Ἔργον
Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ λογικῆς
Η Κατηγορία της Ουσίας (Κεφ. ΙΘ΄-Κ΄)
Ορισμός και ιεραρχική διαίρεση της ουσίας, τα χαρακτηριστικά της γνωρίσματα και η απουσία εναντιότητας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Κατηγορία της Ουσίας (Κεφ. ΙΘ΄-Κ΄)
Ορισμός και ιεραρχική διαίρεση της ουσίας, τα χαρακτηριστικά της γνωρίσματα και η απουσία εναντιότητας.
ΚΕΦΑΛ. ΙΘ. Περὶ οὐσίας. α. Ἡ οὐσία σημαίνει μὲν ποτὲ καὶ τὴν ἁπλῶς ὕπαρξιν, ὅτε καὶ κατὰ πάντων τῶν ὄντων φέρεται· κυρίως δὲ τὴν ἀντιδιαιρουμένην τοῖς συμβεβηκόσι. κατηγορίαν δηλοῖ, ἥτις ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν. Ταύτῃ γὰρ καὶ τὸ ὂν πάρεστι πρώτῃ· μετὰ ταύτην δὲ τοῖς συμβεβηκόσιν. β. Αὕτη ἡ οὐσία διαιρεῖται εἰς σῶμα καὶ ἀσώματον· τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον· τὸ ἔμψυχον εἰς αἰσθητικὸν καὶ ἀναίσθητον· τὸ αἰσθητικὸν εἰς μεταβατικὸν καὶ ἀμετάβατον· τὸ μεταβατικὸν εἰς λογικὸν καὶ ἄλογον· λογικὸν μὲν τὸν ἄνθρωπον, ἄλογον δέ, τὰ παρὰ τὸν ἄνθρωπον ζῶα. γ. Οὐσία μὲν οὖν ἔμψυχος ἀναίσθητος τὸ φυτόν· οὐσία, ἐπείπερ αὐτὸ καθ’ αὐτό ἐστι τὸ φυτόν, καὶ οὐκ ἐν ἑτέροις ἔχει τὸ εἶναι· ἀλλ’ ἕτερα μᾶλλον ἐν αὐτῷ τὴν ὕπαρξιν ἔχουσιν. Ὑπάρχει γὰρ ἐν τῷ φυτῷ καὶ ποσὸν δίπηχυ γάρ ἐστιν ἴσως ἢ τρίπηχυ τουτὶ τὸ φυτόν· καὶ ποιὸν μέλαν γάρ ἐστιν ἢ λευκὸν καὶ πρός τι μεῖζον γάρ ἐστιν ἑτέρου φυτοῦ, καὶ ἄλλου πάλιν μικρότερον· καί που ἐν τόπῳ γάρ ἐστι καί ποτε, διότι καὶ ἐν χρόνῳ· καὶ ποιεῖν ἀνθεῖ γὰρ ἢ καρποφορεῖ· καὶ πάσχειν τέμνεται γὰρ τυχόν, ἢ ψύχεται, ἢ θερμαίνεται· καὶ κεῖσθαι ἵσταται γὰρ ἢ ὄρθιον, ἢ πρὸς γῆν νενευκός· καὶ ἔχειν· ἔσται γὰρ ἴσως καί τι θρίγγωμα τῷ φυτῷ τῆς αὐτοῦ πως ῥίζης ἢ τοῦ στελέχους ἁπτόμενον.
Οὕτω μὲν οὖν οὐσία ἐστὶ τὸ φυτόν· ἔμψυχον δέ, διότι τρέφεται καὶ αὔξεται, καὶ γεννᾷ ὅμοιον ἑαυτῷ. Δυνάμεις δὲ ψυχῆς τὸ θρεπτικόν, καὶ αὐξητικόν, καὶ γεννητικόν. Ἐπεὶ δὲ ἔμψυχον τὸ φυτόν, δηλονότι καὶ σεσωματωμένον ἐστίν. Ἔμψυχον γὰρ λέγεται τὸ σῶμα τὸ ἔχον ψυχήν. Οὐ προστέθειται δὲ τὸ σεσωματωμένον τῷ ὅρῳ, ὡς τῷ ἐμψύχῳ συνυπακουόμενόν τε καὶ συννοούμενον. Οὕτω μὲν καὶ ἔμψυχον τὸ φυτόν· ἀναίσθητον δέ, διὰ τὸ μηδεμιᾷ διοικεῖσθαι τῶν πέντε αἰσθήσεων· οὐχ ὁράσει, οὐκ ἀκοῇ, οὐκ ὀσφρήσει, οὐ γεύσει, οὐχ ἁφῇ. Δῆλον δ’ ὅτι καὶ ἀμετάβατον. Ἀμετάβατον δέ φημι τὸ μὴ ἔχον ἐν ἑαυτῷ δύναμιν μεταβατικὴν ἐκ τόπου εἰς τόπον· ὥσπερ μεταβατικὸν τὸ ἔνδοθεν ἀφ’ ἑαυτοῦ κινεῖσθαι κατὰ τόπον δυνάμενον. δ. Ἔστι μὲν οὖν τὸ φυτὸν οὐσία ἔμψυχος ἀναίσθητος· οὐσία δ’ ἔμψυχος αἰσθητικὴ τὸ ζῶον ὁμοῦ καὶ ζωόφυτον. Ἵνα γοῦν ἀπ’ ἀλλήλων ταῦτα διακριθείη, προσθετέον τῷ μὲν ὅρῳ τοῦ ζώου τὸ μεταβατικόν, τῷ δὲ τοῦ ζωοφύτου τὸ ἀμετάβατον. Μεταβατικὸν δὲ λέγομεν τὸ ζῶον, καὶ οὐχ ἁπλῶς κίνησιν ἔχον· ἐπείπερ ἐκ τῶν ὅλων κινήσεων τὴν μετάβασιν ἔχει πλείονα παρὰ τὸ ζωόφυτον, ἤγουν τὴν κατὰ τόπον μεταβολήν. Πᾶσα γὰρ ἄλλη κίνησις καὶ τῷ ζωοφύτῳ ἔνεστι καὶ αὐτῷ τῷ φυτῷ.
