκείμενον τῷ Τοξότῃ, διότι ταπεινότερον, ἔλαττον. Ἔμπαλιν οὖν μεῖζον ἔσται τμῆμα τοῦ σεληνιακοῦ τὸ τὸν Τοξότην ὑποτεῖνον, ὡς ὑψηλότερον, ἔλαττον δὲ τὸ τοὺς Διδύμους, ὡς χθαμαλώτερον. Ἐν πλείονι γοῦν χρόνῳ διελεύσεται τοὺς Διδύμους ὁ ἥλιος, ἐν ἐλαχίστῳ δὲ τὸν Τοξότην. Ἡ σελήνη δὲ τοὔμπαλιν.

ιβʹ. Ὁπόταν οὖν ἐν ἀρχῇ τῶν Διδύμων γένηται σύνοδος, ἐνταῦθα τῆς μὲν σελήνης προσγειοτέρας φερομένης, ὑψηλοτέρου δ’ ὄντος τοῦ ἠλίου, γενήσεται σύντομος ὁ μήν. Ἡ γὰρ σελήνη μετὰ τὴν τοῦ οἰκείου κύκλου περίοδον, καὶ τὴν ἐκ τοῦ αὐτοῦ σημείου πρὸς τὸ αὐτὸ πάλιν ἀποκατάστασιν, ἔτι ἐν Διδύμοις ὄντα, μάλιστα δ’ ὑπὸ Διδύμους τὸν ἥλιον καταλήψεται, δυσὶν ἡμέραις, ὡς λέγεται, καὶ τριάκοντα τοῦτο τὸ τμῆμα διερχόμενον. Εἰ δὲ περὶ τὰς ἀρχὰς τοῦ Τοξότου γένηται σύνοδος, οὐκ ἐν τῷ Τοξότῃ καταλήψεται τὸν ἥλιον ἡ σελήνη καὶ γὰρ ἐν ὀκτὼ καὶ εἴκοσιν ἡμέραις ἢ καὶ μικρόν τι πρὸς ὁ ἥλιος διέρχεσθαι λέγεται, μᾶλλον δ’ ὑπέρχεσθαι τοῦτο τὸ ζώδιον· ἀλλὰ τὸν οἰκεῖον κύκλον περιοδεύσασα, καὶ πρὸς τὴν τοῦ Τοξότου γενομένη ἀρχήν, πρὸς τὸ τέλος εὑρήσει τοῦ τοιούτου ζωδίου τὸν ἥλιον. Ἐν ὅσῳ δὲ χρόνῳ τὸν Τοξότην ἡ σελήνη διέρχεται, δύο ἡμερῶν καὶ πλείονος ἢ ἡμίσους ἡμέρας δεομένη πρὸς τὸ διελθεῖν αὐτόν, ὁ ἥλιος τὸν Τοξότην διελθών, τὸν Αἰγόκερων καταλήψεται· καὶ ἡ σελήνη γινομένη πρὸς τὸν Αἰγόκερων, εὑρήσει τὸν ἥλιον τοῦ τοιούτου ζωδίου τὴν ἀρχὴν παραμείψαντα, καὶ δεήσει ταύτῃ καί τινος ἑτέρου χρονικοῦ διαστήματος εἰς τὸ φθάσαι τὸν ἥλιον.

Καὶ οὕτως ὁ μὲν γενήσεται μήκιστος, τῆς μὲν σελήνης βραδέως τὸ ὑπὸ τὸν Τοξότην τοῦ ἑαυτῆς κύκλου τμῆμα διερχομένης, τοῦ ἡλίου δὲ ταχέως τὸ ὑπ’ αὐτὸν δὴ τὸν Τοξότην τοῦ οἰκείου κύκλου μόριον διανύοντος, καὶ διὰ ταῦτα βράδιον ὑπὸ τῆς σελήνης καταλαμβανομένου. Ταῦτα μὲν ἐν τῷ Τοξότῃ καὶ τοῖς Διδύμοις· ἐν δὲ τοῖς μεταξὺ ζωδίοις συμβήσεται τὸ ἀνάλογον.

