Ἔργον
Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ λογικῆς
Σοφιστικοί Έλεγχοι και Παραλογισμοί (Κεφ. ΛΖ΄-ΛΘ΄)
Εξέταση των σοφισμάτων που εξαρτώνται από τη λέξη ή βρίσκονται εκτός λέξεως, και η ανασκευή τους βάσει του αληθινού ελέγχου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Σοφιστικοί Έλεγχοι και Παραλογισμοί (Κεφ. ΛΖ΄-ΛΘ΄)
Εξέταση των σοφισμάτων που εξαρτώνται από τη λέξη ή βρίσκονται εκτός λέξεως, και η ανασκευή τους βάσει του αληθινού ελέγχου.
ΚΕΦΑΛ. ΛΖ. Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων. α. Τὰ ποιοῦντα τοὺς σοφιστικοὺς ἐλέγχους ἕξ εἰσιν ἐν τῇ λέξει, ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. β. Παρὰ τὴν ὁμωνυμίαν μὲν σόφισμα· οἷον, Τὰ δέοντα ἀγαθά ἐστι. Τὰ κακὰ δέοντά ἐστι. Τὰ κακὰ ἄρα ἀγαθά ἐστιν. Ὁμώνυμον ἐνταῦθα τὸ δέον. Δηλοῖ γὰρ τὸ πρός τι χρήσιμον καὶ τὸ καθ’ αὐτὸ ἀγαθόν.
Ἐν μὲν οὖν τῇ ἐλάττονι προτάσει τῇ λεγούσῃ, Τὰ κακὰ δέοντα, τὸ δέον ἀντὶ τοῦ χρησίμου παρείληπται. Χρημάτων γὰρ ἀφαιρέσεις, καὶ καθείρξεις καὶ μάστιγες, καὶ τὰ τοιαῦτα, καθ’ αὐτὰ ὄντα κακά, χρήσιμά ἐστι πρὸς τοὺς δεομένους σωφρονισμοῦ.
Κατὰ δὲ τὴν μείζω πρότασιν, λέγεται τὸ δέον, ὡς καθ’ αὐτὸ ἀγαθόν. Καὶ οὕτως ἐκ τῆς ὁμωνυμίας εὖρε χώραν ὁ παραλογισμός. Χρὴ τοίνυν, ὁμωνύμων ἐρωτωμένων, διαστέλλειν τὰ σημαινόμενα, καὶ οὕτω τὴν ἀπόκρισιν ἀσφαλῆ ποιουμένους, τὸν σοφιστὴν ἀποκρούεσθαι. Πρῶτος μὲν οὖν σοφισμός, ὁ παρὰ τὴν ὁμωνυμίαν ἐστί. γ. Δεύτερος ὁ παρὰ τὴν ἀμφιβολίαν· οἷον, Ἆρ’ ὃ γινώσκει τις, τοῦτο γινώσκει; Γινώσκει δέ τις τὸ ξύλον. Τὸ ξύλον ἄρα γινώσκει. Τὸ γινώσκει ἀμφίβολον.
Οὐ γάρ ἐστι σαφές, πότερον ὁ γινώσκων λέγεται γινώσκειν, ἢ τὸ γινωσκόμενον εἶναι τὸ γινῶσκον. Καὶ πάλιν· Ἆρ’ ἔστι σιγῶντα λέγειν; Οὐχί. Τί δ’ ὅταν λέγῃ τις ξύλα καὶ λίθους, οὐ λέγει σιγῶντα; Ἔστιν ἄρα σιγῶντα λέγειν. Ἀμφιβάλλεται τὸ σιγῶντα, ποῦ τακτέον· πότερον πρὸς τὸν λέγοντα, ἤτοι τὸν ἄνθρωπον, ἢ πρὸς τὰ λεγόμενα, ἤγουν τὰ πράγματα. δ. Διενήνοχε δὲ τοῦ παρὰ τὴν ὁμωνυμίαν τρόπου ὁ παρὰ τὴν ἀμφιβολίαν· ὅτι ὁ μὲν παρὰ τὴν ὁμωνυμίαν ἐξ αὐτοῦ τοῦ ὀνόματος διάφορα σημαίνοντος τὴν ἀπάτην εἰσάγει· ὁ δὲ παρὰ τὴν ἀμφιβολίαν ἐκ τοῦ λόγου ποιεῖται τὴν πλάνην, δηλοῦντος οὐχ ἕν.
Ἐκληπτέον δὲ λόγον ἐνταῦθα τὴν τῶν λέξεων σύνταξιν. ὄνομα δὲ τὴν λέξιν ἁπλῶς. Τὸ μὲν γὰρ δέον δηλοῖ πλείω κατὰ πᾶσαν πτῶσιν μετακλινόμενον, ὅθεν καὶ ὁμώνυμον λέγεται. ε. Τὸ δὲ γινώσκει καὶ τὸ σιγῶντα, καὶ τὰ τοιαῦτα, τὰ διάφορα σημαίνειν ἔσχον ἐκ τῆς τοιᾶσδε συντάξεως.
