Ἔργον
Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ λογικῆς
Το θέμα: Ερμηνείας: Όνομα, Ρήμα, Λόγος και Προτάσεις (Κεφ. ΚΣΤ΄-ΚΘ΄)
Ορισμός του ονόματος και του ρήματος, ανάλυση των ειδών του λόγου και εξέταση των χαρακτηριστικών και του ποσού των προτάσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το θέμα: Ερμηνείας: Όνομα, Ρήμα, Λόγος και Προτάσεις (Κεφ. ΚΣΤ΄-ΚΘ΄)
Ορισμός του ονόματος και του ρήματος, ανάλυση των ειδών του λόγου και εξέταση των χαρακτηριστικών και του ποσού των προτάσεων.
ΚΕΦΑΛ. ΚϚ. Περὶ ὀνόματος καὶ ῥήματος. α. Ὄνομά ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς οὐδὲν μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον. β. Ῥῆμα δέ ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην προσσημαίνουσα χρόνον, ἧς οὐδὲν μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον. γ. Ὅτι μὲν οὖν ἔναρθροι φωναὶ τὸ ὄνομα καὶ τὸ ῥῆμα, παντί που δῆλον. δ. Ἔναρθρος δὲ λέγεται πᾶσα τῶν ἀνθρώπων διάλεκτος· διὰ τὸ τὰς συμπληρούσας αὐτὴν συλλαβὰς ἄρθροις ἐοικέναι ζώου, δυναμένοις ἀπ’ ἀλλήλων διακρίνεσθαι κατ’ ἐνέργειαν. ε. Ὅτι δὲ καὶ σημαντικαί, φανερὸν καὶ αὐτό.
Καὶ γὰρ τὸ ἄνθρωπος καὶ ἵππος καὶ τρέχει, καὶ διαλέγεται, καὶ τὰ τοιαῦτα, δύναμιν ἔχει σημαντικήν. ϛ. Ἀλλὰ καὶ κατὰ συνθήκην ἐστὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα. Συνέθεντο γὰρ Ἕλληνες μέν, τοῖσδε τοῖς ὀνόμασι τὰ πράγματα καλεῖν· Ἰνδοὶ δ’ ἑτέροις, καὶ ἄλλοις Αἰγύπτιοι. Καὶ οἱ αὐτοὶ δὲ τὰ αὐτὰ πράγματα ποτὲ μὲν ἄλλοις ποτὲ δ’ ἑτέροις σημαίνειν ὀνόμασιν· ὥσπερ καὶ τὰς τοιάσδε ἐνεργείας καὶ τὰ τοιάδε πάθη διὰ τῶνδε καὶ τῶνδε τῶν ῥημάτων ἐκφαίνειν ἐκύρωσαν. ζ. Ὅθεν οὐδὲ φύσει τοῖς ἀνθρώποις τὰ ὀνόματά ἐστι καὶ τὰ ῥήματα· διότι τὰ φύσει παρὰ πᾶσι τὰ αὐτά. η. Κἂν αἱ φωναὶ δὲ φύσει φωνητικὸν γὰρ ζῶον ὁ ἄνθρωπος, ἀλλ’ οὐχ ἁπλῶς φωναὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα· φωναὶ δὲ τοιῶσδε μεμορφωμέναι. θ. Θέσει τὸ λοιπόν εἰσι τὰ ὀνόματα καὶ τὰ ῥήματα.
Τέθεινται γὰρ ὑπό τινων· εἰ μή τις λέγοι φύσει τρόπον ἄλλον ὑπάρχειν αὐτὰ διὰ τὸ οἰκείως ἔχειν πρὸς τὰ πράγματα οἷς ἐτέθησαν, καὶ τῇ τῶν πραγμάτων φύσει καταλλήλως τεθῆναι καὶ ἁρμοζόντως. ι. Λέγοιντο δ’ ἂν κατὰ συνθήκην φωναὶ σημαντικαὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα, καὶ πρὸς ἀντιδιαστολὴν τῶν ἀνάρθρων φωνῶν, τῶν σημαντικῶν οὐσῶν καὶ αὐτῶν· ὡς ὁ στεναγμὸς καὶ ὁ θρῆνος ὀδύνην σημαίνουσι· καὶ ὁ γέλως καὶ ὁ καγχασμὸς χαρὰν καὶ ψυχῆς διάθεσιν ὑπερβάλλουσαν· καὶ ἄλλαι φωναὶ μὴ κατὰ συνθήκην οὖσαι, συλλαβῶν δηλαδή, πράγματα δηλοῦσι διάφορα. ια. Λέγοιντο κατὰ συνθήκην τὰ εἰρημένα καὶ διὰ τὸ μὴ τὰς αὐτὰς ἐν αὐτοῖς συλλαβάς, εἰ καὶ φύσει διωρισμέναι εἰσίν, ἀποκεκομμένας ἀπ’ ἀλλήλων εἶναι, καὶ καθ’ ἑαυτὰς δῆτα προφέρεσθαι, ἀλλὰ κατὰ τὴν μετ’ ἀλλήλων συνθήκην συλληπτικῶς· ὡς ἑνὸς οἱονεὶ σώματος θεωρουμένου τοῦ ὀνόματος ἢ τοῦ ῥήματος ἐκ διαφόρων ἀπαρτιζομένου μερῶν. ιβ. Τὰ μέρη δὲ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος ἀπ’ ἀλλήλων κεχωρισμένα. μένει ἀσήμαντα. Συσσημαίνειν μὲν γὰρ ἀλλήλοις λέγεται· σημαίνειν δέ τι τῶν μερῶν ἕκαστον καθ’ αὑτὸ οὐδαμῶς. Καὶ τὰ μὲν τῶν ἁπλῶν ὀνομάτων ἢ ῥημάτων μέρη οὐδὲ κἂν γοῦν δόκησιν ἔχει τοῦ καθ’ αὑτὰ εἶναι σημαντικά.
Τὰ δὲ τῶν συνθέτων φαντασίαν μὲν παρέχει τινὰ τοῦ σημαίνειν, οὐ μέντοι σημαίνει κατά γε τὸ ἀληθές. Τοῦ γὰρ κάλλιππος ὀνόματος μέρος ὂν τὸ ἵππος, οὐδὲν σημαίνει. Μόνον μὲν γὰρ ὡς ὄνομα τὸ ἵππος ῥηθέν, σημαίνει τόδε τὸ ζῶον. Ὁπόταν δ’ ὡς μέρος ληφθείη τοῦ κάλλιππος, ἀποσπασθὲν τῆς οἰκείας ὁλότητος, νεκρόν τι κατὰ τὸ σημαινόμενον γίνεται.
Τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ μέρη τοῦ ῥήματος ἀπ’ ἀλλήλων διακρινόμενα, καὶ τῆς σημασίας χωρίζεται. ιγ. Τὰ πάντα γὰρ κοινὰ τῷ τε ὀνόματι καὶ τῷ ῥήματι· πλὴν ὅτι τὸ ῥῆμα μὲν προσσημαίνει χρόνον· ἄνευ δὲ χρόνου τοὔνομά ἐστι. ιδ. Τὸ δὲ ἄνευ χρόνου φαμὲν οὐ τὸ μὴ σημαῖνον χρόνον ποτὲ μηδαμῶς, ἀλλὰ τὸ μὴ προσσημαῖνον χρόνον.
Ἰδοὺ γὰρ τὸ χθεσινόν, τὸ σημερινόν, καὶ τὰ τοιαῦτα σημαίνουσι μὲν χρόνον, οὐ μὴν δὲ καὶ προσσημαίνουσιν, ὡς τὰ ῥήματα· διότι τὰ ῥήματα προηγουμένως μὲν ἐνέργειαν ἢ πάθος σημαίνουσι· πρὸς τούτοις δὲ κατὰ δεύτερον λόγον καὶ τὸν χρόνον δηλοῦσιν αὐτόν, καθ’ ὃν ἡ ἐνέργεια, καθ’ ὃν τὸ πάθος, τὸν ἐνεστῶτα τυχὸν πλατυκῶς, ἢ τὸν παρεληλυθότα, ἢ καὶ τὸν μέλλοντα. ιε. Διαφέροι δ’ ἂν τὰ ὀνόματα τῶν ῥημάτων κἀν τῷ μηδεμίαν ἐνέργειαν ἢ πάθος δηλοῦν, ὡς ἔχει τὰ ῥήματα. Ταύτην μὲν οὖν τὴν ἀπ’ ἀλλήλων διάκρισιν ἔσχον τὰ ὀνόματα καὶ τὰ ῥήματα.
ιϛ. Χρὴ δὲ γινώσκειν ὅτι τὰ φύσεων, ἢ προσώπων, ἢ ἐνεργειῶν, ἢ παθῶν ἢ ποιᾶς συμπλοκῆς πρὸς ἐνέργειαν, πρὸς πάθος δηλωτικά, ταῦτα πάντα κατὰ τοὺς διαλεκτικοὺς εἰς ὀνόματα διαιροῦνται καὶ ῥήματα. Καὶ τὰ μὲν κατὰ χρόνον λεγόμενα, ἢ ὁπωσοῦν ἐν ταῖς προτάσεσι κατηγορούμενα, προσαγορεύονται ῥήματα· τὰ δ’ ἄνευ χρόνου λεγόμενα, ἢ τὴν τῶν ὑποκειμένων πληροῦντα χρείαν, ὀνόματα· τὰ δ’ ἐν μηδετέρᾳ τούτων χώρᾳ παραλαμβανόμενα, τὰ ἄρθρα δηλαδή, αἱ προθέσεις, οἱ σύνδεσμοι καὶ τὰ ἐπιῤῥήματα, κἂν ἄλλως συνεκφέρωνται ταῖς προτάσεσιν, ἀλλ’ οὐ μέρη λόγου κυρίως εἰσίν, ἀλλὰ τῶν μερῶν τοῦ λόγου συνεκτικὰ καὶ συνθετικά· μέρη μέντοι λέξεως ὑπάρχουσι καὶ αὐτά. ιζ. Καὶ ὁ λόγος δὲ κατὰ φιλοσόφους τῆς λέξεως μέρος ἐστίν. Ὁ μὲν γὰρ πλήρωμα προηγουμένως, τῶν δὲ πράγματα σημαινουσῶν ὑπάρχει φωνῶν· ἡ δὲ λέξις πλήρωμα πασῶν ἁπλῶς τῶν φωνῶν, τῶν παραλαμβανομένων πρὸς τὴν διάλεκτον. ιη. Τὰ μὲν οὖν ὀνόματα καὶ τὰ ῥήματα καθ’ ἑαυτὰ προφερόμενα οὔτε ἀλήθειαν, οὔτε ψεῦδος ἐμφαίνουσι.