Γίνονται γὰρ καὶ ταῦτα, καὶ φθείρονται, καὶ αὔξονται, καὶ μειοῦνται, καὶ ἀλλοιοῦνται, θερμαινόμενα καὶ ψυχόμενα, καὶ καθ’ ἕτερα πάθη διάφορα τὴν ἀλλοίωσιν ὑπομένοντα τῇ οἰκείᾳ φύσει καταλλήλως ἑκάτερον.
Ἔστι μὲν οὖν τὸ ζῶον οὐσία ἔμψυχος αἰσθητικὴ μεταβατική· τὸ δὲ ζωόφυτον οὐσία ἔμψυχος αἰσθητικὴ ἀμετάβατος. Καὶ κατὰ μὴν τὴν ἁπτικὴν αἴσθησιν τὸ ζωόφυτον πλεονεκτεῖ τοῦ φυτοῦ. Διὰ δὲ τὸ μὴ μεταβαίνειν, ὑστερεῖται τοῦ ζώου· καὶ οὕτω μὲν ἔχει τὸ ζῶον καὶ τὸ ζωόφυτον. ε. Ὁ δὲ ἄνθρωπος ζῶόν ἐστι λογικόν, ἤγουν οὐσία ἔμψυχος, αἰσθητική, μεταβατική, λογική. Ἀλλ’ εἰ μὲν οὕτως ὁ τοῦ ἀνθρώπου ὁρισμὸς ἀπεδίδοτο, λεγόντων ἡμῶν, Ἄνθρωπός ἐστιν οὐσία ἔμψυχος, αἰσθητική, μεταβατική, λογική· οὐκ ἂν τῷ τοῦ ἀνθρώπου ὁρισμῷ προσέκειτο τὸ θνητόν, ὡς τῇ ἐμψύχῳ οὐσίᾳ συνεισαγόμενον. Πᾶν γὰρ ἔμψυχον καὶ θνητόν, ὥσπερ καὶ πᾶν σύνθετον, διαλυτόν. Σύνθεσις γὰρ ἀρχὴ μάχης, μάχη δὲ διαστάσεως, διάστασις δὲ λύσεως. Ἐπεὶ δὲ τὸ οὕτως ὁρίζεσθαι ἀδολεσχίας ἐστὶ μὴ πρεπούσης τοῖς ὁρισμοῖς, τί γὰρ ἐν ὅροις, λόγοις συντόμοις, χρὴ πολυλογεῖν, ἐνὸν μιᾷ λέξει τὰ πλεῖστα περιλαβεῖν καὶ διὰ τοῦ ζῶον εἰπεῖν τὴν οὐσίαν δηλῶσαι, καὶ τὸ ἔμψυχον, καὶ τὸ αἰσθητικόν, καὶ τὸ μεταβατικόν; διὰ τοῦτο ζῶον λέγοντες τὸν ἄνθρωπον λογικόν, προστίθεμεν τῷ ὅρῳ καὶ τὸ θνητόν.
Δηλοῖ γὰρ τὸ τοῦ ζώου ὄνομα καὶ τὸν ἄγγελον ὡς ζωῆς μετέχοντα καὶ αὐτόν, εἰ καὶ τῆς ἀθανάτου καὶ ὑπὲρ αἴσθησιν· ὃς δὴ καὶ λογικός ἐστι, καὶ ἡ λογικότης αὐτοῦ πάσης ἀλογίας ἀνεπιμιγής, καὶ πάμπαν ἀμέθεκτος. Ἵνα γοῦν μήτις, ἀκούων ζῶον λογικόν, ὑπολάβῃ τυχὸν τὸν ἄγγελον λέγεσθαι, τὸ θνητὸν ἐπεισήχθη τῷ ὅρῳ διὰ σαφήνειαν ἔξωθεν· οὐ μὴν ἀπὸ τῆς κατὰ τὴν οὐσίαν τομῆς καὶ ὑποδιαιρέσεως.