Ὅθεν εἴ τις οὕτως ἐρεῖ· Ὃ ἐγὼ γινώσκω, ἐκεῖνο γινώσκω. Καὶ πάλιν. Ἄρ’ ἔστι σοι λέγειν σιγῶντι; τὸ ἀμφίβολόν ἐστιν οὐδέν. Εἰ δὲ τὸ δέον ἀγαθὸν εἶποί τις, ἢ ἔστι τῷ δέοντι ἀγαθόν, ἢ ὁπωσοῦν ἄλλως, ἡ τοῦ δέοντος ὁμωνυμία φυλάσσεται πάντοτε.
ϛ. Τρίτος τρόπος ὁ παρὰ σύνθεσιν· οἷον, Ὁ καθήμενος δύναται βαδίζειν. Ὁ Σωκράτης κάθηται. Ὁ Σωκράτης ἄρα βαδίζει. Ἀλλὰ δὲ οὐ βαδίζει. Κάθηται γάρ. Ὁ παραλογισμὸς παρὰ τὴν σύνθεσιν γέγονεν. Ἕδει γάρ, καθάπερ ἐν τῇ μείζονι προτάσει τὸ δύναται καὶ τὸ βαδίζειν τοῦ μέσου ὅρου ἅμα κατηγόρηνται, οὕτω δὴ κὰν τῷ συμπεράσματι τὸ δύναται μετὰ τοῦ βαδίζειν συντεθειμένως καὶ συνημμένως λεχθῆναι κατὰ Σωκράτους, ἀλλ’ οὐχὶ τὸ βαδίζει μόνον. Ἐλλιπῶς οὖν ἐν τῷ συμπεράσματι τῆς συνθέσεως γεγονυίας, ὁ παρὰ τὴν σύνθεσιν ἐγένετο παραλογισμός. ζ. Τέταρτος τρόπος ὁ παρὰ τὴν διαίρεσιν. Οἷον, Τὰ πέντε τρία καὶ δύο· τὰ τρία καὶ δύο περιττὰ καὶ ἄρτια· τὰ πέντε ἄρα περιττὰ καὶ ἄρτια. Τὸ σόφισμα παρὰ τὴν διαίρεσιν, διὰ τὸ διῃρῆσθαι τὰ πέντε κατὰ τὴν ἐλάττω πρότασιν εἰς τρία καὶ δύο, καὶ ἰδίᾳ περὶ ἑκάστου τὴν μείζω πρότασιν εἰπεῖν, ὅτι ὁ τρία καὶ ὁ δύο καθ’ ἑαυτὸν ἕκαστος ἀριθμὸς ὁ μὲν ἔστι περιττός, ὁ δ’ ἄρτιος· εἶτ’ ἀποφήνασθαι τὸ συμπέρασμα περὶ τοῦ πέντε ὁμοῦ, τὰ περὶ τῶν αὐτῶν μερῶν ἐξ ὧν συντέθειται, ταῖς προτάσεσιν εἰρημένα. η. Τινὲς δὲ τρόπον ἕνα τὸν παρὰ σύνθεσιν καὶ διαίρεσιν ἔθεντο, διὰ τὸ τὸ αὐτὸ διαιρούμενον ἀπὸ τοῦδε συντίθεσθαι τῷδε, καὶ συντιθέμενον τῷδε διαιρεῖσθαι ἀπὸ τοῦδε. Οἷον ἐπὶ τοῦ δηλωθέντος νῦν παραλογισμοῦ τὰ πέντε διῄρηνται εἰς τὰ τρία καὶ τὰ δύο.
Καὶ τῶν μὲν τρία κατηγορήθη τὸ περιττόν, τῶν δύο δὲ ἄρτιον κατὰ διαίρεσιν· ἄμφω δ’ ὁμοῦ, τὸ περιττὸν δηλονότι καὶ ἄρτιον, τῶν πέντε κατηγορήθησαν κατὰ σύνθεσιν. Πάλιν ἐπὶ τοῦ ἀνωτέρω ῥηθέντος σοφίσματος, τὸ βαδίζειν καὶ τὸ δύναται τοῦ καθημένου κατηγορήθησαν κατὰ σύνθεσιν· διαιρεθὲν δὲ τὸ βαδίζειν ἀπὸ τοῦ δύναται, τοῦ Σωκράτους κατηγόρηται, τὸν ἔκλειψιν ἀμειψάμενον. θ. Πέμπτος τρόπος ὁ παρὰ προσῳδίαν· οἷον· Οὗ καταλύεις, οἰκία ἐστίν· οὐ καταλύεις, ἀπόφασίς ἐστιν· ἡ οἰκία ἄρα ἀπόφασίς ἐστι. Παρὰ τὴν προσῳδίαν τὸ σόφισμα. Ἐν μὲν γὰρ τῇ προτέρᾳ προτάσει, τὸ οὗ μετὰ δασέος πνεύματος καὶ τόνου περισπωμένου δοθέν, τὸ ὅπου ἐσήμαινεν· ἐν δὲ τῇ δευτέρᾳ προτάσει μετὰ ψιλοῦ πνεύματος ληφθέν, καὶ τόνου χωρὶς ἐδήλωσεν ἄρνησιν. ι. Ἔκτος τρόπος ὁ παρὰ τὸ σχῆμα τῆς λέξεως. Ὀνομάζεται δ’ οὕτως, ἐπείπερ ὁ ποιὸς τῆς λέξεως σχηματισμὸς αἴτιος τοῦ τοιούτου γίνεται παραλογισμοῦ· οἷον, Τὸ μανθάνειν ἐνεργεῖν ἐστι περὶ τὴν μάθησιν· τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν διδάσκειν ἐστί· τὸ μανθάνειν ἄρα διδάσκειν ἐστίν. Ὁ σοφισμὸς παρὰ τὸ σχῆμα τῆς λέξεως. Ἐσχημάτισται γὰρ τὸ μαθητικὸν εἰς τὸ ἐνεργητικόν, καὶ τὸ ἐνεργητικὸν εἰς τὸ παθητικόν. Τὸ γὰρ ἐνεργεῖν περὶ τὴν μάθησιν καὶ πάθους καὶ ἐνεργείας δηλωτικόν ἐστι. Καὶ πάλιν· Ἆρ’ ἐνδέχεται τὸ αὐτὸ ποιεῖν ἅμα καὶ πεποιηκέναι; Οὐχί.