Κἂν γὰρ μυριάκις εἴπῃ τις τὸ Σωκράτης, ἢ τὸ φιλοσοφεῖ, ἤ τι τῶν τοιούτων, ἀσυνδυάστως καὶ καθ’ αὑτό, οὔτ’ ἀλήθειαν οὔτε ψεῦδος ἐρεῖ. ιθ. Εἰ δ’ ἀληθεύειν ἣ ψεύδεσθαι καθ’ ἑαυτὰ τῶν ῥημάτων τὰ πρῶτα πρόσωπα δοκεῖ καὶ τὰ δεύτερα, καὶ ὅσα τῶν τρίτων ἐπὶ ὡρισμένου λέγεται πράγματος· ἀλλὰ καὶ τούτοις ἡ ἀλήθεια καὶ τὸ ψεῦδος ἐκ τῆς κατὰ δύναμιν ἀκολουθεῖ συμπλοκῆς· ἐπεὶ δὲ ταῦτα δυνάμει συμπεπλεγμένα καὶ λέγεται καὶ ἔστι. τῷ μὲν γὰρ πρώτῳ προσώπῳ συνεξακούεται τὸ ἐγώ, Τῷ δὲ δευτέρῳ τὸ σύ· τὸ δ’ ἐγὼ καὶ τὸ σύ, ἀντωνυμίαι ὄντα, ἀντὶ ὀνομάτων παραλαμβάνονται. Τοῖς δὲ τρίτοις προσώποις, τοῖς ἐπί τινος πράγματος ὡρισμένου λεγομένοις, ἐκεῖνο συνεκφαίνεται καθ’ οὗ λέγονται· ὡς ἐπὶ τοῦ ὕει καὶ βροντᾷ καὶ ἀστράπτει, τοὔνομα τῆς προνοίας ἔξωθεν ὑπακούεται. κ. Τὰ τοίνυν ὀνόματα καὶ τὰ ῥήματα καθ’ αὑτὰ προβαλλόμενα, οὔτ’ ἀληθείας οὔτε ψεύδους τυγχάνει δηλωτικά· συμπλακέντα δ’ ἀλλήλοις, ποτὲ μὲν ἀλήθειαν, ποτὲ δὲ ψεῦδος σημαίνουσι. κα. Προηγουμένως μὲν γὰρ δηλοῦσι τὰ νοήματα τῆς ψυχῆς, διὰ μέσων δὲ τῶν νοημάτων τὰ πράγματα.
Τὰ γὰρ νοήματα τῶν πραγμάτων εἰσὶν εἰκόνες ἐν τῇ ψυχῇ. κβ. Καὶ οὐδὲν ἄλλο τί ἐστι τὸ νοεῖν ἢ τὸ δέξασθαι τοῦ νοουμένου τὸ εἶδος. κγ. Ὅταν μὲν οὖν ἀκριβῶς ὁμοιωθῇ τοῖς πράγμασι τὰ νοήματα, καὶ ὥσπερ τούτοις ἐφαρμοσθῇ, τότε καὶ ἀληθῆ νοήματα λέγεται· ὅτε δὲ μὴ οὕτως ἔχει, ψευδῆ. κδ. Τὸ δ’ αὐτὸ κἀπὶ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ἐστίν. Ὅταν μὲν γὰρ καὶ ταῦτα τῇ τῶν πραγμάτων ὑποστάσει συνᾴδωσι, τότε τὸ ἀληθὲς ὑφίστασθαι περὶ ταῦτά φαμεν· ὅτε δ’ οὐχ οὕτως ἔχει, συμβαίνειν τὸ ψεῦδος. κε. Τίνα μὲν οὖν τὰ ὀνόματα καὶ τίνα τὰ ῥήματα καθ’ ὅσον οἷόν τε, δέδεικται.
κϛ. Ταῦτα δὴ προσλαμβάνοντα μόριον ἀρνητικὸν οὐκ ἔτι καλοῦνται ὀνόματα καὶ ῥήματα μόνως καὶ ἁπλῶς, ἀλλὰ ἀόριστα ὀνόματα καὶ ἀόριστα ῥήματα· οἷον τὸ μὲν οὐκ ἄνθρωπος καὶ τὸ Σωκράτης ἀόριστα ὀνόματα. Τὸ δ’ οὐ τρέχει, καὶ τὸ οὐ φιλοσοφεῖ, ἀόριστα ῥήματα. Ταύτην δ’ ἔσχον τὴν κλῆσιν, διὰ τὸ μὴ ἐπί τινος ὡρισμένου λαμβάνεσθαι. κζ. Δεῖ δὲ καὶ τοῦτο εἰδέναι ὅτι ἁπλῆ φωνή, καὶ φάσις καὶ ὅρος καὶ ὄνομα καὶ ῥῆμα τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστιν ἀλλήλοις· κατὰ μόνην δὲ τὴν σχέσιν ἔχουσι τὴν διαφοράν. Οἷον τὸ ἄνθρωπος, ὡς μὲν σημαντικόν τινος, ἁπλῆ καλεῖται φωνή· ὡς δὲ μέρος καταφάσεως ἢ ἀποφάσεως, φάσις· ὡς δ’ ἐν συλλογισμῷ παραλαμβανόμενον καὶ προτάσεως μόριον λεγόμενον, ὅρος· ὡς δ’ ὑποκείμενον, ὄνομα· ὡς δὲ τάξιν ἐπέχον κατηγορουμένου, ῥῆμα. κη. Ῥήματα δὲ παρὰ τοῖς διαλεκτικοῖς καὶ τὰ ὀνόματα λέγονται· καὶ τὰ ῥήματα πάλιν ὀνόματα.
Πᾶσαν γὰρ οὗτοι φωνὴν σημαντικήν, ὡς μὲν ὑποκείμενον ἐν προτάσει λαμβάνοντες προσαγορεύουσιν ὄνομα· κατηγορούμενον δὲ ποιοῦντες, ῥῆμα κατονομάζουσιν. Ἐπεὶ γὰρ διπλῆν σημασίαν τὰ ῥήματα φέρουσι τὴν ὑπαρκτικὴν καθ’ ἣν ἐνέργειαν ἢ πάθος σημαίνουσι· τήν τε χρονικήν, καθ’ ἣν καὶ χρόνον τινὰ προσσημαίνουσιν· ὅταν μὲν κατὰ τὴν ὑπαρκτικὴν μόνην σημασίαν ταῦτα λαμβάνωσιν, ὑποκείμενά τε ποιοῦσι καὶ καλοῦσιν ὀνόματα· ὅταν δὲ κατὰ τὴν χρονικήν, τότε κατηγορούμενα τιθέντες λέγουσι ῥήματα. Τὰ δ’ ὀνόματα σημασίαν ἁπλῆν τῆς ὑπάρξεως ἔχοντα. ὅταν μὲν καθαρὰ ταῦτα λαμβάνωσιν, ὑποκείμενά τε ποιοῦσι καὶ ὅπερ εἰσὶν ὀνόματα λέγουσιν· ὅταν δὲ κατηγορούμενα ταῦτα ποιήσωσιν, οὐκ ἐῶσιν αὐτὰ καθαρά· προστιθέασι δὲ τούτοις καὶ τὸ ἔστιν, ἢ τὸ ἦν, ἢ τὸ ἔσται· ὡς ἂν ἐντεῦθεν διπλῆν καὶ ταῦτα τὴν σημασίαν ἔχοντα, τὴν οἰκείαν δὴ τὴν ὑπαρκτικήν, καὶ τὴν ἐκ τῆς προσθήκης τοῦ ἔστιν, ἢ τοῦ ἦν ἢ τοῦ ἔσται, ἥτις ὑπάρχει χρονική, τὴν τῶν ῥημάτων χρείαν ἀποπληρῶσι. κθ. Τὸ ἔστι δὲ καὶ ἦν καὶ ἔσται καθ’ αὐτὰ μὲν ὄντα, διπλῆν ἔχει τὴν σημασίαν, ὡς ῥήματα· τὴν ὑπαρκτικήν, καὶ τὴν χρονικήν· ὡς ὅταν εἴπωμεν.
Ἄνθρωπός ἐστιν, ἤ, Ἄνθρωπος ἦν, ἤ, Ἄνθρωπος ἔσται. Ὅταν δὲ προστιθέμενα τοῖς ὀνόμασιν ὁμοῦ μετ’ αὐτῶν ἐξετάζωνται, μόνην ἔχει τὴν χρονικήν· ὡς ὅταν εἴπωμεν, Σωκράτης σοφός ἐστιν, ἤ, Σωκράτης σοφὸς ἦν, ἤ, Σωκράτης σοφὸς ἔσται· τὴν δ’ ὑπαρκτικὴν σημασίαν κέκτηνται τὰ ὀνόματα οἷς προστίθενται.
Ὥστε μετὰ τῶν τοιούτων ὀνομάτων ὕπαρξίν τε καὶ χρόνον σημαίνοντα τὴν τῶν ἐντελῶν ῥημάτων σώζουσιν ἰδιότητα. λ. Πᾶσα τοίνυν πρότασις ἐξ ὀνόματος καὶ ῥήματος ἔχει τὴν γένεσιν· οἷον τὸ φιλοσοφεῖν ἀγαθόν ἐστιν.
Ἰδοὺ τὸ φιλοσοφεῖν ὄνομα λέγεται· τὸ δὲ ἀγαθόν ἐστι ῥῆμα. λα. Καὶ ἁπλῶς ἔνθα τὸ ἄρθρον ἢ δυνάμει, ἢ ἐνεργείᾳ θεωρεῖται, ἐκεῖνο καὶ ὄνομα ὑπάρχει, καὶ ὑποκείμενον. Ἔνθα δὲ τὸ ἔστιν ἢ δυνάμει, ἢ ἐνεργείᾳ, ἐκεῖνο καὶ ῥῆμα καὶ κατηγορούμενον λέγεται.