Οὐδὲ γάρ ἐστιν αὐτὸ τὸ ζῶον, τουτέστι, τὴν οὐσίαν τὴν ἔμψυχον, τὴν αἰσθητικὴν καὶ μεταβατικήν, εἰς λογικὸν καὶ ἄλογον διαιρήσαντας, ὑποδιελεῖν αὖθις τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον. Οὕτω γὰρ ποιήσαντες, ἢ τὸν Ἑλληνικὸν ὕθλον συστήσομεν, καὶ τὰ οὐράνια σώματα ζῶα τερατευσόμεθα, καὶ αὐτοὶ καὶ λογικὰ καὶ ἀθάνατα ἢ τοὺς ἀγγέλους ζῶα εἰπόντες ἀθάνατα, δοξάσομεν αὐτοὺς ἐμψύχους τε καὶ αἰσθητικούς· εἰ τοῦτο δὲ καὶ σεσωματωμένους καὶ οὕτω ἀθανάτους ὁμολογοῦντες αὐτούς, τοὐναντίον μᾶλλον θνητοὺς εἶναι κατασκευάσομεν ἐξ ὧν λέγομεν. Πάλιν εἴπερ ἐκ τοῦ θνητοῦ τὸν ἄνθρωπον διέλοιμεν, καὶ τὸν βοῦν, καὶ τὸν ἵππον, καὶ τὰ λοιπὰ ζῶα· πᾶν τὸ θνητὸν ἔσται καὶ λογικὸν τὰ γὰρ ἐπάνω τῶν ὑποκάτω κατηγοροῦνται· κἀντεῦθεν ἁρμόσει καὶ τοῖς ἀλόγοις τὸ λογικόν· ὅπερ ἐστὶν ἀτοπώτατον. Τμηθήσεται γοῦν τὸ λογικὸν ζῶον εὐθύς, εἴτουν ὁ ἄνθρωπος, εἰς τὰ ἄτομα Πέτρον, Παῦλον καὶ τὰς λοιπὰς ὑποστάσεις.
ϛ. Ἅς φησιν ὁ Ἀριστοτέλης οὐσίας λέγεσθαι κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα. Τὰ γὰρ ἄτομα πρὸς τοὺς αἰσθητοὺς καὶ κυρίως δοκοῦσιν οὐσίαι λέγεσθαι, διὰ τὸ αἰσθητῶς ὑπάρχειν, καὶ πρώτως καταλαμβάνονται. Διὰ τῶν αἰσθητῶν γὰρ ἡ διάνοια ἡμῶν ἀνάγεται πρὸς τὰ νοητά. Καὶ μάλιστα φαίνονται οὐσίαι εἶναι, διὰ τὸ ἐνεργείᾳ ἔχειν ἐν ἑαυταῖς τὰ συμβεβηκότα ὑπάρχοντα. Καὶ οὕτω μὲν ὁ πολὺς ἄνθρωπος ἔχει δόξης περὶ αὐτῶν ζ. Οἱ δ’ ἐξεταστικώτερον περὶ τούτων διασκεψάμενοι κυριώτατα καὶ πρώτως καὶ μάλιστα κατ’ ἀλήθειαν οὐσίας οὔσας οὐ λεγομένας τὰ εἰδικώτατα ἔφασαν εἴδη· κυριώτατα μέν, διὰ τὸ νοητῶς ὑπάρχειν καὶ ὑπερβαίνειν τὴν αἴσθησιν. Κρείττω γὰρ καὶ κυριώτερα τῶν αἰσθητῶν τὰ νοητά. Πρώτως δέ, ὡς πρώτως ἐπιδεδεγμένα πάσας τὰς οὐσιώδεις διαφορὰς καὶ τὰ ἴδια, καὶ τούτων πάντων μεταδιδόντα τοῖς ἀτόμοις ὑστέρως ἀφ’ ἑαυτῶν. Ἐκ γὰρ τοῦ καθόλου ἀνθρώπου καὶ ὁ Πέτρος ἄνθρωπος λέγεται, καὶ ζῶον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· μάλιστα δὲ ὡς ἐναλλοίωτα καὶ στάσιμα καὶ ἀεὶ ὄντα τῶν ἀτόμων παντοίως ἀλλοιουμένων καὶ ἀστατούντων, καὶ ἄλλοτε ἄλλων γιγνομένων καὶ φθειρομένων. η.
Ὅθεν καὶ οἱ τὴν ἀληθῆ φιλοσοφίαν ζητήσαντες ἓν ἕκαστον τῶν εἰδικωτάτων εἰδῶν οὐσίαν καὶ φύσιν ἐκάλεσαν ὁμοῦ καὶ μορφήν· οὐσίαν, ὡς οὖσαν ἀεί, καὶ μηδέποτε φθειρομένην· φύσιν, ὡς φύουσαν τὰς ὑποστάσεις, καὶ ἀρχὴν καὶ αἰτίαν καὶ δύναμιν ἀμετάβλητον πάσαις ταῖς ὑπ’ αὐτὴν ὑποστάσεσιν ὑπάρχουσαν, καὶ τὸ κινεῖσθαι τοιῶσδε τούτων ἑκάστῃ παρέχουσαν· μορφὴν δέ, διὰ τὸ εἰδοποιηθῆναι καὶ μορφωθῆναι ταῖς οὐσιώδεσι διαφοραῖς, καὶ τοῖς ἰδίοις ὡς ἐντελέστατα, καὶ τῶν ὅλων μορφωμάτων τῶν ὑπ’ αὐτήν, ἤτοι τῶν χαρακτήρων εἶναι συλληπτικήν. θ. Τὰ δ’ ἄτομα καθὸ μέρη οὐσιῶν, κατὰ τοῦτο καὶ οὐσίαι κληθήσονται. Καὶ Πλάτων γὰρ τοὺς κατὰ μέρος ἀνθρώπους ἀνθρώπου κέρματά φησιν ὅθεν καὶ Πέτρος μὲν οὐσία ἐστί, καὶ Παῦλος οὐσία ἐστίν, ἀλλ’ οὐσίας μιᾶς καὶ ἀμφότεροι.