Τί δ’ οὐκ ἐνδέχεται τὸ αὐτὸ καὶ ὁρᾷν ἅμα καὶ ἑωρακέναι; ὥστε καὶ ποιεῖν καὶ πεποιηκέναι. Παρὰ τὸ σχῆμα τῆς λέξεως καὶ τοῦτο τὸ σόφισμα. Τὸ γὰρ ὁρᾷν καὶ ἑωρακέναι, κἂν εἰς παρόντα καὶ παρῳχημένον ἐσχημάτισται χρόνον, πλὴν ἓν σημαίνει καὶ τὸ αὐτὸ διὰ τὸ οἷον ἀχρόνως καὶ ἀδιαστάτως τὴν ὅρασιν ἐνεργεῖν.
Ὅθεν ὅπερ τις ὁρᾷ, τοῦτο μονονουχὶ καὶ ἑώρακε. Ποιεῖν δὲ καὶ πεποιηκέναι τὸ αὐτὸ οὐκ ἐνδέχεται ἅμα διὰ τὴν τῶν χρόνων διάστασιν. Τὸ μὲν γὰρ ποιεῖν ἐνεστῶτα χρόνον δηλοῖ· τὸ δὲ πεποιηκέναι τὸν παρεληλυθότα.
Σχῆμα κεφαλ. λζ, περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων. Τὰ παρὰ τὴν λέξιν ὁμωνυμία, σοφίσματα ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως.
ΚΕΦΑΛ. ΛΗ. Περὶ τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων. α. Τῶν σοφισματικῶν τρόπων ἓξ μὲν παρὰ τὴν λέξιν εἰσί, περὶ ὧν προσεχῶς ὑπεμνήσαμεν. β. Ἑπτὰ δὲ τῆς λέξεως ἐκτός· παρὰ τὸ συμβεβηκός, παρὰ τὸ πῆ καὶ ἁπλῶς, παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, παρὰ τὸ ἑπόμενον, παρὰ τὸ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, παρὰ τὸ τιθέναι τὸ μὴ αἴτιον ὡς αἴτιον· ὃς δὴ τρόπος καὶ μὴ παρὰ τοῦτο κατονομάζεται· παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. γ. Παρὰ τὸ συμβεβηκὸς μέν, οἷον, Ὁ Σωκράτης ἕτερον Πλάτωνος. Ὁ Πλάτων ἄνθρωπος· ὁ Σωκράτης ἄρα ἕτερόν τι τοῦ ἀνθρώπου. Λέγεται δὲ παρὰ τὸ συμβεβηκὸς ὅτι μὴ κατὰ φύσιν ἕτερον, ὁ Σωκράτης τοῦ Πλάτωνος. ἀλλὰ καθ’ ὑπόστασιν καὶ τὰς ὑποστατικὰς ἰδιότητας. Ταῦτα δὲ πάντα περὶ τὴν φύσιν εἰσὶν ἀλλ’ οὐ φύσεις· τὸ συμπέρασμα δὲ λαβὼν ἀπὸ τῶν περὶ τὴν φύσιν. τὴν ἑτερότητα πρὸς τὴν φύσιν μετήνεγκε.