Ἐνεργείᾳ μὲν οὖν καὶ τὸ ἄρθρον, καὶ τὸ ἔστιν ἐπὶ τῆς εἰρημένης προτάσεως φαίνεται τῆς λεγούσης· Τὸ φιλοσοφεῖν ἀγαθόν ἐστι· δυνάμει δὲ καὶ ἀμφότερα, ὡς ὅταν εἴπωμεν, Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον. Οὐδὲν γὰρ ἕτερον λέγομεν, ἢ ὅτι τὸ πεποιθέναι ἐπὶ Κύριον ἀγαθόν ἐστι· καὶ πάλιν, Παῦλος ἐπέστελλεν, ἤγουν, Ὁ Παῦλος ἐπιστέλλων ἦν· καὶ Ἰωάννης βασιλεύει, τουτέστι ὁ Ἰωάννης βασιλεύων ἐστί· καὶ βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα· ταὐτὸν δ’ εἰπεῖν ὅτι ὁ Κύριος βασιλεύσων ἔσται εἰς τὸν αἰῶνα. λβ. Τὸ ἔστι δὲ καὶ ἦν καὶ ἔσται ῥήματα λέγονται ἀρχοειδῆ, διὰ τὸ τἄλλα πάντα ῥήματα εἰς τὰς μετοχὰς καὶ εἰς αὐτὰ ἀναλύεσθαι.
ΚΕΦΑΛ. ΚΖ. Περὶ λόγου καὶ προτάσεων. α. Λόγος ἐστὶν ἐκ πλειόνων ἢ μιᾶς φωνῆς σημαντικῆς συνεστώς, οὗ τὰ κυρίως μέρη κεχωρισμένα σημαντικά ἐστιν. Ὁ γὰρ λόγος ἐκ δύο φωνῶν σημαντικῶν τοὐλάχιστον ἔχει τὴν σύστασιν. Μία γὰρ φωνὴ σημαντικὴ λόγος οὐκ ἔστι. β. Πέντε δὲ τὰ εἴδη τοῦ λόγου· τὸ κλητικόν, ὡς τό, Ἅνδρες ἀδελφοὶ καὶ συμπένητες· τὸ δέ, ἄνδρες, μόνον, οὐ λόγος κλητικός, ἀλλὰ κλῆσις. Τὸ τοῦ λόγου δὲ κλητικὸν οἱ Στωϊκοὶ καλοῦσι προσαγορευτικόν.
Δεύτερον εἶδος τοῦ λόγου τὸ προστακτικόν, ὡς τό· Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Τρίτον, τὸ πυσματικόν, εἴτουν τὸ ἐρωτηματικόν· ὡς τό, Τίς ἡ πατρίς σου; τί σοι τὸ ἐπιτήδευμα; Τέταρτον, τὸ εὐκτικόν, ὅπερ οἱ ἀπὸ τῆς στοᾶς λέγουσιν ἀρατικόν, ὡς τό· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Πέμπτον, τὸ ἀποφαντικόν, ἤτοι τὸ παρὰ τοῖς Στωϊκοῖς ἀξίωμα· περὶ ὃ τῇ λογικῇ πραγματείᾳ ἡ σκέψις ἐστίν, ὅπερ ἐκ τοῦ ἀποφαίνεσθαι εἴρηται. Κατ’ αὐτὸ γὰρ περὶ οὑτινοσοῦν τῶν πραγμάτων ἀποφαινόμεθα· οἷον, Ὁ Θεὸς ἀγαθός ἐστιν· Ὁ ἄνθρωπος οὐκ ἔστιν ἀθάνατος. γ.
Διττῶν δ’ οὐσῶν ἐν ἡμῖν δυνάμεων ψυχικῶν, τῶν γνωστικῶν, καθ’ ἃς ἕκαστον τῶν ὄντων γινώσκομεν· τῶν δὲ ζωτικῶν καὶ ὀρεκτικῶν καλουμένων, καθ’ ἃς ἢ τῶν ὄντων ἀγαθῶν ἢ τῶν δοκούντων ἀγαθῶν ἐφιέμεθα· τὰ μὲν παρὰ τὸ ἀποφαντικὸν εἴδη τοῦ λόγου τὰ τέσσαρα ἐκ τῶν ὀρεκτικῶν δυνάμεων προέρχεται τῆς ψυχῆς, οὐκ αὐτῆς καθ’ αὑτὴν ἐνεργούσης, ἀλλὰ πρὸς ἕτερον ἀποτεινομένης τὸν συμβάλλεσθαι δοκοῦντα πρὸς τὸ τυχεῖν τῆς ἐφέσεως, καὶ ἤτοι λόγον παρὰ αὐτοῦ ζητούσης, ὡς ἐπὶ τοῦ πυσματικοῦ· ἢ πρᾶγμα· καὶ εἰ πρᾶγμα, ἤτοι αὐτοῦ ἐκείνου ἐφιεμένης τυχεῖν πρὸς ὃν ὁ λόγος, ὥσπερ ἐπὶ τοῦ κλητικοῦ ἢ πυσματικοῦ· ἤ τινος παρ’ αὐτοῦ πράξεως, καὶ ταύτης ἢ ὡς παρὰ κρείττονος καθάπερ ἐπὶ τῆς εὐχῆς, ἢ ὡς παρὰ χείρονος, καθάπερ ἐπὶ τῆς κυρίως καλουμένης προστάξεως. Μόνον δὲ τὸ ἀποφαντικόν, ἀπὸ τῶν γνωστικῶν δυνάμεων προέρχεται τῆς ψυχῆς ἐξαγγελτικὸν ὑπάρχον τῆς ἀληθῶς ἢ φαινομένως γενομένης τῶν πραγμάτων γνώσεως ἐν ἡμῖν· διὸ καὶ μόνον τῶν ἄλλων τοῦ λόγου εἰδῶν ἀληθείας καὶ ψεύδους ἐστὶ δεκτικόν. δ. Ἔστι τοίνυν ἀποφαντικὸς λόγος, ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει. ε. Εἴδη δὲ αὐτοῦ κατάφασις καὶ ἀπόφασις.
ϛ. Καὶ κατάφασις μὲν ἔστιν ἀπόφανσίς τινος κατά τινος, ἤγουν τὸ ἀποφήνασθαι καὶ εἰπεῖν, τί τινι ὑπάρχει. Ἀπόφασις δέ ἐστιν ἀπόφανσίς τινος, ἤγουν τὸ ἀποφήνασθαι, τί τινι οὐχ ὑπάρχει. ζ. Ταῦτα δὲ ποιοῦσιν ἀντίφασιν. η. Εἴρηται δ’ ἀντίφασις, ἀπὸ τοῦ τὰ μόρια ἔχειν ἀλλήλοις ἀντιφάσκοντα κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος.
Ἔστι γὰρ ἀντίφασις μάχη καταφάσεως καὶ ἀποφάσεως τῶν κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀντικειμένων τῷ αὐτῷ τε ὑποκειμένῳ χρωμένων, καὶ τὸν αὐτὸν κατηγορούμενον αὐτοῦ κατηγορουσῶν, μήτε καθ’ ὁμωνυμίαν, μήτε κατά τι τῶν ἄλλων, ὅσα πρὸς τὰς ἐνοχλήσεις τῶν σοφιστῶν προσδιοριζόμεθα. θ. Τετραχῶς δὲ προαγομένης τῆς ἀποφάνσεως ἢ γὰρ τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον ἀποφαίνεταί τις, οἷον, Τὸ ἁμαρτάνειν οὐκ ἔστι κακόν· ἢ τὸ ὑπάρχον ὡς ὑπάρχον, οἷον, Τὸ ἁμαρτάνειν κακόν ἐστιν· ἢ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον, οἷον, Τὸ ἁμαρτάνειν ἀγαθόν ἐστιν· ἢ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχον, οἷον, Τὸ ἁμαρτάνειν οὐκ ἔστιν ἀγαθὸν, ἐντεῦθεν ἀντιθέσεις γίνονται δύο· μία μὲν ψευδοῦς ἀποφάσεως πρὸς ἀληθῆ κατάφασιν· ἑτέρα δὲ καταφάσεως ψευδοῦς πρὸς ἀπόφασιν ἀληθῆ. Καὶ παρὰ ταύτας τὰς δύο ἀντιθέσεις οὐδ’ ἐπινοῆσαι ἄλλην ἐνδέχεται. ι. Πᾶσα δὲ κατάφασις λόγος ἐστὶν ἀποφαντικός· ὡσαύτως καὶ πᾶσα ἀπόφασις. Ὀνομάζονται δὲ καὶ ἄμφω προτάσεις, ὡς ὑπὸ τῶν συλλογίσασθαι βουλομένων προτεινόμεναι τοῖς κοινοῖς τῶν λόγων. ια. Ἔστι τοίνυν πρότασις λόγος ἀποφαντικός, ἤ τινος κατά τινος ἤ τινος ἀπό τινος. Καὶ ἄλλως· Πρότασίς ἐστιν ἀντιφάσεως μιᾶς μόριον. ιβ. Τῶν δὲ προτάσεων αἱ μὲν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου σύγκεινται μόνον καὶ ὑποκείμενος ὅρος ἐστὶ περὶ οὗ ὁ λόγος· κατηγορούμενος δὲ ὁ περὶ τοῦ ὑποκειμένου λεγόμενος.
Οἷον, Γρηγόριος θεολογεῖ· τὸ μὲν Γρηγόριος ὑπόκειται· περὶ αὐτοῦ γὰρ ὁ λόγος· τὸ δὲ θεολογεῖ κατηγορεῖται· κατὰ τοῦ Γρηγορίου γὰρ λέγεται τὸ θεολογεῖν. Τῶν οὖν προτάσεων αἱ μὲν ὑποκείμενον καὶ κατηγορούμενον ἔχουσι, καὶ οὐδὲν πλέον· αἱ δὲ καὶ τρίτον προσκατηγορούμενον, τὸ ἐστίν. Ὅσα γὰρ καθ’ ἑνὸς ὑποκειμένου λέγεται κατὰ μίαν πρότασιν, εἷς τὰ πάντα κατηγορούμενος ὀνομάζεται. Τὸ δὲ ἔστι προσαγορεύεται προσκατηγορούμενον· οἷον, Γρηγόριος θεολόγος καὶ φυσιολόγος καὶ πάντων τῶν ὄντων ἐπιστήμων ἐστίν. Ὑποκείμενος μὲν γὰρ ὅρος τὸ Γρηγόριος.