Σχῆμα κεφαλ. ιθ, περὶ οὐσίας. Ἡ οὐσία ἡ ἁπλῶς ὕπαρξις· κυρίω, δὲ ἡ ἀντιδιαιρουμένη τοῖς συμβεβηκόσι. Ἡ οὐσία διαιρεῖται εἷς σῶμα ἀσώματον ἔμψυχον ἄψυχον αἰσθητικὸν ἀναίσθητον μεταβατικὸν ἀμετάβατον λογικὸν ἄλογον τὸν ἄνθρωπον
ΚΕΦΑΛ. Κ. Ἔτι περὶ οὐσίας. α. Τῆς κυρίως οὐσίας ἀποδιίσταται πρεπόντως ἡ ὕλη τε καὶ τὸ εἶδος. Οὐσιώδη γὰρ ταῦτα μᾶλλον ἤπερ οὐσίαι. Περὶ μὲν οὖν τούτων ὑπομνησθήσεται κατὰ τὸ δευτέρου βιβλίου πρῶτον κεφάλαιον. β. Τῇ δέ γε κυρίως οὐσίᾳ, πράγματι αὐθυπάρκτῳ, μὴ δεομένῳ τινὸς ἑτέρου πρὸς σύστασιν, ὡμολογημένῃ πρόσεστιν οἰκειότατα τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. γ. Ἐν ὑποκειμένῳ δὲ λέγεται, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον, ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι· καὶ ὃ τοῦ ἐν ᾧ ἐστιν ἐπινοίᾳ χωριζόμενον, οὐ φθείρει αὐτό. Τοῦτο δέ ἐστι τὸ συμβεβηκός. Πάσῃ μὲν οὖν τῇ κυρίως οὐσίᾳ πρόσεστι τὸ μὲν ἐν ὑποκειμένῳ εἶναι. δ. Οὐ μόνῃ δὲ τῇ οὐσίᾳ, ἀλλὰ καὶ τῇ οὐσιώδει διαφορᾷ· καὶ αὕτη γὰρ οὐκ ἐν ὑποκειμένῳ ἐστίν. Οὐδὲ γὰρ ὡς ἐν ὑποκειμένῳ ὑπάρχει τῷ ἀνθρώπῳ τὸ λογικόν, ἀλλ’ ὡς μέρος. Εἰ γὰρ ὡς ἐν ὑποκειμένῳ ὑπῆρχε, δυνατὸν ἦν ἂν χωρίζεσθαι τοῦ ἀνθρώπου καὶ μηδὲν ἧττον ἄνθρωπον μένειν τὸν ἄνθρωπον.
Νῦν δὲ τοῦτο οὐκ ἔστιν. Εἰ γὰρ ἀφαιρεθείη τοῦ ἀνθρώπου τὸ λογικόν, ὁ ἄνθρωπος φθείρεται. ε. Κοινὸν οὐσίας καὶ διαφορᾶς καὶ τὸ συνωνύμως λέγεσθαι πάντα τὰ ὑπ’ αὐτῶν. Ὁ Πέτρος γὰρ καὶ τὸ ὄνομα τοῦ ἀνθρώπου καὶ τὸν ὁρισμὸν ἐπιδέχεται.
ϛ. Καὶ λογικὸν δὲ καλεῖται μὲν καὶ ἡ διαφορά, τουτέστιν ἡ λογικότης οὕτη· καλεῖται δὲ καὶ ὁ Πέτρος λογικόν, καθὸ ζῶον μετέχον τῆς λογικότητος. Εἰ δὲ καὶ τὸν ὅρον τῆς λογικότητος ἀπαραλλάκτως ὁ Πέτρος οὐκ ἐπιδέχεται λογικότης μὲν γάρ ἐστι δύναμις χρήσεως λόγου· ὁ δὲ Πέτρος ζῶόν ἐστι χρώμενον λόγῳ· θαυμαστὸν οὐδέν. Συνώνυμον γὰρ λέγεται μὲν καὶ ὅπερ ὀνόματός τε καὶ ὁρισμοῦ μεταδίδωσι. Λέγεται δὲ καὶ ὅπερ συντελεῖ μόνον πρὸς ὕπαρξιν. Οὕτω γὰρ καὶ ὁ Ἀριστοτέλης τὴν ψυχὴν συνωνύμως κατηγορεῖσθαι τοῦ ζώου φησίν· ἐπειδὴ πρὸς τὴν ὕπαρξιν αὐτοῦ συντελεῖ· κἂν μήτε τοῦ ὀνόματος μεταδιδοίη τῷ ζώῳ, μήτε τοῦ ὁρισμοῦ. Εἴη δ’ ἂν συνωνύμως κατηγορουμένη τῶν ὑπ’ αὐτὴν ἡ διαφορά. ζ. Καὶ κατὰ τοῦτον τὸν λόγον ἡ διαφορὰ κἂν ποιότης φαίνηται εἶναι, ἀλλ’ οὐχ ἁπλῶς ποιότης ἐστίν, ἀλλ’ οὐσιώδης ποιότης, μηδεμιᾷ ἐπινοίᾳ δυναμένη χωρίζεσθαι τοῦ ἐν ᾧ ἐστιν· οἷον ἡ λογικότης.