Πάλιν, Ὁ ἄνθρωπος ζῶον· τὸ ζῶον γένος· ὁ ἄνθρωπος ἄρα γένος. Καί, Ὁ Πέτρος ἄνθρωπος· ὁ ἄνθρωπος τρισύλλαβον· ὁ Πέτρος ἄρα τρισύλλαβον. Ταῦτα καὶ τὰ τοιαῦτα σοφίσματα παρὰ τὸ συμβεβηκός· οὔτε γὰρ ζώου κατηγορεῖται τὸ γένος οὐσιωδῶς, οὔτε τοῦ ἀνθρώπου τὸ τρισύλλαβον οὐσιωδῶς, ἵν’ ἐξ ἀνάγκης τὸ μὲν κατὰ τοῦ ἀνθρώπου, τὸ δὲ κατὰ τοῦ Πέτρου λεχθεῖεν. Γινομένης δὲ τῆς κατηγορίας μὴ οὐσιωδῶς, ἀλλ’ ἐπουσιωδῶς, οὐχ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτ’ ἀνάγκη καὶ κατὰ τοῦ ὑποκειμένου λέγεσθαι πάντα. Πάλιν ἐν δευτέρῳ σχήματι· Τὸ μέλι ἐπίτασιν καὶ ἄνεσιν οὐκ ἐπιδέχεται· τὸ γλυκὺ ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέχεται· τὸ μέλι ἄρα οὐκ ἔστι γλυκύ. Καὶ αὖθις· Τὸ λευκὸν κατὰ τὸ μᾶλλον καὶ ἧττόν ἐστιν. Ὁ κύκνος, ἡ χιών, τὸ ψιμμίθιον, κατὰ τὸ μᾶλλον καὶ ἧττον οὐκ εἰσίν· οὐκ ἄρα ταῦτα λευκά. Παρὰ τὸ συμβεβηκὸς τὰ σοφίσματα, διὰ τὸ μήτε τοῦ λευκοῦ τὸ μᾶλλον καὶ ἧττον κατηγορεῖσθαι οὐσιωδῶς, μήτε τοῦ γλυκέος τὸ ἐπιτείνεσθαι καὶ ἀνίεσθαι. δ. Οἶμαι δὲ τοὺς τοιούτους παραλογισμούς, εἴ τις καὶ παρὰ τὴν ὁμωνυμίαν ἐρεῖ, καὶ οὗτος οὐκ ἂν ἀποπλανηθείη πόῤῥω τοῦ ἀληθοῦς. Τὸ γλυκὺ γὰρ καὶ τὸ λευκὸν σημαντικά ἐστι καὶ τῶν ποιοτήτων αὐτῶν, τῆς γλυκύτητος λέγω καὶ τῆς λευκότητος· ἀλλὰ δὴ καὶ τῶν πεποιωμένων σωμάτων.
Κατὰ μὲν οὖν τὰς μείζους προτάσεις, ποιότητας μόνας ἁπλῶς ἐδίδουν οἱ σοφισμοί, γλυκύτητα καὶ λευκότητα· ἐν δὲ τοῖς συμπεράσμασι σώματα μετὰ ποιοτήτων ἐλάμβανον.
Εἰ δ’ ὃ γλυκὺ καὶ ὃ λευκὸν προέτεινον, ἐκεῖνα καὶ συνεπέραινον, οὐδὲν ἂν ἴσως ἠκολούθει παράλογον. Οὔτε γὰρ τὸ μέλι γλυκὺ τοιοῦτον ὁποῖον ἐπίτασιν καὶ ἄνεσιν ἐπιδέχεται, τουτέστι γλυκύτης, οὔθ’ ὁ κύκνος τοιοῦτο λευκόν, ὁποῖον κατὰ τὸ μᾶλλον καὶ ἧττόν ἐστιν, ἤγουν λευκότης· ἀλλὰ σώματα καὶ ἄμφω· τὸ μὲν γλυκὺ σῶμα τὸ μέλι· τὸ δ’ αὖ σῶμα λευκὸν ὁ κύκνος· καὶ καθὸ σώματα τοῦ μᾶλλον καὶ τοῦ ἧττον ἀνεπίδεκτα μένει, καὶ πάσης ἐπιτάσεώς τε καὶ ἀνέσεως, σώζοντα δηλονότι τὸ κατὰ φύσιν ἐν ἑαυτοῖς. Τοιαῦτα καὶ ἡ χιών, καὶ τὸ ψιμμίθιον, καὶ τὰ παραπλήσια. Οὕτω καὶ ἄλλο μὲν ζῶον ὁ ἄνθρωπος, ἄλλο δὲ ζῶον τὸ γένος. Ζῶον μὲν γὰρ γένος τὸ ἁπλῶς ζῶον, ἤγουν τὸ τῶν εἰδῶν ἁπάντων συλληπτικόν, τῶν κατὰ τὴν τελείαν χαρακτηριζομένων.
Ὁ δ’ ἄνθρωπος ἓν τῶν τοιούτων εἰδῶν, ὃ πρὸς τῇ τελείᾳ ζωῇ φέρει καὶ τὴν λογικότητα, καὶ τὴν πρὸς τὸ δέχεσθαι τὸν θύραθεν νοῦν καὶ τὰς ἐπιστήμας ἐπιτηδειότητα φυσικήν, μορφωτικὰ ἑαυτοῦ. Ζῶον οὐχ ἁπλῶς ὁ ἄνθρωπος, ἀλλὰ τοιοῦτον ζῶον.
Τὸ δὲ τοιοῦτον ζῶον οὐ γένος, ἀλλ’ εἶδός ἐστι. ε. Δεύτερος τρόπος τῶν ἐκτὸς τῆς λέξεως ἐλέγχων σοφιστικῶν ὁ παρὰ τὸ πῆ καὶ ἁπλῶς. Καὶ πῆ μὲν καλεῖται ἡ σύνθετος κατηγορία μερικωτέρων οὖσα δηλωτική. Καὶ γὰρ ἡ σύνθεσις ἀεὶ μερικεύει τὰ πράγματα. Διὸ καὶ τὸ λογικὸν ζῶν μερικώτερόν ἐστι τοῦ ζώου. Ἁπλῶς δὲ ἡ ἀσύνθετος κατηγορία λέγεται, καθολικωτέρων ὑπάρχουσα πραγμάτων ἐμφαντική. Τὰ γὰρ ἁπλᾶ τῶν συνθέτων καθολικώτερα.