Τὸ δὲ θεολόγος καὶ φυσιολόγος, καὶ πάντων τῶν ὄντων ἐπιστήμων, κατηγορούμενος εἷς· καὶ πρὸς τούτῳ κατηγορούμενον τὸ ἐστίν. Αἱ δὲ τῶν προτάσεων καὶ τρόπον προσκείμενον ἔχουσιν, τὸν ὅπως ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ σημαίνοντα. ιγ. Τρόποι δέ εἰσι τὸ ἀναγκαῖον, τὸ ἀδύνατον, τὸ ἐνδεχόμενον, τὸ καλῶς, τὸ σαφῶς, καὶ ἕτερα· ὧν ὁ ἀριθμός, φύσει μὲν περιληπτός, ἡμῖν δ’ ἀπερίληπτος.
Οἷον, Ἀναγκαῖον τὸν ἄνθρωπον ἀναπνεῖν· Ἀδύνατον εἶναι τὸν ἵππον πτερωτόν· Βασίλειον ἐνδέχεται γονυκλιτεῖν· Ἀθανάσιος καλῶς διδάσκει· Ἰωάννης σαφῶς ἐξηγεῖται. ιδ. Τούτων δὲ τῶν τεσσάρων ὅρων, ἤγουν τοῦ ὑποκειμένου, τοῦ κατηγορουμένου, τοῦ προσκατηγορουμένου, καὶ τοῦ τρόπου, πλείονας οὐκ ἔστιν ἐπινοῆσαι πρὸς μιᾶς προτάσεως γένεσιν. ιε. Ἐπὶ πάσης δὲ προτάσεως ὁ κατηγορούμενος ἢ ῥῆμα ὑπάρχειν ὀφείλει, ἢ πτῶσις ῥήματος, ἢ ἀόριστον ῥῆμα· ὁ δ’ ὑποκείμενος, ἢ ὄνομα, ἢ πτῶσις ὀνόματος, ἢ ἀόριστον ὄνομα, ἢ λόγος ἐκ πλειόνων ὀνομάτων συγκείμενος.
ιϛ. Διαφέρει δὲ τὸ ὄνομα τῆς τοῦ ὀνόματος πτώσεως, ὅτι τὸ μὲν κατ’ εὐθεῖαν φερόμενον, ὄνομα λέγεται· οἷον, Ὁ Ἰούδας προδότης ἐστίν· ἡ δὲ κατὰ τὰς ἄλλας πλαγίας προφορὰ τοῦ ὀνόματος, γενικήν, δοτικὴν καὶ αἰτιατικήν, πτῶσις καλεῖται ὀνόματος ὡς ἐκ τῆς ὀρθῆς εἴτουν εὐθείας πεπτωκυῖα. Οἶον, Τῆς ἀρετῆς ἐξέχεσθαι δίκαιον· Τῷ Χριστῷ συμπάσχειν ὠφέλιμον· Τὸν καιρὸν τῆς ἀνταποδόσεως ἀναγκαῖον καταλαβεῖν. κζ. Διενήνοχε δὲ καὶ ῥῆμα πτώσεως ῥήματος τῷ τὸ μὲν ῥῆμα τὸν ἐνεστῶτα χρόνον δηλοῦν, ὡς τό, Παῦλος δημηγορεῖ· τὴν δὲ τοῦ ῥήματος πτῶσιν, τὸν παρεληλυθότα τε καὶ τὸν μέλλοντα. Οἶον, Πέτρος ἠρνήσατο· Διάβολος κολασθήσεται. κη. Ἔνθα μὲν οὖν ἑκάτερος ὅρος τῶν συμπληρούντων τὴν πρότασιν μιᾶς τινος φύσεώς ἐστι δηλωτικός, ὁ ὑποκείμενος καὶ ὁ κατηγορούμενος, μίαν λέγομεν εἶναι ταύτην τὴν πρότασιν, κἂν ὁρισμὸν ὅλον λάβωμεν ὑποκείμενον ἢ κατηγορούμενον, ἢ καὶ ἀμφοτέρους ὁμοίως. Ὡς ἐὰν εἴπῃ τις, Τὸ ζῶον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, οὐσία ἔμψυχος αἰσθητικὴ μεταβατική ἐστιν. Ἐνταῦθα γὰρ τὸ ζῶον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν ὑποκείμενόν ἐστιν, ὡς ἓν λογιζόμενον ὄνομα, κἂν ἐκ πολλῶν φωνῶν σημαντικῶν ὑπάρχῃ συγκείμενον. Τὸ δὲ οὐσία ἔμψυχος, αἰσθητική, μεταβατική, τοῦτο σύμπαν κατηγορούμενον· ὃ δὴ μετὰ τοῦ ἔστι προσκατηγορουμένου ῥῆμα γίνεται ἕν. ιθ.
Ἔνθα δὲ πλειόνων πραγμάτων, ὁποτεροσοῦν τῶν ὅρων σημαντικός ἐστι, πλείους εἶναι τὰς προτάσεις φαμέν, καὶ τοσαύτας, ὅσον τὸ τῶν σημαινομένων πλῆθός ἐστι· κἂν ὑφ’ ἑνὸς ὀνόματος ταῦτα σημαίνηται. Ὡς ὅταν εἴπῃ τις· Αἴας ἐμονομάχησεν Ἕκτορι, μὴ προσδιορισάμενος, περὶ ποτέρου τῶν Αἰάντων ὁ λόγος αὐτῶν. Ταύτην γὰρ τὴν πρότασιν οὐδείς, οἶμαι, τῶν ἐξεταστικῶν μίαν ἐρεῖ τὴν καὶ ψευδομένην ἅμα καὶ ἀληθεύουσαν διὰ τὴν ὁμωνυμίαν. κ. Πρότασις δὲ καὶ πρόβλημα καὶ ἀπόφανσις καὶ ἔνστασις καὶ συμπέρασμα κατὰ μὲν τὸ ὑποκείμενον οὐδὲν διαφέρει· κατὰ σχέσιν δὲ διενήνοχεν· οἶον, Ἡ ψυχὴ ἀθάνατός ἐστιν, ὅταν μὲν ὡς συλλογισμοῦ μέρος λαμβάνηται, πρότασις ὀνομάζεται· ὅταν δ’ εἰς ζήτησιν προβάλληταί τις αὐτὸ λέγων, Ἆρά γε ἀθάνατός ἐστιν ἡ ψυχή; πρόβλημα· ὁπόταν δέ τις ἁπλῶς ἀποφαίνηται λέγων, Ἡ ψυχὴ ἀθάνατός ἐστιν, ἀπόφανσις· ἐνισταμένου δέ τινος, Πόθεν δῆλον, ὡς ἡ ψυχὴ ἀθάνατός ἐστιν, ἔνστασις λέγεται· ὁπηνίκα δ’ ἐκ προτάσεων συναχθείη, ὡς ὅταν εἴπωμεν·
Ἡ ψυχὴ ἀεικίνητος· τὸ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος· τότε τυγχάνει συμπέρασμα.
Σχῆμα κεφαλ. κζ, περὶ λόγου καὶ προτάσεων. Τοῦ λόγου εἶδος τὸ μὲν κλητικόν· ὡς τό, Ἄνδρες ἀδελφοὶ καὶ συμπένητες· προστακτικόν· ὡς τό, Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· πυσματικόν· ὡς τό, Τίς ἡ πατρίς σου; εὐκτικόν, ὅπερ οἱ ἀπὸ τῆς στοᾶς λέγουσιν ἀρατικόν· ὡς τό, Γένοιτο, Κύριε, τὸ ἔλεός σου. ἀποφαντικόν· οἷον, Ἡ ψυχὴ ἀθάνατος Ὁ λόγος ἢ ἀπὸ τῶν ὀρεκτικῶν ἢ λόγον ἀπό τινος ζητούσης τῆς δυνάμεων τῆς ψυχῆς ψυχῆς, καὶ ποιεῖ τὸν πυσματικόν· ἢ πρᾶγμα ἢ αὐτὸν πρὸς ὃν ὁ λόγος, καὶ καὶ ποιεῖ τὸν κλητικόν· ἤ τινος παρ’ ἢ ὡς παρὰ κρείττονος, αὐτοῦ καὶ ποιεῖ τὸν πράξεως εὐκτικόν· ἢ παρὰ χείρονος, καὶ ποιεῖ τὸν προστακτικόν. ἢ ἀπὸ τῶν γνωστικῶν, κατάφασις· ὡς, Σωκράτης περιπατεῖ· καί ἐστιν ὁ ἀποφαντικός. ἀπόφασις· ὡς, Σωκράτης οὐ περιπατεῖ.
Πᾶσα ἀπόφανσις δείκνυσιν· τὸ ὑπάρχον ἀσύστατον τὸ μὴ ὑπάρχον οἶον τὸ ἁμαρτάνειν οὐκ ἔστι κακὸν οἷον τὸ ἁμαρτάνειν, κακὸν οἷον, τὸ ἁμαρτάνειν οὐκ ἔστιν. ἔστιν ἀγαθόν. οἷον τὸ ἁμαρτάνειν ἀγαθόν ἐστιν. ὡς ὑπάρχον ἀσύστατον ὡς μὴ ὑπάρχον Τῶν προτάσεων αἱ μὲν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου μόνον, οἷον, Γρηγόριος θεολογεῖ· αἱ δὲ καὶ τρίτου προσκατηγορουμένου τοῦ ἐστίν· οἷον, Σωκράτης φιλόσοφός ἐστιν· αἱ δὲ ἐκ τρόπου, τοῦ δηλοῦντος ὅπως ὑπάρχει τῷ ὑποκειμένῳ ὁ κατηγορούμενος, οἷον, Δυνατόν ἐστι τὸν Σωκράτην φιλοσοφεῖν.