ιγʹ. Καὶ οὕτως οὖν ἐν τοῖς ζωδίοις ἐλέγχεται τῶν πλανήτων ὑψώματά τε καὶ ταπεινώματα, ἐν ἄλλοις ἄλλων. Ὁπόταν γὰρ εἰς τριάκοντα μοίρας ἑνὶς ἑκάστου τῶν ζωδίων διῃρημένου, τὰ μὲν τῶν ζωδίων βράδιον, τὰ δὲ τάχιον οἱ πλάνητες ὑποτρέχωσι· δῆλον ὡς ἔνθα μέν εἰσι ταπεινότεροι στενοτέραις ταῖς τῶν κώνων ἀποτομαῖς ἐντυγχάνοντες, θᾶττον αὐτὰς διατρέχουσιν· ἔνθα δ’ ὑπάρχουσιν ὑψηλότεροι, πλατυτέρας οὔσας τὰς τῶν κώνων ἀποτομὰς διεξέρχονται βράδιον. Τῶν γὰρ τοιούτων κώνων τῶν διαιρούντων εἰς δωδεκατημόρια, τόν τε ζωδιακὸν καὶ τοὺς τῶν πλανήτων κύκλους, αἱ μὲν κορυφαὶ τυγχάνουσιν ἐπὶ γῆς, ἀρχὰς ἔχουσαι τὰς ὄψεις τῶν ὁρώντων· αἱ δὲ καταβάσεις ἐν τῷ στερεώματι· καὶ ἀναλόγως πλατύτερα μὲν αὐτῶν τὰ ὑψηλότερα, στενώτερα δὲ τὰ προσγειότερα.

ιδʹ. Διατρέχουσα δὲ τὸν ἑαυτῆς κύκλον ἡ σελήνη, καὶ ὑποτρέχουσα τὸν ζωδιακόν· ὁπόταν διαμετρήσασα τὸν ἥλιον ὑπὸ τὸ μεσαίτατον εὐρεθείη τοῦ ζωδιακοῦ, τὸν ἡλιακὸν κύκλον αὐτοῦ ὑποτείνουσα· τότ’ ἐκ πανσελήνου καὶ παμφαοῦς ἀφώτιστος ὅλη γίνεται, τῇ σκιᾷ περιπίπτουσα μέσῃ τῆς γῆς· ἐπὶ μιᾶς γὰρ εὐθείας τότε τὰ τρία εὑρίσκονται σώματα, τὸ τοῦ ἡλίου, τὸ τῆς σελήνης, καὶ μεταξὺ αὐτῶν τὸ τῆς γῆς. Ὑφαπτομένη δὲ τοῦ διὰ μέσων τῶν ζωδίων ἡ σελήνη κατὰ τὰς πρὸς τὸν ἥλιον διαμετρήσεις, ἢ μέρος αὐτῆς ὑπ’ αὐτὸν ἔχουσα, μερικὴν πρὸς λόγον πάσχει τὴν ἔκλειψιν· ὑπὸ δὲ τὰ βόρεια ἢ τὰ νότια τοῦ ζωδιακοῦ εὑρισκομένη, διαδιδράσκει τὴν σκιάν. Διὰ τοῦτο καὶ οὐκ ἐν πάσαις ταῖς πανσελήνοις ἔκλειψις γίνεται.

ιεʹ. Τοῦ μὲν οὖν ἡλίου ἔκλειψις τῆς τῶν ὁρώντων ὄψεως πάθος ἐστίν· οὐκ οὖσα κατ’ ἀλήθειαν ἔκλειψις, ἡμῖν δὲ δοκοῦσα τῶν ἡλιακῶν στερουμένοις αὐγῶν διὰ τὴν τοῦ σεληνιακοῦ σώματος ἐπιπρόσθεσιν. Ἡ δὲ τῆς σελήνης ἔκλειψις αὐτῆς τῆς σελήνης πάθος ἐστί, καὶ κατ’ ἀλήθειαν. οὐ κατὰ δόκησιν ἔκλειψις.