Γίνεται τοίνυν ὁ παρὰ τὸ πῆ καὶ ἁπλῶς παραλογισμὸς ἢ ὅταν τὰ πῆ κατηγορήσωμεν ἁπλῶς, ἢ τὰ ἁπλῶς κατηγορήσωμεν πῆ, τουτέστιν ἢ ὅταν τὰ ἅμα καὶ συνθέτως κατηγορούμενα κατηγορήσωμεν ἰδίᾳ καὶ ἀσυνθέτως· ἢ τὰ ἰδίᾳ καὶ ἀσυνθέτως κατηγορούμενα ὁμοῦ καὶ συνθέτως κατηγορήσωμεν.
Τοῦ προτέρου παράδειγμα· Ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῷ αἰτίῳ· τὸ αἴτιον φύσει· ὁ πατὴρ ἄρα μείζων τοῦ υἱοῦ φύσει. Παρὰ τὸ πῆ καὶ ἁπλῶς προέβη τὸ σόφισμα. Καὶ γὰρ ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῷ φύσει αἰτίῳ, ἤγουν τῷ φυσικῷ, οὐ τῷ δημιουργικῷ.
Τοίνυν ἐπεὶ καὶ τὸ αἴτιον καὶ τὸ φύσει, κατηγορηθῆναι ὀφείλοντα πῆ, καὶ ὁμοῦ καὶ συνθέτως, ἁπλῶς καὶ ἰδίᾳ καὶ ἀσυνθέτως κατηγορήθησαν, εὗρε χώραν ὁ παραλογισμός. Τοῦ δευτέρου παράδειγμα· Σίμων σκυτεὺς καὶ ἁγαθός· πᾶς σκυτεὺς ἀγαθὸς εὐφυῶς κατασκευάζει τὰ πέδιλα· Σίμων τὸ λοιπὸν εὐφυῶς κατασκευάζει τὰ πέδιλα. Ἦν δ’ ὁ Σίμων οὐκ ἀγαθὸς τὴν τέχνην, ἀλλὰ τὸν τρόπον. Τὸ σόφισμα παρὰ τὸ πῆ καὶ ἁπλῶς· τὸ γὰρ ἁγαθὸς καὶ τὸ σκυτεύς, ἁπλῶς καὶ ἰδίᾳ καὶ ἀσυνθέτως κατηγορηθέντα τοῦ Σίμωνος κατὰ τὴν ἐλάττω πρότασιν, πῆ καὶ ὁμοῦ κατὰ τὴν μείζω καὶ συνθέτως ἐλήφθησαν.
ϛ. Τρίτος τρόπος παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν· οἷον. Τὰ δέκα διπλάσια· τὰ δέκα οὐ διπλάσια· πρὸς μὲν γὰρ τὰ πέντε διπλάσια· πρὸς ἄλλα δὲ οὐ διπλάσια. Τὰ διπλάσια τοιγαροῦν οὐ διπλάσια. Λέγεται δὲ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, ὅτι παρὰ τὸ μὴ γινώσκειν τὸν ἀποκρινόμενον, ἴσως δὲ καὶ τὸν ἐρωτῶντα, τί ἐστιν ἔλεγχος, λαμβάνει τόπον ὁ παραλογισμός.
Ἔλεγχος γάρ ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ πρὸς τὸ αὐτό, μὴ μέντοι πρὸς ἄλλο καὶ ἄλλο. Τὰ δέκα δὲ πρὸς τὰ πέντε μὲν εἴρηται διπλάσια· πρός τ’ ἄλλα δὲ οὐ διπλάσια. ζ. Τέταρτος τρόπος ὁ παρὰ τὸ ἑπόμενον· οἷον, Δημόκριτος φεύγει πρὸς ἔρημον· ὁ φεύγων πρὸς ἔρημον μαίνεται· Δημόκριτος ἄρα μαίνεται. Λέγεται δὲ παρὰ τὸ ἑπόμενον, ἐπείπερ ἕπεται τῷ μαινομένῳ τὸ φεύγειν πρὸς ἔρημον· πλὴν οὐκ ἀντιστρέφει.
Οὐ γὰρ εἴ τις φεύγει πρὸς ἔρημον, ἤδη καὶ μαίνεται· ἀλλ’ ἔστιν ὃς τῶν ἀνθρωπίνων πραγμάτων ὑπερφρονήσας ἀταραξίαν καὶ ἡσυχίαν ζητεῖ, καὶ διὰ τοῦτο πρὸς τόπους ἀπηλλαγμένους θορύβων ἀναχωρεῖ· καθὼς καὶ ὁ ἰατρὸς Ἱπποκράτης ὁ Κῶος ἐπέστησε ἀκούσας ὅτι Δημόκριτος ἐμάνη καὶ πρὸς ἔρημον ἀνεχώρησε. η. Πέμπτος τρόπος παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ, ἤγουν τὸ προκείμενον εἰς δεῖξιν τιθέναι ὥσπερ ὁμολογούμενον· οἷον, πρόκειται εἰς δεῖξιν τὸ τὴν ψυχὴν εἶναι ἀθάνατον. Τοῦτό ἐστι τὸ ἐν ἀρχῇ, τὸ προηγούμενον, δι’ ὃ γίνεται ὁ συλλογισμός.