Πρὸ μὲν γὰρ τοῦ συνελθεῖν τῷ ζώῳ καὶ ἀποτελέσαι τὸν ἄνθρωπον σκοποῦσιν ἡμῖν, ἴσως ἂν μόνη ποιότης νοηθείη, πλὴν καὶ τότε μεγάλην ἔχουσα δύναμιν· συνελθοῦσα δὲ τῷ ζώῳ, καὶ τὸν ἄνθρωπον ἐκτελέσασα, οὐσίωται δὴ ἐν τῷ ἀνθρώπῳ, καὶ οὐδὲν ἄλλο ἐστὶ κατ’ οὐσίαν ὁ ἄνθρωπος ἢ ζῶον μετὰ λογικότητος.
Ἐπεὶ γοῦν ἡ λογικότης ἀχώριστος τοῦ ἀνθρώπου, πάντη καὶ κατ’ αὐτήν ἐστι τὴν ἐπίνοιαν· ὁ δὲ ἄνθρωπος κατηγορεῖται τοῦ Πέτρου συνωνύμως· καὶ ἡ τοῦ ἀνθρώπου λογικότης ἄρα συνωνύμως κατὰ τοῦ Πέτρου ῥηθήσεται. Ὥσπερ γὰρ τὸ εἶδος κατηγορεῖται τινός, οὕτως αὐτοῦ συγκατηγορεῖται τῷ εἴδει καὶ ἡ διαφορά. Συμφυεστάτη γὰρ ὑπάρχει τῷ εἴδει καὶ παντελῶς αὐτοῦ ἀδιάσπαστος, καὶ χωρὶς αὐτῆς οὐδαμῶς τὸ εἶδος ὑφέστηκεν, οὐδὲ πρὸς βραχύ. η. Πρώτως μὲν οὖν τῆς οὐσίας καὶ τῆς διαφορᾶς ἐστι τὸ συνωνύμως λέγεσθαι πάντα τὰ ἀπ’ αὐτῶν.
Κὰν τοῖς συμβεβηκόσι δὲ τὰ γένη τῶν οἰκείων εἰδῶν, καὶ τὰ εἴδη τῶν οἰκείων ἀτόμων, καὶ ἁπλῶς τὰ ἐπάνω τῶν ὑποκάτω, συνωνύμως κατηγοροῦνται. θ. Ὅτι καὶ οὐσιωδῶς πρόσεστι τῇ οὐσίᾳ, καὶ τὸ μηδὲν ἐναντίον εἶναι αὐτῇ. Τὰ γὰρ ἐναντία, περί τι ὑποκείμενον μάχονται· καὶ σπεύδει τούτων ἑκάτερον νικῆσαι τὸ ἕτερον ὅπως ἂν τοῦ ὑποκειμένου γένηται ἐγκρατές. Οὐδὲ γὰρ ἰσχύει τὸ ὑποκείμενον ἐν τῷ αὐτῷ νῦν, τὰ ἐναντία δέξασθαι ὁλικῶς. Ὥστε τἀναντία τῶν ἐν ὑποκειμένῳ ἐστίν· ἡ δέ γε οὐσία τῶν ἐν ὑποκειμένῳ μὴ οὖσα, ἐναντίον ἕξει οὐδέν.