Ἐκλείπει γὰρ ὄντως ἡ σελήνη τῆς γῆς ὑποσκιαζούσης αὐτήν, καὶ κωλυούσης δέχεσθαι τὸν ἐκ τοῦ ἡλίου αὐγασμόν. Ἐνίοτε δ’ οὕτως ἐκλείπει, ὡς μηδὲ σκιὸν γοῦν ἀμυδρὰν αὐτῆς περιζώσεσθαι, ἀλλ’ ἀγνοεῖσθαι καὶ τὸν τόπον ἔνθα τότε τὸ ταύτης ἐστὶ σῶμα. Τοιαύτης καὶ ἡμεῖς σεληνιακῆς ἐκλείψεως ἅπαξ αὐτόπται γεγόναμεν, κατὰ μῆνα Μάϊον γεγονυίας περὶ ὥραν ἐβδόμην νυκτός· ὀκτωκαίδεκα ἡμέραι τοῦ Μαΐου παρήλθοσαν· ἰνδικτιὼν διέτρεχε πρώτη· τὸ ἔτος ἔκτον πρὸς τῷ ἑξηκοστῷ καὶ ἑπτακοσιοστῷ καὶ ἑξακισχιλιοστῷ· τὸ περιέχον εὐδιεινότατον.

Ταύτην ἰδόντες τὴν ἔκλειψιν ἐθαυμάσαμεν, εἰ ὅλως ἔχει φῶς ἴδιον ἡ σελήνη, καθώς τινες λέγουσιν. ιϛʹ—ιζʹ. Ἐν ταῖς εἰλικρινέσι δὲ τῶν ἐκλείψεων τὰ πρὸς ἀνατολὰς τετραμμένα μέρη τῆς σελήνης ἀμαυροῦνται πρώτως, καὶ πάλιν ταῦτα πρώτως φωτίζονται διὰ τὸ τὴν μὲν σκιὰν τῆς γῆς ἐξ ἀνατολῶν φέρεσθαι πρὸς δυσμάς, τὴν δὲ σελήνην πλανητικῶς ἐκ δυσμῶν πρὸς ἀνατολάς, καὶ οὕτω τῇ σκιᾷ περιπίπτειν.

Ἐν δὲ ταῖς μερικαῖς ἐκλείψεσιν, ἂν μὲν ἀπὸ τῶν βορείων ὡς ἐπὶ τὰ νότια κατέρχοιτο ἡ σελήνη. τὰ πρὸς μεσημβρίαν αὐτῆς ἐκλείπει ταῦτα γὰρ ἐν τῇ καθόδῳ προηγούμενα τῇ σκιᾷ περιπίπτει· τὰ δὲ πρὸς ἄρκτον διαφεύγει τὴν ἔκλειψιν οὐδὲ γὰρ ὑπεισέρχεται ταῦτα τῇ σκιᾷ. Ὁπόταν δ’ ἀπὸ τῶν νοτίων ἡ σελήνη ἀνέρχοιτο ὡς ἐπὶ τὰ βόρεια, σκοτίζεται μὲν τὰ πρὸς ἄρκτον, τὰ δὲ πρὸς μεσημβρίαν ἔχει τὸ φαεινόν.

ιηʹ. Ἐκλείπει δ’ ἡ σελήνη καὶ ὑψηλοτάτη καὶ προσγειοτάτη καὶ μέσως ἔχουσα. Καὶ ὑψηλοτάτη μὲν ἐκλείπουσα, τάχιον ἐκφαίνεται, τῷ στενωτέρῳ τῆς σκιᾶς ἐντυγχάνουσα· προσγειοτάτη δὲ βράδιον. πλατυτέρα τῇ σκιᾷ περιπίπτουσα. Μέσως δ’ ἔχουσα τοῦ ὕψους καὶ ταπεινώματος, μέσον καὶ τὸν χρόνον ἔχει τῆς κρύψεως.