Εἴ τις οὖν εἴποι, ὅτι Ἡ ψυχὴ ἄφθαρτος· τὸ ἄφθαρτον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος· οὗτος αἰτεῖται καὶ λαμβάνει τὸ ἐν ἀρχῇ τὸ ζητούμενον. Οὐδὲ γὰρ διενήνοχε τοῦ ἀθανάτου κατὰ τὴν σημασίαν τὸ ἄφθαρτον, εἰ μὴ κατὰ μόνην τὴν προφοράν.
Ταυτὸ γὰρ κατὰ τὴν ἔννοιαν ἀθάνατόν τε καὶ ἄφθαρτον. Ὅθεν ὁ οὕτω συλλογιζόμενος δείκνυσιν οὐδέν, ἀλλὰ τὸ ἐν ἀρχῇ τὸ ζητούμενον αἰτεῖται καὶ λαμβάνει χωρὶς ἀποδείξεως. θ. Ἔκτος τρόπος παρὰ τὸ τιθέναι τὸ μὴ αἴτιον ὡς αἴτιον. Γίνεται δὲ τὸ τοιοῦτον ἐν τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς. Οἷον, εἴ τινος εἰπόντος. Παντὶ γελαστικῷ ὑπάρχει τὸ λογικόν, ἕτερος ἐντεῦθεν δῆθεν, εἰς ἀδύνατον ἀπάγων τὸν λόγον, ἐρεῖ· Εἰ τὸ λογικὸν παντὶ γελαστικῷ· τὸ γελαστικὸν παντὶ πιθήκῳ· τὸ λογικὸν ἄρα πιθήκῳ παντὶ διὰ τὴν ὑπόθεσιν· ὅπερ ἀδύνατον. Ὡς αἴτιον ἐνταυθοῖ τέθειται τὸ μὴ αἴτιον. Οὐδὲ γὰρ τὸ εἶναι παντὶ γελαστικῷ τὸ λογικὸν τοῦτο γὰρ ἦν ἡ ὑπόθεσις τοῦ ἀδυνάτου γέγονεν αἴτιον· μὴ παρὰ τοῦτο συμβέβηκεν ἡ εἰς ἀδύνατον ἀπαγωγή, ἀλλὰ παρὰ τὸ ὑπάρχειν πιθήκῳ παντὶ τὸ γελαστικόν. Τοῦτο γὰρ ψεῦδος ὄν, εἰσήγαγε τὸ ἀδύνατον· ἐπείπερ οὐδεὶς πίθηκος ταῖς ἀληθείαις γελᾷ, εἰ καὶ ἴσως γελᾷν σχηματίζηται, ζῶον ὑπάρχον μιμητικόν. ι. Ἕβδομος τρόπος καὶ ὕστατος ὁ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν· οἷον, Σωκράτης διδάσκει Πλάτωνα καὶ Ἀριστοτέλην· Πλάτων καὶ Ἀριστοτέλης ἄνθρωπός ἐστι· Σωκράτης ἄρα διδάσκει ἄνθρωπον, ἀλλ’ οὐκ ἀνθρώπους. Ἐνταῦθα πλείω τὰ ἠρωτημένα ὑπάρχοντα γεγόνασιν ἕν. Ἕκαστον δὲ τῶν ὑποκειμένων ἰδίας δεῖται τῆς ἐρωτήσεως. Ἄλλος μὲν γὰρ ὁ περὶ Πλάτωνος λόγος· ὁ δὲ περὶ Ἀριστοτέλους ἕτερος.
Συμμιγῶς τοίνυν τὰ διάφορα ὑποκείμενα ἐρωτηθέντα ὡς ἕν, τὸν σοφισμὸν συνεστήσαντο.
Σχῆμα κεφαλ. λη, περὶ τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων. Τὰ ἐκτὸς τῆς λέξεως παρὰ τὸ συμβεβηκός· σοφίσματα παρὰ τὸ πῆ καὶ ἁπλῶς· παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν· παρὰ τὸ ἑπόμενον· παρὰ τό, τὸ ἐν ἀρχῇ αἰτεῖσθαι· παρὰ τὸ τιθέναι τὸ μὴ αἴτιον ὡς αἴτιον· παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν.
ΚΕΦΑΛ. ΛΘ. Περὶ ἐλέγχου, καὶ ὅτι πάντες οἱ παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται. α. Ἔλεγχός ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς μὴ ὀνόματος, ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου. ἀλλὰ τοῦ αὐτοῦ, ἐκ τῶν δοθέντων ἐξ ἀνάγκης μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτό, καὶ ὡσαύτως, καὶ ἐν τῷ αὐτῷ χρόνῳ. β. Τοίνυν εἰ μέλλει τις μὴ καλῶς λέγοντα τὸν προσδιαλεγόμενον ἀνελέγχειν, ὀφείλει τὸ ἀντικείμενον συνάγειν, οὗπερ ἂν ὁ προσδιαλεγόμενος ἀποφαίνοιτο τοῦτο γάρ ἐστιν ἡ ἀντίφασις. γ. Συνάγειν δὲ τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνός, οὐ μὴν ἐπ’ ἄλλου καὶ ἄλλου. Τὸ γάρ, εἰπόντος τινὸς τὸν Ἀριστοτέλην τεχνολογεῖν, ἕτερον εἰρηκέναι τὸν Πλάτωνα μὴ τεχνολογεῖν, οὐκ ἔστιν ἔλεγχος.