Οὐδὲ γὰρ ἐναντίον τῇ οὐσίᾳ θείη τις ἂν τὸ μὴ ὄν. Ὃ γὰρ οὐδαμῶς ὑφέστηκεν, οὐδεμίαν σχέσιν ἔχει πρὸς ἕτερον. Εἰ δὲ τὸ πῦρ καὶ τὸ ὕδωρ ἀλλήλοις ἐναντία δοκεῖ· ἀλλ’ οὐ καθὸ οὐσίαι τὸ ἐναντιοῦσθαι φέρουσιν, ἀλλ’ ᾖ πεποίωνται Ἀντίκειται γὰρ τὸ θερμὸν τῷ ψυχρῷ, καὶ τὸ ξηρὸν τῷ ὑγρῷ. ι. Καὶ ἄλλοις δὲ πολλοῖς ἐστι τὸ μηδὲν ἔχειν ἐναντίον· ὡς τοῖς σχήμασι, καὶ τῶν χρωμάτων τοῖς μέσοις· τῷ ἐρυθρῷ, τῷ ξανθῷ, τῷ φαιῷ καὶ τοῖς ὁμοίοις· καὶ τοῖς ἀφωρισμένοις ποσοῖς. Οὐκ ἔστι δ’ αὐτοῖς ἐναντίον, ἵνα μὴ ἄδικος ἡ φύσις εὑρεθείῃ, πολλὰ ἐναντία ἑνὶ ἀντιτάξασα. ια. Ἀφωρισμένα δὲ ποσὰ λέγεται, ὅσαπερ ὡρισμένην τινὰ ποσότητα ἔχουσιν, ὡς δύο, πέντε, δέκα καὶ δίπηχυ, πεντάπηχυ, δεκάπηχυ, καὶ τὰ παραπλήσια, καὶ μὴ τῇ πρὸς ἕτερον σχέσιν λέγονται, καθάπερ τὸ μέγα καὶ μικρόν, καὶ τὸ πολὺ καὶ ὀλίγον. ιβ. Πρός τι γὰρ ταῦτα, καὶ οὐ ποσά, καὶ ἀντίκειται ἀλλήλοις, οὐχ ὡς ἐναντία, ἀλλ’ ὡς πρός τι. Τὸ γὰρ μέγα πρὸς μικρὸν λέγεται μέγα, καὶ τὸ πολὺ πρὸς ὀλίγον λέγεται πολύ. Καὶ εἴπερ ἐστὶν ἐναντία τὰ τοιαῦτα, ἐπεὶ τὸ αὐτὸ καὶ ἓν δύναται εἶναι καὶ μέγα καὶ μικρόν, καὶ πολὺ καὶ ὀλίγον πρὸς ἄλλο καὶ ἄλλο παραλαμβανόμενον· ἔσοιντ’ ἂν ἐν ἑνὶ ὑποκειμένῳ τἀναντία κατὰ ταυτόν, ἢ μᾶλλον ἐναντίον ἔσοιτο ἑαυτοῦ τὸ αὐτό. ιγ.
Λέγεται δέ ποτε καὶ τὸ μέγα καὶ πολὺ ἀσχέτως ἐπὶ ἀορίστου ποσοῦ λαμβανόμενον· ὡς λέγομεν, Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, καὶ ὅτι τὸ ἔλεός σου μέγα ἐπ’ ἐμέ ιδ. Πρόσεστι τῇ οὐσίᾳ καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον κατὰ τὰ ἑαυτῆς ἄτομα δηλαδή· οἷον ἕκαστον τῶν τῆς οὐσίας ἀτόμων οὐ λέγεται μᾶλλον καὶ ἧττον, ἐκεῖνο ὅπερ ὠνόμασται. Ὁ Πέτρος γὰρ καὶ ὁ Παῦλος οὐσίας ὄντες ἄτομα, ὠνομάσθησαν ἄνθρωποι κατὰ τὸ εἶδος τὸ ἀνθρώπειον, ᾧ περιέχονται καὶ οὐ λέγονται μᾶλλον καὶ ἧττον ἄνθρωποι.
Οὔτε γὰρ ὁ Πέτρος μᾶλλον ἄνθρωπος λέγεται, ἢ ὁ Παῦλος ἧττον ἄνθρωπος· ἤ τις ἑαυτοῦ ποτὲ μὲν μᾶλλον ἄνθρωπος, ποτὲ δὲ ἧττον ἄνθρωπος. Τοῦτο καὶ ἐπὶ τῶν ἵππων, καὶ ἐπὶ τῶν λίθων, καὶ τῶν λοιπῶν τῆς οὐσίας ἀτόμων. ιε. Ἐπεί τοί γε ἁπλῶς ἡ οὐσία κατὰ τὸ μᾶλλον καὶ ἧττον λεχθείη ἂν διὰ τὸ οὐσίαν ἄλλης οὐσίας μᾶλλον οὐσίαν, καὶ ἑτέρας ἧττον γινώσκεσθαι.