ιθʹ. Ἐντεῦθεν οὖν δῆλον, ὅτι τε κωνοειδὴς ἡ σκιὰ καὶ ὁ ἥλιος μείζων τῆς γῆς καὶ ἡ σελήνη ἐλάττων πολλῷ τῆς γῆς. Εἰ γὰρ τοσοῦτον χρόνον τῷ τῆς σκιᾶς στενώματι κρύπτεται, πόσον ἂν ἐκρύβη τῷ πλάτει περιπεσοῦσα τῆς σκιᾶς ὃ περὶ τὴν ἐπιφάνειαν συμβαίνει τῆς γῆς;

κʹ. Ὅτι δὲ τῇ σκιᾷ τῆς γῆς ἡ σελήνη περιπίπτουσα πάσχει τὴν ἔκλειψιν, δῆλον μὲν καὶ ἀπὸ τοῦ τὰς ἐκλείψεις ἐν μόναις γίνεσθαι πανσελήνοις, ὅτε δυνατὸν καὶ τὴν σελήνην περιπεσεῖν τῇ σκιᾷ. Δῆλον δὲ καὶ ἀπὸ τῶν φαινομένων μετὰ τὴν τελείαν ἔκλειψιν τῆς σελήνης μερῶν περιφερῶν ὄντων· ἀλλὰ δὴ καὶ ἀπὸ τῶν ἐπὶ μέρους ἐκλείψεων. Μηνοειδεῖς γὰρ τότε τυγχάνουσι τῶν φωτισμῶν αἱ ἀποτομαί· διότι σφαιρικοῦ σχήματος κωνοειδεῖ ἐντυγχάνοντος σχήματι καὶ ἀπ’ αὐτοῦ τεμνομένου, περιφερῆ καὶ μηνοειδῆ γίνονται τὰ σχήματα τῶν τομῶν.

καʹ. Τούτων οὕτως ἐχόντων ἀδύνατον ἀμφοτέρων ὑπὲρ τὸν ὁρίζοντα τῶν φωστήρων ὁρωμένων ἔκλειψιν ὅλως γίνεσθαι. Πολλῶν δὲ γινομένων περὶ τὸν ἀέρα παθῶν, εἰκός ἐστί ποτε καταδεδυκότα τὸν ἥλιον ὑπὲρ τὸν ὁρίζοντα δόξαι τισὶν εἶναι, ἢ νέφους ὄντος πρὸς τῇ δύσει παχυτέρου καὶ συνεχοῦς, καὶ ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων λαμπρυνομένου. καὶ φαντασίαν ἡλίου τοῦ τοιούτου νέφους παρέχοντος. Ἢ καὶ τῶν ὄψεων ἀνακλωμένων ἔκ τινος νέφους ὁμαλοῦς πρὸς τὸν ἥλιον καὶ ὡς ἐν κατόπτρῳ λείῳ τῷ τοιούτῳ νέφει, τῆς τοῦ ἡλιακοῦ χρώματος γινομένης ἐμφάσεως. ἀνθηλίου τοῦ καὶ παρηλίου συνισταμένου.

Δύναιτο δ’ ἂν καὶ ἄλλως ἡ ἐκ τῶν ὀμμάτων ἀποχεομένη ἀκτίς, ἐνίκμῳ καὶ νοτερῷ τῷ πρὸς δυσμαῖς ἀέρι προσομιλοῦσα κατακλᾶσθαι καὶ τῷ ἡλίῳ ἐντυγχάνειν κεκρυμμένῳ μικρὸν ὑπὸ τὸν ὁρίζοντα.