Διὰ τοῦτό φησιν ὁ ὁρισμὸς ἀντίφασιν τοῦ αὐτοῦ καὶ ἑνὸς εἶναι τὸν ἔλεγχον. δ. Μὴ ὀνόματος δέ, ἀλλὰ πράγματος, τουτέστι μὴ μόνον ὀνόματος, ἀλλὰ καὶ πράγματος. Εἰ γὰρ ἓν μὲν ὑπάρχει τοὔνομα, διάφορα δὲ τὰ ὑπ’ αὐτοῦ δηλούμενα πράγματα, καὶ ὁ μὲν ἐπ’ ἄλλου σημαινομένου δοίη τὸν λόγον, ὁ δ’ ἐφ’ ἑτέρου ποιήσοιτο τὴν ἀντίφασιν, οὐ γίνεται ἔλεγχος. ε. Ἀλλ’ οὐδὲ τοῦ συνωνύμου ὀνόματος ἡ ἀντίφασις ἔλεγχός ἐστι. Τὸ γὰρ εἰπεῖν, Ζῶον περιπατεῖ, ζῶον οὐ περιπατεῖ, καὶ ἄμφω γε ἀληθῆ. Ἔλεγχος οὖν ἐστιν ἡ τοῦ αὐτοῦ καὶ ἑνὸς ὀνόματός τε καὶ πράγματος ἀντίφασις.
ϛ. Ἐκ τῶν δοθέντων ἐξ ἀνάγκης συναγομένη, καὶ οὐκ ἐξ ἑτέρων τινῶν. ζ. Μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, τουτέστι, δι’ ἑτέρου ὀνόματος λαμβανομένου τοῦ ζητήματος ἀντὶ προτάσεως εἰς τὸν λόγον τῆς ἀποδείξεως.
Τοῦτο γὰρ ὑπάρχει τὸ ἐν ἀρχῇ. η. Καὶ κατὰ τὸ αὐτὸ δὲ χρή, μὴ μέντοι κατ’ ἄλλο καὶ ἄλλο μέρος τοῦ ὑποκειμένου γίνεσθαι τὴν ἀντίφασιν. Εἰ γὰρ τὸ αὐτὸ ξύλον κατὰ μὲν τὸ μῆκος λέγοιτο δίπηχυ, κατὰ δὲ τὸ πλάτος οὐ δίπηχυ· καὶ Αἰθίοψ κατὰ μὲν τὴν τοῦ σώματος ἐπιφάνειαν μέλας, κατὰ δὲ τοὺς ὀδόντας οὐ μέλας, οὐδ’ οὕτως γίνεται ἔλεγχος. θ. Καὶ πρὸς αὐτὸ δὲ μὴ μέντοι πρὸς ἄλλο δεῖ ἀντιφάσκειν. Οὐδὲ γὰρ ἐλέγχειν ἐστὶ τὸ τὸν δέκα λέγειν πρὸς τὸν πέντε διπλάσιον, οὐ διπλάσιον δὲ πρὸς ἕτερον ἀριθμόν. ι. Οὐ μόνον δὲ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ τελεῖσθαι χρὴ τὴν ἀντίφασιν, ἀλλὰ καὶ ὡσαύτως, καὶ ἐν τῷ αὐτῷ χρόνῳ. Ὡσαύτως μέν, ἵνα μὴ λέγωμεν τὸ βρέφος γραμματικόν τε καὶ οὐ γραμματικόν· ἢ τὸν κοιμώμενον ὁρῶντα καὶ οὐχ ὁρῶντα, τὸ μὲν κατὰ τὸ δυνάμει, τὸ δὲ κατὰ τὸ ἐνεργείᾳ λαμβάνοντες· ἐν τῷ αὐτῷ δὲ χρόνῳ, ἵνα μὴ τὸν αὐτὸν ἄνθρωπον λέγωμεν κατ’ ἄλλον μὲν χρόνον φαῦλον, κατ’ ἄλλον δὲ πάλιν χρόνον οὐ φαῦλον. ια. Ταῦτα πάντα χρεὼν εἰδέναι τὸν μή τ’ ἀπατᾶσθαι, καὶ τοὺς ἀπατῶντας ἐλέγχειν βουλόμενον. ιβ. Ἐντεῦθεν δῆλόν ἐστιν, ὡς οἱ παραλογισμοὶ πάντες εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναφέρονται. ψευδεῖς τινες ὄντες ἔλεγχοι καὶ ἀπατηλοί, καὶ διὰ τοῦτο σοφιστικοὶ καλούμενοι ἔλεγχοι, ὡς χρωμένων τούτοις τῶν σοφιστῶν, τῶν μηδὲν ἄλλο ἐσπουδακότων.