ΚΕΦΑΛ. ΚΗ. Περὶ τῶν ἐν ταῖς προτάσεσι θεωρουμένων ὑλῶν καὶ περὶ προσδιορισμοῦ. α. Τρεῖς ὕλαι τῶν προτάσεων φαίνονται, ἀναγκαία, ἐνδεχομένη, ἀδύνατος. Ἐπεὶ γὰρ πάσῃ προτάσει, καὶ ὑποκείμενος ἔνεστι καὶ κατηγορούμενος, ἡ σχέσις τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον, τὰς τοιαύτας ὕλας ἀπογεννᾷ. Καὶ γὰρ ὁ κατηγορούμενος ἢ ἀεὶ ὑπάρχει τῷ ὑποκειμένῳ ἢ οὐδέποτε· ἢ ποτὲ μὲν ὑπάρχει, ποτὲ δ’ οὐχ ὑπάρχει. Εἰ μὲν οὖν ἀεὶ ὑπάρχει τῷ ὑποκειμένῳ, τὴν ἀναγκαίαν ὕλην ποιεῖ· εἰ δὲ οὐδέποτε, τὴν ἀδύνατον· εἰ δὲ ποτὲ μὲν ὑπάρχει, ποτὲ δ’ οὐχ ὑπάρχει, τὴν ἐνδεχομένην. β. Ἀναγκαίας μὲν οὖν ὕλης τὸ εἰπεῖν, Ὁ ἄνθρωπος ἀναπνεῖ, ἀεὶ γὰρ ὑπάρχει τῷ ἀνθρώπῳ τὸ ἀναπνεῖν.
Ἀδυνάτου δὲ τὸ εἰπεῖν· Ὁ ἄνθρωπος ἵπταται· οὐδέποτε γὰρ ὑπάρχει τῷ ἀνθρώπῳ τὸ ἵπτασθαι· ἐνδεχομένης δὲ τὸ εἰπεῖν, Παῦλος δημηγορεῖ, ποτὲ μὲν γὰρ ὑπάρχει τῷ Παύλῳ τὸ δημηγορεῖν, ποτὲ δ’ οὐχ ὑπάρχει. γ. Τὰς τοιαύτας δὲ σχέσεις ὕλας οἱ φιλόσοφοι προσηγόρευσαν· ὡς μὴ λαμβανομένας ἐκ τῆς ἡμετέρας ὑπολήψεως ἢ κατηγορίας, ἀλλ’ ἀπὸ τῆς φύσεως τῶν πραγμάτων αὐτῆς. δ. Διαφέρουσι δὲ τῶν τρόπων, τοῦ ἀναγκαίου δηλαδὴ καὶ ἀδυνάτου καὶ ἐνδεχομένου· τῷ τοὺς μὲν τρόπους ἐν τῷ ἐκφωνεῖσθαι μόνον, καὶ τοῖς ὅροις προστίθεσθαι τῶν προτάσεων ἔχειν τὴν ὑπόστασιν· τὰς δέ γε ὕλας ἐν αὐτῇ θεωρεῖσθαι τῶν πραγμάτων τῇ φύσει τῶν παραλαμβανομένων ἐν ταῖς προτάσεσιν. ε. Τριῶν οὖν οὐσῶν, ὡς εἴρηται, τῶν ὑλῶν, ἀναγκαίας, ἀδυνάτου καὶ ἐνδεχομένης, τὴν ἐνδεχομένην Ἀριστοτέλης εἰς δύο διαιρεῖ· εἴς τε τὴν ἐκβεβηκυῖαν, ἣν ὀνομάζει ὑπάρχουσαν, καὶ εἰς τὴν μέλλουσαν, ἣν καὶ κυρίως ἐνδεχομένην φησί.
ϛ. Τῶν δὲ προτάσεων αἱ μέν εἰσι χωρὶς διορισμῶν, εἴτουν προσδιορισμῶν, ὅθεν καὶ ἀδιόριστοι καὶ ἀπροσδιόριστοι λέγονται· αἱ δὲ μετὰ διορισμῶν, τῶν καὶ προσδιορισμῶν. Διὸ καὶ διωρισμένας καὶ προσδιωρισμένας ταύτας φαμέν. ζ. Τέσσαρες δέ εἰσιν οἱ διορισμοὶ οὗτοι καὶ προσδιορισμοί· πᾶς, οὐδείς, τίς, οὐ πᾶς, καὶ πᾶς μὲν καὶ οὐδείς, καθόλου εἰσί· τίς δὲ καὶ οὐ πᾶς μερικοί.
Πάλιν, πᾶς καὶ τίς καταφατικοί· οὐδεὶς δὲ καὶ οὐ πᾶς ἀποφατικοί. η. Πάντοτε δὲ τοῖς ὑποκειμένοις συντάσσονται πρὸ τῶν ὑποκειμένων τιθέμενοι· οἷον, Πᾶς ἄνθρωπος ἀναπνεῖ· τουτέστι, πάντα τὰ ὑπὸ τὸ εἶδος τοῦ ἀνθρώπου ἄτομα τὸ ἀναπνεῖν ἔχουσι. Τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει, ἀλλ’ ὅτι καθόλου· τουτέστι τὸ εἰπεῖν, Πᾶς ἄνθρωπος, ἢ πᾶν ζῶον, οὐ σημαίνει τὴν τοῦ εἴδους ἢ τὴν τοῦ γένους φύσιν τὴν συλληπτικὴν καὶ ἑνοποιὸν πάντων τῶν ὑπ’ αὐτά· ἀλλ’ ὅτι καθόλου φέρεται τὸ κατηγορούμενον κατὰ πάντων τῶν μερικωτέρων, ἃ περιλαμβάνει τὸ ὑποκείμενον. Οὐδεὶς ἄνθρωπος ἵπταται, τουτέστιν, οὐδενὶ τῶν ὑπὸ τὸν ἄνθρωπον, ἀτόμων ὑπάρχει τὸ ἵπτασθαι· ἤγουν οὐδενὶ τῶν ὑπὸ τὸ ὑποκείμενον ὑπάρχει τὸ κατηγορούμενον.
Τὶς ἄνθρωπος φιλοσοφεῖ, τουτέστι, τινὶ τῶν ὑπὸ τὸ ὑποκείμενον, ἤτοι τὸν ἄνθρωπον ἀτόμων, ὑπάρχει τὸ κατηγορούμενον, τὸ φιλοσοφεῖν δηλονότι. Οὐ πᾶς ἄνθρωπος γεωμετρεῖ, τουτέστιν, οὐ παντὶ τῶν ὑπὸ τὸ ὑποκείμενον ἀτόμων ὑπάρχει τὸ κατηγορούμενον, ὅπερ ἐστὶ τὸ γεωμετρεῖν. θ. Ἔργον τοίνυν τῶν προσδιορισμῶν τὸ μόνην σημαίνειν τὴν κατὰ τὸ πλῆθος διαφορὰν τῶν ὑπὸ τὸ ὑποκείμενον ἀναφερομένων, ἢ ὡς μετεχόντων, ἢ ὡς μὴ μετεχόντων τοῦ κατηγορουμένου. ι. Καλοῦσι δὲ τὰς καθόλου προτάσεις, ἤτοι τὰς ἐχούσας τοὺς καθόλου προσδιορισμούς, καὶ καθόλου ὡς καθόλου· διότι ἐπὶ τούτων τοῖς καθόλου ὑποκειμένοις οἱ καθόλου συντάττονται προσδιορισμοί· τὰς δὲ μερικὰς προτάσεις, ἤγουν τὰς ἐχούσας τοὺς μερικοὺς προσδιορισμούς, ὀνομάζουσι καὶ καθόλου ὡς μερικάς. Ἐπὶ τούτων γὰρ οἱ μερικοὶ προσδιορισμοὶ τοῖς καθόλου ὑποκειμένοις συντάττονται. Καθόλου μὲν γὰρ ὑποκείμενον ὁ ἄνθρωπος, ὡς περιέχον πάντα τὰ ὑπ’ αὐτὸν ἄτομα· τὸ δὲ τίς καὶ τὸ οὐ πᾶς μερικοὶ προσδιορισμοί. ια. Διαφέρουσι δὲ τῶν καθέκαστα προτάσεων αἱ μερικαὶ τῷ τὰς μὲν καθέκαστα ποιεῖσθαι τὴν ἀπόφανσιν ἐπί τινος ὡρισμένου ἑνὸς τοῦ Πέτρου τυχόν· οἷον, Πέτρος θαυματουργεῖ. Τὰς δὲ μερικὰς μηδὲν ὡρισμένον σημαίνειν, ἀλλ’ ἐπί τινος τοῦ τυχόντος ποιεῖσθαι τὴν ἀπόφανσιν· οἷον, Τὶς ἄνθρωπος δίκαιός ἐστι. ιβ.
Τῶν δὲ προσδιωρισμένων προτάσεων, ὅσαι μὲν ἔχουσι τὸν πᾶς προσδιορισμόν, καθόλου καταφατικαὶ προτάσεις καὶ καταφάσεις εἰσίν· ὅσαι δὲ τὸν οὐδείς, καθόλου ἀποφατικαὶ καὶ ἀποφάσεις· ὅσαι δὲ τὸν τίς, μερικαὶ καταφατικαὶ καὶ καταφάσεις· ὅσαι δὲ τὸν οὐ πᾶς, μερικαὶ ἀποφατικαὶ καὶ ἀποφάσεις. ιγ. Ἐκφέρονται δὲ ἀπολύτως οἱ ῥηθέντες προσδιορισμοὶ ὀνόματι θηλυκῷ· οἷον ἡ πᾶς, καὶ ἡ οὐδείς, καὶ ἡ τίς, καὶ ἡ οὐ πᾶς. ιδ. Ἡ μὲν οὖν καθόλου καταφατικὴ πρότασις, καὶ ἡ καθόλου ἀποφατική, ἤγουν ἡ πᾶς, ἡ οὐδεὶς κατὰ γὰρ τὴν εἰς τὰς προτάσεις ἀναφορὰν τὸ θηλυκὸν οἱ προσδιορισμοὶ προσέλαβον ὄνομα, αὗται δὴ αἱ καθόλου ἐναντίαι εἰσὶ τῶν αὐτῶν ὅρων κατὰ τὴν αὐτὴν τάξιν φυλαττομένων· δηλονότι κατὰ πᾶσαν ἀντίθεσιν τῶν προτάσεων, μόνων δ’ ἐναλλαττομένων τῶν προσδιορισμῶν. ιε. Ἐναντίαι δὲ λέγονται διὰ τὸ τἀναντία μιμεῖσθαι.