ιϛ. Οἷον ἡ μὲν ἄϋλος οὐσία καὶ ὑπερκόσμιος τῆς ἐγκοσμίου ταύτης καὶ ὑλικῆς, ὁμολογουμένως ἐστὶ μᾶλλον οὐσία. Μᾶλλον γὰρ τὸ εἶναι τοῖς ἐν στάσει διὰ τὴν ἀϋλίαν, ἢ τοῖς ἐν ἀστάτῳ τῆς ὕλης ῥοῇ. ιζ. Αὕτη δὲ πάλιν ἡ ὕλη, καθάπερ δὴ καὶ τὸ εἶδος, ἧττον οὐσίαι τῆς ἐξ αὐτῶν συντεθειμένης φαίνονται εἶναι διὰ τὸ μήτε τὴν ὕλην καθ’ αὑτήν, μήτε τὸ εἶδος καθ’ ἑαυτὸ τελείας μετέχειν ὀντότητος, ἀλλὰ σὺν ἀλλήλοις δύνασθαι θεωρεῖσθαι ὑπαρκτικῶς· καὶ καθὸ μόνον οὐσίας στοχεῖα, κατὰ τοῦτο τοῦ τῆς οὐσίας μετέχειν ὀνόματος. ιη. Αὑτῆς δὲ πάλιν τῆς συνθέτου οὐσίας τὰ ἄτομα ὁ Ἀριστοτέλης μᾶλλον οὐσίας φησί, καὶ ἧττον οὐσίας τὰ εἴδη, καὶ τούτων ἧττον ἔτι τὰ γένη. Καὶ περὶ τούτου φθάσαντες εἴπομεν. ιθ. Πρόσεστι τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, κατὰ τὸν εἰρημένον τρόπον, καὶ πᾶσιν οἷς τὸ μὴ ἔχειν τι ἐναντίον. Τὸ γὰρ μᾶλλον καὶ ἧττον ὁδός ἐστιν ἐπὶ τἀναντία· οἷον ἐπὶ τῆς ἐκ ψυχροῦ μεταβολῆς εἰς θερμόν, ἧττον ψυχρὸν γίνεται πρότερον τὸ ψυχρόν, καὶ τότε θερμὸν ὁπωσοῦν, εἶτα μᾶλλον θερμόν. κ. Ἴδιον δὲ μάλιστα τῆς συνθέτου οὐσίας τὸ ἕκαστον τῶν ἑαυτῆς ἀτόμων ὑποπίπτειν τε δείξει, καὶ τόδε τι λέγεσθαι καὶ κατὰ τὴν ἑαυτοῦ μεταβολὴν τῶν ἐναντίων εἶναι δεκτικὴν παρὰ μέρος. Ἀδύνατον γὰρ ἐν τῷ αὐτῷ ὑποκειμένῳ δύο ἐναντία συστῆναι κατὰ ταυτόν.
Εἰ γὰρ τἀναντία συμβεβηκότα ἐστί, παρὰ μέρος ἐν τοῖς ἀτόμοις τῆς συνθέτου οὐσίας ἐνεργείᾳ θεωρηθήσεται. κα. Πλὴν οὐκ ἐν παντὶ ἀτόμῳ τὰ πάντα. Οὐδὲ γὰρ τὸ πῦρ γένοιτ’ ἄν ποτε ψυχρόν, μένον πῦρ· ἢ τὸ ὕδωρ ξηρόν. Ἡ γὰρ τοῦ πυρὸς θερμότης, καὶ ἡ τοῦ ὕδατος ὑγρότης, οὐχ ἁπλῶς ποιότητες τούτοις εἰσίν· ἀλλ’ οὐσιώδεις διαφοραί, συμπληρωτικαὶ τῆς οὐσίας αὐτῶν· καὶ οὐκ ἂν μένοντα τὸ πῦρ καὶ τὸ ὕδωρ ἅπερ ἐστί, τῶν κατ’ οὐσίαν αὐτοῖς ὑπαρχόντων ἐκσταῖεν ὅλως· οὐδὲ κατὰ μόνην ἐπίνοιαν. κβ. Οἷς γὰρ μὴ φύσει καὶ ἀχωρίστως θάτερον ὑπάρχει τῶν ἐναντίων, ταῦθ’ ἑκατέρων τῶν ἐναντίων παρὰ μέρος ἐστὶ δεκτικά. Διὸ καὶ ὁ κόραξ ἐπινοηθήσεται μὲν ἴσως λευκὸς διὰ τὸ μὴ οὐσιωδῶς προσεῖναι τὸ μέλαν αὐτῷ· πραγματικῶς δὲ λευκὸς οὐκ ἄν ποτε γένοιτο, διότι καὶ τούτῳ τὸ μέλαν, εἰ καὶ μὴ οὐσιωδῶς, ἀλλ’ ἄλλως ὑπάρχει ἀχώριστον. Ψυχρὸν μὲν οὖν τὸ πῦρ, ἢ τὸ ὕδωρ ξηρὸν οὐδ’ ἐπινοηθήσεται· ὑγρᾷ δὲ τρεφόμενον ὕλῃ τὸ πῦρ ἔσται ὑγρὸν ὡς πρὸς αἴσθησιν· ὥσπερ καὶ ὑπὸ πυρώδους οὐσίας θερμανθὲν τὸ ὕδωρ, θερμόν. κγ. Δέξεται δὲ τὸ πῦρ καὶ τὴν ἐπὶ τὰ κάτω φορὰν ὠθούμενον διὰ τῆς ἐκθλίψεως, ὡς ὁ κεραυνός· καὶ τὸ ὕδωρ ὁλκῇ πνεύματος ἐσεῖται μετέωρον, κἀπὶ τῶν ἄλλων ὁμοίως τἀναντία θεωρηθήσεται· κατά γε τὸ πεφυκός. κδ. Τὰ δ’ οὐράνια σώματα ὡς μοναδικά, τινῶν οὐχ ὑπάρχουσιν ἄτομα. Οὔτε γὰρ γένος, οὔτε εἶδός ἐστιν ἐν αὐτοῖς.
Καὶ διὰ τοῦτο τἀναντία οὐκ ἐπιδέχονται. κε. Μᾶλλον δ’ ἐν τῇ κυκλοφορίᾳ τὸ εἶναι ἔχοντα, οὐκ ἂν ἔχοιέν τινα τοῦ ἐναντίου παραδοχήν.