Πλεῖστόν τε γὰρ διεστήκασιν ἀπ’ ἀλλήλων· εἴ γε ἡ μὲν καταφάσκει καθόλου, ἡ δὲ ἀποφάσκει καθόλου. ιϛ. Καὶ τοῖς ἀμέσοις καὶ τοῖς ἐμμέσοις ἐναντίοις ἐοίκασι· τοῖς μὲν ἀμέσοις, ἐπὶ τῆς ἀναγκαίας ὕλης καὶ ἀδυνάτου. Τῶν τε γὰρ ἀμέσων ἐναντίων, ἐξ ἀνάγκης τῷ ὑποκειμένῳ πάρεστι θάτερον. Καὶ τῶν τοιούτων προτάσεων ἐξ ἀνάγκης ἡ ἑτέρα καθέστηκεν ἀληθὴς ἐπὶ τῶν εἰρημένων ὑλῶν· ἐπὶ μὲν τῆς ἀναγκαίας ἡ καταφατική· οἷον, Πᾶς ἄνθρωπος ἀναπνεῖ· ἐπὶ δὲ τῆς ἀδυνάτου ἡ ἀποφατική· οἷον, Οὐδεὶς ἄνθρωπος ἵπταται. ιζ. Πάντως δὲ τῇ μὲν ὑπάρξει τὸ ἀληθὲς ἀναλογεῖ· τῇ δ’ ἀνυπαρξίᾳ τὸ ψεῦδος. Κατὰ μὲν οὖν ταύτας τὰς ὕλας ἡ πᾶς, καὶ ἡ οὐδείς, τοῖς ἀμέσοις ἐναντίοις ἐοίκασι. ιη. Κατὰ δὲ τὴν ἐνδεχομένην τοῖς ἐμμέσοις ὧν δυνατὸν μηδ’ ἕτερον παρεῖναι τῷ ὑποκειμένῳ. Καὶ ἄμφω αἱ προτάσεις κατὰ τὴν ἐνδεχομένην ὕλην συμψεύδονται· οἷον, Πᾶς ἄνθρωπος δίκαιός ἐστιν, Οὐδεὶς ἄνθρωπος δίκαιός ἐστιν. ιθ. Ἢ καὶ ὅτι αἱ δηλωθεῖσαι προτάσεις οὐδέποτε μὲν συναληθεύουσι, ποτὲ δὲ καὶ συμψεύδονται· καὶ κατὰ τοῦτ’ ἂν εἰκότως ἐναντίαι κατονομάζοιντο. Τὰ γὰρ ἐναντία συνυπάρχειν μὲν ἀλλήλοις κατ’ ἐνέργειαν ἐπὶ τοῦ αὐτοῦ ὑποκειμένου ἀδύνατον· ἅμα δ’ ἀπεῖναι αὐτοῦ δυνατόν. κ. Καὶ ὅτι μὲν αἱ ῥηθεῖσαι προτάσεις ἐναντίαι, καὶ διότι δεδήλωται. κα.
Ἡ δὲ μερικὴ καταφατική, καὶ ἡ μερικὴ ἀποφατική, καλοῦνται ὑπεναντίαι· ὡς ὑπὸ ταῖς ἐναντίαις τεταγμέναι κἀκείναις ἑπόμεναι. Καὶ γὰρ ὅταν ἡ ἑτέρα τῶν καθόλου ἀληθεύῃ, τότε συναληθεύει καὶ ἡ ὑπ’ αὐτὴν μερική· ὡς οἷον μέρος αὐτῆς οὖσα, καὶ ὑπ’ αὐτῆς περιεχομένη. κβ. Διὸ καὶ τὰς καταφατικὰς προτάσεις, τὴν καθόλου λέγω δὴ καὶ τὴν μερικήν, τὴν πᾶς καὶ τὴν τίς, καὶ αὖθις τὰς ἀποφατικάς, τὴν οὐδεὶς καὶ οὐ πᾶς, ὑπαλλήλους καλοῦσιν· οὐχ ὅτιπερ ὡς ἡ τίς ὑπὸ τὴν πᾶς. οὕτω δὴ καὶ ἡ πᾶς ὑπὸ τὴν τίς· καὶ ὡς ἡ οὐ πᾶς ὑπὸ τὴν οὐδείς, οὕτω καὶ ἡ οὐδεὶς ὑπὸ τὴν οὐ πᾶς τοῦτο γὰρ ψεῦδος ὁμοῦ καὶ ἀδύνατον· ἀλλ’ ὅτι τὸ ὑπὸ τὴν πᾶς εἶναι τὴν τίς, καὶ συναληθεύειν αὐτῇ, δίδωσι μὲν ἡ πᾶς, ὡς καθόλου· λαμβάνει δὲ ἡ τίς, ὡς μέρος τῆς πᾶς, καὶ οὕτως ἐκ τῆς πᾶς τῇ τίς ὄντος τοῦ ὑποκεῖσθαι, ὡς τῆς ὑπό, ἐν ἀλλήλοις θεωρουμένης· ἐν μὲν τῇ πᾶς ἐνεργητικῶς· ἐν δὲ τῇ τίς τὸ ὑποκεῖσθαι· τῆς δὲ τίς δεχομένης αὐτὸ διὰ τὴν ἀλληλουχίαν καὶ ἄμφω ὑπάλληλοι κέκληνται. Κατὰ τοὺς αὐτοὺς λόγους ὑπάλληλοι, καὶ ἡ οὐδεὶς καὶ ἡ οὐ πᾶς. κγ. Εἰ δὲ καὶ τοῖς ὑπαλλήλοις γένεσιν οἱ παρόντες ἁρμόζουσι λόγοι, σκοπείτω ὁ ἐξεταστικός. κδ.
Ἡ μὲν οὖν πᾶς καὶ ἡ οὐδεὶς ἐναντίαι· ἡ τίς καὶ οὐ πᾶς ὑπεναντίαι· ἡ πᾶς καὶ τίς, καὶ αὖθις ἡ οὐδεὶς καὶ ἡ οὐ πᾶς ὑπάλληλοι· μόναι δὲ τῶν ἄλλων προτάσεων ἀντιφατικῶς ἀλλήλαις ἀντίκεινται, καὶ διαιροῦσιν ἀεὶ τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος ἡ καθόλου καταφατικὴ καὶ ἡ μερικὴ ἀποφατική· καὶ πάλιν ἡ μερικὴ καταφατικὴ καὶ ἡ καθόλου ἀποφατική· ἤγουν ἡ πᾶς καὶ οὐ πᾶς· καὶ ἡ τίς καὶ οὐδείς· καὶ τοῦτο εἰκότως. κε. Αἱ μὲν γὰρ ἐναντίαι κατὰ τὸ ποιὸν διαφέρουσαι καταφατικὴ γὰρ ἡ μία καὶ ἡ ἑτέρα ἀποφατικὴ ποσὸν ἔχουσι τὸ αὐτό. Καὶ ἄμφω γὰρ καθόλου· αἱ ὑπεναντίαι ὡσαύτως τῷ ποιῷ διαφέρουσαι τὸ αὐτὸ ποσὸν ἔχουσι. Μερικαὶ γὰρ καὶ ἄμφω· αἱ ὑπάλληλοι τοὐναντίον κατὰ τὸ ποσὸν διαφέρουσαι, ποιὸν ἔχουσι τὸ αὐτό. Ἡ μὲν γὰρ μία συζυγία τὸ καταφατικὸν ἔχει, ἡ δ’ ἑτέρα τὸ ἀποφατικόν. Ἐν ἑκατέρᾳ δὲ τῶν συζυγιῶν, τὸ ποσὸν μόνον διάφορον. Ἡ πᾶς γὰρ καθόλου, καὶ ἡ τίς μερική. Καὶ αὖθις ἡ οὐδεὶς καθόλου, καὶ ἡ οὐ πᾶς μερική. Ποιὸν μὲν οὖν ἐστι τὸ καταφατικὸν ἢ ἀποφατικόν· ποσὸν δέ, τὸ καθόλου ἢ μερικόν.
Πᾶσαι τοίνυν αἱ συζυγίαι τῶν προτάσεων, ἐν αἷς τὸ ἐναντίον, ἐν αἷς τὸ ὑπεναντίον, ἐν αἷς τὸ ὑπάλληλον κατά τι μὲν κοινωνοῦσι, κατά τι δὲ διαφέρουσιν. Ἡ δὲ καθόλου καταφατικὴ καὶ ἡ μερικὴ ἀποφατική, καὶ κατὰ τὸ ποιὸν καὶ κατὰ τὸ ποσὸν μαχόμεναι, τελείαν ἔχουσι τὴν πρὸς ἀλλήλας διαφοράν· ὥσπερ δὴ καὶ ἡ μερικὴ καταφατικὴ καὶ ἡ καθόλου ἀποφατική. Διὸ καὶ ἀδύνατον συναληθεύειν αὐτὰς ἢ συμψεύδεσθαι πώποτε. Ἐπὶ μὲν γὰρ τῆς ἀναγκαίας ὕλης ἀληθευουσῶν τῶν καταφάσεων αἱ ἀποφάσεις ψευδεῖς εἰσιν, ἐπὶ τῆς ἀδυνάτου δὲ τὸ ἔμπαλιν· ἐπὶ τῆς ἐνδεχομένης μία κατάφασις ψευδὴς ἡ καθόλου, καὶ ἡ ἀντιφάσκουσα ταύτῃ ἀπόφασις ἡ μερικὴ ἀληθής· καὶ μία κατάφασις ἀληθής, ἡ μερική, καὶ ἡ ἀντιφάσκουσα ταύτῃ ἀπόφασις ἡ καθόλου ψευδής.
κϛ. Οὐ χρὴ δ’ ὑπολαμβάνειν τὴν μερικὴν ἀπόφασιν ἐπὶ τῆς ἀδυνάτου ὕλης τῇ καθόλου καταφάσει συμψεύδεσθαι. Οἷον τῇ, Πᾶς ἄνθρωπος ἵπταται, τήν, Οὐ πᾶς ἄνθρωπος ἵπταται. Οὐδὲ γὰρ ἡ, Οὐ πᾶς, ἐξ ἀνάγκης συνεισάγει τήν τις ὥστε τήν, Οὐ πᾶς ἄνθρωπος ἵπταται, ταυτὸ λέγει τῇ. Τὶς ἄνθρωπος ἵπταται. Τὸ γάρ, Οὐ πᾶς, αὐτὸ καθ’ αὐτὸ λαμβάνομεν μόνον, ὡς ἰδίαν ἔχον δύναμιν, καθ’ ἣν τὸν πᾶς προσδιορισμὸν ἀναιρεῖ, μηδὲν ἐπισυρόμενον ἕτερον. Ἐφ’ ὧν οὖν πραγμάτων τὸ πᾶς ψεύδεται, ἐπ’ ἐκείνων ἀληθεύει τὸ οὐ πᾶς, ὡς τοῦ πᾶς ἀναιρετικόν.
Οὐδὲν γὰρ ἕτερόν φησιν ὁ λέγων, ὅτι, Οὐ πᾶς ἄνθρωπος ἵπταται, ἢ ὅτι οὐκ ἔστι τοῦτο, ὅτι πᾶς ἄνθρωπος ἵπταται. Ἔτι ὥσπερ ἡ μερικὴ κατάφασις τῆς καθόλου καταφάσεως μέρος ἐστίν· οὕτω καὶ ἡ μερικὴ ἀπόφασις τῆς καθόλου ἀποφάσεως μέρος ἐστίν. Ἐπεὶ γοῦν ἡ μερικὴ κατάφασις πῆ μὲν δι’ ἑαυτὴν ἀληθεύει, καθάπερ ἐπὶ τῆς ἐνδεχομένης ὕλης, πῆ δὲ διὰ τὴν καθόλου κατάφασιν, ἧς μέρος ἐστὶ καθάπερ ἐπὶ τῆς ἀναγκαίας ὕλης εἰ γὰρ πᾶς ἄνθρωπος ἀναπνεῖ, καὶ τίς ἄνθρωπος ἀναπνεῖ, τοῦτ’ ἔσται καὶ ἐπὶ τῆς μερικῆς ἀποφάσεως.
Καὶ αὕτη γὰρ πῆ μὲν ἀληθεύει δι’ ἑαυτήν, ὡς ἐπὶ τῆς ἐνδεχομένης ὕλης, πῆ δὲ διὰ τὴν καθόλου ἀπόφασιν ὥσπερ ἐπὶ τῆς ἀδυνάτου. Εἰ γὰρ οὐδεὶς ἄνθρωπος ἵπταται, καὶ οὐ πᾶς ἄνθρωπος ἵπταται. Ἀληθεύει ἄρα ἡ οὐ πᾶς ἐπὶ τῆς ἀδυνάτου διὰ τὴν οὐδείς· ὥσπερ καὶ ἡ τίς ἐπὶ τῆς ἀναγκαίας διὰ τὴν πᾶς. κζ. Διττὸν δὲ τὸ ἀναγκαῖον· τὸ μὲν κυρίως, ὅπερ τῷ ὑποκειμένῳ ὑπάρχει ἀεί· ὡς τῷ ἡλίῳ τὸ κινεῖσθαι, καὶ τῷ ἀνθρώπῳ τὸ ἀναπνεῖν· τὸ δὲ μὴ κυρίως, ὅπερ ἐστὶν ἐξ ἀνάγκης ἕστ’ ἂν τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον ᾖ· οἷον τὸ ἐπιπροσθεῖσθαι τὸν ἥλιον ὑπὸ τῆς σελήνης ἢ τοῦ νέφους, ἔστ’ ἂν ἐπιπροσθῆται ἀναγκαῖόν ἐστιν· ἁπλῶς δ’ ἀναγκαῖον οὐκ ἔστι. Τοιοῦτόν ἐστι καὶ τὸ τὸν βαδίζοντα βαδίζειν ἐξ ἀνάγκης· καὶ τὸ τὸν ἱστάμενον, ἵστασθαι. κη. Διττὸν δὲ καὶ τὸ ἐξ ἀνάγκης μὴ ὄν, ὅπερ ἐστὶ τὸ ἀδύνατον· τὸ μὲν κυρίως, ὡς τῷ πυρὶ τὸ ψύχειν, καὶ τῷ ἀνθρώπῳ τὸ ἴπτασθαι· τὸ δὲ μὴ κυρίως, ἀλλ’ ἔστ’ ἂν μὴ ᾖ τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον, ὡς τὸ βαδίζειν τῷ μὴ βαδίζοντι, καὶ τῷ μὴ ἱσταμένῳ τὸ ἵστασθαι. κθ. Τὸ μὲν οὖν κυρίως ἐξ ἀνάγκης ὂν τῆς ἀναγκαίας ὕλης ἐστί· τὸ δὲ κυρίως ἐξ ἀνάγκης μὴ ὂν τῆς ἀδυνάτου· τὸ δ’ ἕστ’ ἂν ᾖ τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον ὄν· ἔστ’ ἂν δὲ μὴ ᾖ τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον, μὴ ὂν τῆς ἐνδεχομένης ὕλης ἐστίν. λ.
Εἰς τρία δὲ διαιρεῖται τὸ ἐνδεχόμενον· εἰς τὸ ἐπιπολύ, τὸ ἐπίσης, καὶ τὸ ἐπ’ ἔλαττον. Ἐπὶ πολὺ μέν, ὡς τὸ τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι· ἐπίσης, ὡς τὸ ἀναγνῶναι καὶ μὴ ἀναγνῶναι· ἐπ’ ἔλαττον, ὡς τὸ τὸν σκάπτοντα θησαυρῷ περιτυχεῖν. λα. Τὸ μὲν οὖν ἐπιπολὺ ἐνδεχόμενον φύσεως καὶ τέχνης ἐστίν· ἐπείπερ ἤ τε φύσις ἐν τοῖς οἰκείοις ἀποτελέσμασιν ὡς ἐπιπολὺ κατορθοῖ. Σπάνια γὰρ τὰ τέρατα, καὶ ἡ τέχνη τοῦ οἰκείου τέλους τυγχάνει ὡς ἐπιπολύ· τὸ δ’ ἐπίσης ἐνδεχόμενον προαιρέσεως ἔργον ἐστίν. Ἐφ’ ἡμῖν γάρ, καὶ ἀναγνῶναι καὶ μὴ ἀναγνῶναι, καὶ λούσασθαι καὶ μὴ λούσασθαι. Τοῦτο δὲ τοῦ ἐνδεχομένου τὸ εἶδος καλεῖται καὶ ὁπότερον ἔτυχε· διότι κατὰ τοῦτο οὐδὲν πλέον τῆς ἀνυπαρξίας ἡ ὕπαρξις ἔχει, οὔτ’ ἔλαττον· ἀλλ’ ὀμοίως ἐκβῆναι δυνατόν, ὁπότερον ἔτυχε τῆς ἀντιφάσεως μόριον. Τὸ δ’ ἐπ’ ἔλαττον ἐνδεχόμενον τύχης καὶ αὐτομάτου ἐστί. Καὶ κατὰ τύχην μὲν λέγομεν, ἃ τοῖς κατὰ προαίρεσιν γινομένοις παρυφίσταται· καθὰ τῷ σκάπτειν ἡ εὕρεσις τοῦ θησαυροῦ. Τύχη γάρ ἐστιν αἴτιον κατὰ συμβεβηκὸς ἐν τοῖς κατὰ προαίρεσιν· κατὰ δὲ τὸ αὐτόματον λέγομεν, ἃ τοῖς κατὰ φύσιν γινομένοις καὶ μὴ κατὰ προαίρεσιν παρυφίσταται· ὡς τὸ σεισμοῦ γεγονότος, καί τινος διαστάντος μέρους τῆς γῆς, ὕδατος ἀναῤῥαγῆναι πηγήν.
Αὐτόματον γάρ ἐστιν αἴτιον κατὰ συμβεβηκὸς ἐν τοῖς μὴ κατὰ προαίρεσιν.
Σχῆμα κεφαλ. κη, περὶ τῶν ἐν ταῖς προτάσεσι θεωρουμένων ὑλῶν καὶ προσδιορισμῶν. Ὕλαι τῶν προτάσεων ἀναγκαία, οἷον, ἄνθρωπος ἀναπνεῖ· ἐνδεχομένη, οἷον, Παῦλος δημηγορεῖ· ἀδύνατος, οἷον, ἄνθρωπος ἵπταται.
Προσδιορισμοί. πᾶς ἐναντίαι οὐδεὶς ἀντίφασις ὑπάλληλοι ὑπάλληλοι ἀντίφασις τίς ὑπεναντίαι οὐ πᾶς Τῶν προτάσεων αἱ μὲν προσδιωρισμέναι· οἷον, πᾶς ἄνθρωπος ἀναπνεῖ· αἱ δὲ ἀπροσδιόριστοι· οἷον, ἵππος τρέχει.
Τὸ ἀναγκαῖον ἢ κυρίως, ὡς τῷ ἀνθρώπῳ τὸ ἀναπνεῖν· ἢ μὴ κυρίως, ὡς τὸ τὸν βαδίζοντα βαδίζειν ἀνάγκης. Τὸ ἀδύνατον ἢ κυρίως, ὡς τῷ ἀνθρώπῳ ἴπτασθαι· ἢ μὴ κυρίως, ἀλλ’ ἔστ’ ἂν μὴ ᾖ τὸ κατηγορούμενον, ὡς τὸ βαδίζειν τῳ μὴ βαδίζοντι.
Τὸ ἐνδεχόμενον εἰς τὸ ἐπιπολύ, ὡς τὸ τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι· διαιρεῖται εἰς τὸ ἐπίσης, ὡς τὸ ἀναγνῶναι καὶ μὴ ἀναγνῶναι. εἰς τὸ ἐπ’ ἔλαττον, ὡς τὸ σκάπτοντα θησαυρῷ περιτυχεῖν.