κϛ. Εἰ μή τις λάβῃ τὰς ἀντικειμένας κινήσεις ἐν πλάνησιν. Οὗτοι γὰρ φέρονται μέν, καὶ ἀπὸ δυσμῶν εἰς ἀνατολὰς οἰκείαν φοράν· συμφέρονται δὲ καὶ τῷ παντὶ πρὸς δυσμὰς ἐξ ἀνατολῶν, συνόδους τε ποιοῦνται καὶ ἀποστάσεις καὶ ταπεινώματα καὶ ὑψώματα, καὶ προποδίζουσι καὶ ἀναποδίζουσι, καὶ βορείοις καὶ νοτίοις τοῦ ζωδιακοῦ πελάζουσι μέρεσι· τοῦ ἡλίου μόνου πάντοτε τὴν μέσην φερομένου καὶ ὁμαλῶς. Ἡ δὲ σελήνη, καὶ ποικίλως τοῖς φωτισμοῖς τε καὶ σκοτασμοῖς σχηματίζεται καὶ τέλειον ἀμαυροῦται μόνης τῶν ὅλων τῆς ἀπλανοῦς σφαίρας μηδεμίαν ἐπιδεχομένης ἐναντιότητα, εἰ μή πω λέγει τις καινοτέρας ἐναντιότητας, τήν τ’ ἐξ ἀνατολῶν εἰς δυσμὰς φορὰν κατὰ τὸ ὑπὲρ γῆν λεγόμενον ἡμισφαίριον, καὶ τὴν ἐκ δυσμῶν εἰς ἀνατολὰς κατὰ τὸ δοκοῦν ὑπὸ γῆν, διὰ τῆς μιᾶς καὶ τῆς αὐτῆς κυκλοφορικῆς ἀπαρτιζομένας κινήσεως, καὶ ξένως καὶ θαυμαστῶς συλληπτικὰς ἀλλήλων οὔσας καὶ συντελεστικάς. κζ. Ἀλλὰ ταῦτα μὲν ἐπὶ τοσοῦτον. κη. Φαίνεται δὲ καὶ ὁ λόγος καὶ ἡ δόξα τῶν ἐναντίων εἶναί πως δεκτικά. Καὶ ὁ μὲν λόγος δηλοῖ τὸν προφορικὸν καὶ ἔστι ποσόν· ἡ δόξα δὲ λόγος ἐνδιάθετος οὖσα, τάττεται ὑπὸ τὸ ποιόν. Δοκοῦσι δὲ καὶ ἄμφω τυγχάνειν τῶν ἐναντίων, ὡς εἴρηται, δεκτικά. Ἐὰν γὰρ καθημένου τοῦ Σωκράτους λέγῃ τις αὐτὸν ἢ δοξάζῃ καθῆσθαι, ἀληθεύει· τούτου δ’ ἀναστάντος, ψεύδεται. κθ.
Ἀλλ’ οὐχ οὕτω τὰ τῆς οὐσίας ἄτομα δεκτικὰ τῶν ἐναντίων ὑπάρχειν ἐλέγετο· κατὰ δὲ τὴν μεταβολὴν ἑαυτῶν. Ὁ λόγος δὲ καὶ ἡ δόξα μένουσιν ὅπερ εἰσί, τοῦ πράγματος μεταβάλλοντος. λ. Ἄλλως τε οὐδὲ τἀναντία λόγος ἢ δόξα δύναται δέξασθαι. Πάσχει γὰρ τὸ τἀναντία δεχόμενον. Ἡ γὰρ εἰς τἀναντία μεταβολὴ πάθος ἐστίν· ἡ δόξα δὲ καὶ ὁ λόγος ἀκίνητα μένει καὶ ἀμετάβλητα. λα. Μᾶλλον δὲ εἰπεῖν οὐδὲ μένει, ἀλλ’ ἅμα τῷ δοξασθῆναι τὸ πρᾶγμα ἡ δόξα πέπαυται, καὶ ἅμα τῷ ῥηθῆναι ὁ λόγος ἔφθαρται. Καὶ ἄλλος μὲν λόγος ὁ εἰπὼν τὸ πρότερον τὸν Σωκράτην καθῆσθαι, καὶ ἄλλος ὁ μετ’ ἐκεῖνον λεχθείς. Τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῆς δόξης. λβ. Ἡ οὐδὲ τῆς δόξης ἐστὶ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι, ἀλλὰ τῆς ψυχῆς; οὐ γὰρ ἡ δόξα δοξάζει καθ’ ἑαυτήν, ἀλλ’ ἡ ψυχὴ δοξάζει τῇ δόξῃ· οὐδὲ ὁ λόγος ἀληθεύει μόνος ἢ ψεύδεται, ἀλλ’ ἡ τούτου καὶ τοῦ πράγματος συμπλοκή. Καὶ ἡ μὲν συμφωνία τῶν δύο ποιεῖ τὸ ἀληθές, ἡ δὲ διαφωνία τὸ ψεῦδος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.