ΚΕΦΑΛ. ΚΘ. Περὶ ἀπροσδιορίστων προτάσεων. α. Ἀπροσδιόριστοι προτάσεις εἰσίν, ὅσαι καθόλου ἔχουσαι τοὺς ὑποκειμένους χωρίς τε προσδιορισμοῦ καὶ χωρὶς ἄρθρου προφέρονται. β. Τὸ γὰρ ἄρθρον δηλοῖ μὲν καὶ τὴν τοῦ ὑποκειμένου μεθ’ οὗ τάττεται φύσιν, δηλοῖ δὲ καὶ τὰ ὑπὸ τὸ τοιοῦτον ὑποκείμενον μερικά, ὅτε καὶ τὴν δύναμιν ἔχει τοῦ πᾶς προσδιορισμοῦ· οἷον, εἰ μὲν εἴπομεν, Ὁ ἄνθρωπος εἶδός ἐστι, τὸ ἑνιαῖον τοῦ καθόλου ἀνθρώπου σημαίνομεν, τὸ πάντων τῶν κατὰ μέρος ἀνθρώπων συλληπτικόν· εἰ δέ γε φήσομεν, Ὁ ἄνθρωπος ζῶόν ἐστι, τότε δηλοῦμεν πάντα τὰ ὑπὸ τὸν ἄνθρωπον, ἤτοι τὸ ἀνθρώπειον εἶδος ἄτομα, καὶ οὐδὲν ἄλλο φαμέν, ἢ ὅτι πᾶς ἄνθρωπος ζῶόν ἐστιν. Ἐπεὶ γοῦν τὸ ἄρθρον καὶ πολλὰ συνεμφαίνει καὶ ἕν, διὰ τοῦτο καὶ πρὸς τὴν τῶν καθολικῶν πραγμάτων συμπαραλαμβάνεται δήλωσιν· ὡς ὅταν λέγωμεν. Ὁ ἄνθρωπος, τὸ ζῶον, ἡ αἴσθησις. Ἀλλὰ καὶ πρὸς τὴν τῶν μοναδικῶν· ὡς ὅταν λέγωμεν, Ὁ ἥλιος, ἡ σελήνη, καὶ ὁ Πέτρος καὶ ὁ Παῦλος. Ἐνίοτε δὲ κἀπὶ τοῦ ὑπερέχοντος τῶν ὁμοστίχων λαμβάνεται· καθὸ τὸν Παῦλον δηλῶσαι βουλόμενοί φαμεν, ὁ Ἀπόστολος, καὶ τὸν Δαβίδ, ὁ Προφήτης. γ. Ὅσαι τοίνυν τῶν προτάσεων ἔχουσαι καθόλου τοὺς ὑποκειμένους ἄνευ προσδιορισμοῦ ἢ ἄρθρου προτείνονται, καλοῦνται ἀπροσδιόριστοι, ἢ ἀδιόριστοι· οἷον, Ἄνθρωπος περιπατεῖ, Ἄνθρωπος οὐ περιπατεῖ. δ.
Ταύτας δέ φησιν ὁ Ἀριστοτέλης τοῖς προσδιωρισμέναις μερικαῖς ἰσοδυναμεῖν. ε. Ἀλλ’ αἱ μὲν καταφάσεις ἀναμφιλέκτως ἰσοδυναμοῦσι ταῖς διωρισμέναις μερικαῖς καταφάσεσιν· αἱ δ’ ἀποφάσεις ποτὲ μὲν ἰσοδυναμοῦσι ταῖς μετὰ προσδιορισμοῦ μερικαῖς ἀποφάσεσι, ποτὲ δὲ ταῖς καθόλου· καὶ μάλιστα ταῖς καθόλου. Σχεδὸν γὰρ οὐδεὶς τῶν παλαιῶν ἀντὶ τῆς μερικῆς διωρισμένης ἀποφάσεως τῇ ἀδιορίστῳ χρησάμενος φαίνεται.
Ὅμως ταῖς διαφόροις ἀποφαινομένων ἐννοίαις ἀκολουθεῖ καὶ ἡ μὴ διωρισμένη ἀπόφασις. ϛ. Ὅθεν ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ἐφ’ ἧς αἱ μερικαὶ προσδιωρισμέναι συναληθεύουσιν, ἡ τίς δηλονότι καὶ ἡ οὐ πᾶς· ἐπὶ ταύτης καὶ αἱ μὴ προσδιωρισμέναι συναληθεύουσι, καὶ πάλιν ἀντιφατικῶς ἀντικείσονται. ζ. Ἡ μὲν οὖν ἀδιόριστος κατάφασις ἰσοδυναμεῖ τῇ διωρισμένῃ μερικῇ καταφάσει χωρὶς ἀμφιβολίας, ὡς εἴρηται· οἷον ἡ, Ἄνθρωπος δίκαιός ἐστι, τῇ, Τὶς ἄνθρωπος δίκαιός ἐστιν. η. Ὥσπερ οὖν ἐπὶ τῆς διωρισμένης μερικῆς καταφάσεως, εἴ γε τεθῇ τὸ ἀρνητικὸν μόριον, ποτὲ μὲν μερικὴν ἀπόφασιν, ποτὲ δὲ καθόλου ποιεῖ· οἷον τό.
Τὶς ἄνθρωπος δίκαιος οὐκ ἔστιν, ἀκούσαντες, εἰ μὲν πρὸς τὸ τίς τὴν ἄρνησιν ἐξακούσαιμεν, ταυτὸν οἰώμεθα σημαίνειν τῷ οὔτις εἴτουν οὐδείς· ὅπερ φαίνεται σαφέστερον, εἰ τὸ Οὐκ ἔστι τεθῇ πρὸ τοῦ τίς· ὡς τό, Οὐκ ἔστι τις ἄνθρωπος ἀθάνατος. Εἰ δὲ πρὸς τὸν κατηγορούμενον τὴν ἄρνησιν ἐξακούσαιμεν, ταυτὸν οἰώμεθα σημαίνειν τῷ οὐ πᾶς, ἤγουν, οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν· οὕτω κἀπὶ τῆς ἀδιορίστου ἀποφάσεως, κατὰ τὴν τῶν ἀποφαινομένων διάνοιαν, καὶ τὸ μερικὸν καὶ τὸ καθόλου σημαίνεται, τῆς ἀρνήσεως συνταττομένης, ὡς πρὸς τὸ τίς τὸ δυνάμει περιεχόμενον ἐν τῇ ἀδιορίστῳ καταφάσει, ἢ ὡς πρὸς τὸ κατηγορούμενον. Μᾶλλον μὲν οὖν ἀποκλίνει καὶ αὕτη πρὸς τὸ καθόλου, ὅταν ἀπὸ τῆς ἀρνήσεως ποιώμεθα τῆς ἀποφάσεως τὴν ἀρχήν, Οὐκ ἔστιν ἄνθρωπος δίκαιος, λέγοντες. θ. Οὕτω καὶ κὰν τῇ καθόλου καταφάσει τῆς ἀρνήσεως τιθεμένης πρὸ τοῦ ἐστι, καὶ δυναμένης ἢ πρὸς τὸ πᾶς ἢ πρὸς τὸ κατηγορούμενον ἐξακούεσθαι, συμβαίνει τὴν πρότασιν, ὡς μὲν ἀναιροῦσαν ταῖς πᾶς, τῇ κατὰ μέρος ἀποφάσει ταυτὸν ἰσχύειν· ὅπερ σαφέστερον φαίνεται τιθεμένου τοῦ οὐκ ἔστι κατ’ ἀρχὰς τῆς προτάσεως· οἷον, Οὐκ ἔστι πᾶς ἄνθρωπος σοφός· ὡς δὲ τὸ κατηγορούμενον ἀναιροῦσαν, τῇ καθόλου ἀποφάσει ἰσοσθενεῖν· οἷον, Πᾶς ἄνθρωπος σοφὸς οὐκ ἔστιν· ὅπερ ταυτόν ἐστι τῷ, Οὐδεὶς ἄνθρωπος σοφός ἐστι. ι.
Τριῶν δ’ ὄντων εἰδῶν τῶν προτάσεων, ἤτοι τῶν προσδιωρισμένων, τῶν ἀπροσδιορίστων, καὶ τῶν καθέκαστα, αἱ μὲν προσδιωρισμέναι καὶ ἀπροσδιόριστοι κατὰ πάντα χρόνον ὁμοίως ἔχουσι πρὸς τὸ διαιρεῖν τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν· αἱ δὲ καθέκαστα κατὰ πάντα μὲν χρόνον ἐπὶ τῆς ἀναγκαίας ὕλης καὶ ἀδυνάτου διαιροῦσιν ὡρισμένως τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν· ἐπὶ δὲ τῆς ἐνδεχομένης κατὰ πάντα μὲν τὸν ἐνεστῶτα καὶ παρεληλυθότα ὡρισμένως, κατὰ δὲ τὸν μέλλοντα ἀορίστως· οἷον, Σωκράτης διαλέξεται, ἤ, Σωκράτης οὐ διαλέξεται. Ὅτι μὲν γὰρ ἢ διαλέξεται, ἢ οὐ διαλέξεται, δῆλον· ὁπότερον δὲ τῆς ἀντιφάσεως ἀληθεύει μόριον, εἴτε ἡ κατάφασις, εἴτε ἡ ἀπόφασις, ὡρισμένως οὐκ ἔστιν εἰπεῖν ἐπὶ μέλλοντος. ια. Διενήνοχε δὲ τὸ μέλλον καὶ τὸ ἐσόμενον. Ἐσόμενον μὲν γάρ ἐστι τὸ ἐξάπαντος ἐκβησόμενον· οἷον, Ἔσται θέρος, Ἔσται χειμών· μέλλον δὲ τὸ ἐκβῆναι καὶ μὴ ἐκβῆναι δυνάμενον· οἷον, Τόδε τὸ βρέφος ἔσται γραμματικόν. Δυνατὸν γὰρ γενέσθαι καὶ μὴ γενέσθαι τὸ βρέφος γραμματικόν.
Σχῆμα κεφαλ. κθ, περὶ ἀπροσδιορίστων προτάσεων. Τῶν προτάσεων αἱ μὲν προσδιωρισμέναι, οἷον, πᾶς ἄνθρωπος λογικός· αἱ δὲ ἀπροσδιόριστοι, οἷον, ἵππος τρέχει· αἱ δὲ καθέκαστα, οἷον, Παῦλος δημηγορεῖ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.