ἢ τοιούτοις κεχρωματισμένοις συλλογισμοῖς τὸν προσδιαλεγόμενον ἀπατᾷν. ιγ. Εἰ τοίνυν ὁ ἀληθὴς ἔλεγχος ἀντίφασίς ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς μὴ μόνον ὀνόματος, ἀλλὰ καὶ πράγματος· ὁ τοῦτο εἰδὼς οὐκ ἂν παρασυρείη τοῖς παρὰ τὴν λέξιν σοφίσμασιν. ιδ. Ἥ τε γὰρ ὁμωνυμία διάφορα εἰσάγει τὰ πράγματα διὰ τῆς διαφόρου σημασίας τοῦ ὀνόματος. ιε. Καὶ ἡ ἀμφιβολία διὰ τοῦ λόγου καὶ τῆς συντάξεως τὸ μονοειδὲς οὐκ ἐχόντων οὐ περὶ ἓν καταγίνεται.
ιϛ. Καὶ ἡ σύνθεσις δὲ καὶ ἡ διαίρεσις ἄλλα μὲν συντεθειμένως, ἄλλα δὲ διῃρημένως δηλοῦσι πράγματα. Δεῖ δ’ ἐπὶ τοῦ κυρίως ἐλέγχου τὸ αὐτὸ καὶ ἓν δηλοῦσθαι παντοίως καὶ χωρὶς καὶ μετὰ συνθέσεως. ιζ. Ἡ δὲ προσῳδία, πρὸς τῷ διαφόρους φέρειν τὰς σημασίας, οὐδὲ τοὔνομα φυλάσσει τὸ αὐτὸ καὶ ἓν κατὰ πάντα. ιη. Καὶ ὁ τῆς λέξεως δὲ σχηματισμὸς τῶν πραγμάτων ἐναλλάττει τὴν δήλωσιν. ιθ. Κἀντεῦθεν οὐκ ἔστιν εὑρεῖν ἐν οὐδενὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων τὸ αὐτὸ καὶ ἓν ὄνομά τε καὶ πρᾶγμα, καθὼς ὁ τοῦ ἀληθοῦς ἐλέγχου λόγος ἀπαιτεῖ. κ. Ποῦ δ’ ἕξει χώραν καὶ ὁ τὰ πλείω ἐρωτήματα ποιῶν ἕν, ἵνα καὶ πρὸς τοὺς ἔξω τῆς λέξεως ἴδωμεν σοφισμούς, εἴπερ ὁ ἔλεγχος ἑνὸς καὶ μόνου πράγματός τε καὶ ὀνόματος, ἀλλ’ οὐ διαφόρων ἀντίφασιν συλλογίζεται; κα. Πῶς δ’ ἂν ὁ παρὰ τὸ πῆ καὶ ἁπλῶς παραλογισμὸς μετὰ τοῦ ἐλέγχου ταχθείη, μὴ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος συλλογιζόμενος τὴν ἀντίφασιν; κβ. Εἰ δὲ κἀκ τῶν δοθέντων ἐξ ἀνάγκης ὁ ἔλεγχος γίνεται, πάντως ὁ μὴ ἐκ τῶν δοθέντων ἐξ ἀνάγκης οὐκ ἔλεγχος· ὁποῖος ὁ τὸ μὴ αἴτιον τιθεὶς ὡς αἴτιον. κγ. Ὁ δὲ παρὰ τὸ συμβεβηκός, καὶ ὁ παρὰ τὸ ἑπόμενον, εἰ καὶ δοκοῦσι συμπεραίνειν ἐκ τῶν δοθέντων, ἀλλ’ οὐ συμπεραίνουσιν ἐξ ἀνάγκης οὐδ’ αὐτοί.
Οὐδὲ γὰρ ὅσα μὴ κατ’ οὐσίαν ὑπάρχει τῷ κατηγορουμένῳ, ταῦτ’ ἀνάγκη τοῦ ὑποκειμένου κατηγορεῖσθαι· ὅθεν τοῦ συμβεβηκότος οὐκ ἔστι συλλογισμός. Μέρος δὲ τοῦ παρὰ τὸ συμβεβηκὸς καὶ ὁ παρὰ τὸ ἑπόμενον, μόνῳ διαλλάττων τῷ λαμβάνειν τὴν μείζω πρότασιν ἐκ διεψευσμένης ἀντιστροφῆς.
Οὐδ’ ὁ παρὰ τὸ ἑπόμενον ἄρα συλλογισμός, ὥσπερ οὐδ’ ὁ παρὰ τὸ συμβεβηκός· οὐδεὶς γὰρ ἔχει τὸ ἐξ ἀνάγκης. Οὔτε γάρ, εἰ ὁ ἄνθρωπος ζῶον, τὸ δὲ ζῶον δισύλλαβον, ἀνάγκη τὸν ἄνθρωπον εἶναι δισύλλαβον· ἐπεὶ μηδὲ τῷ ζώῳ πρόσεστιν οὐσιωδῶς τὸ δισύλλαβον, ἵνα καὶ κατὰ τοῦ ἀνθρώπου λεχθείη ζώου τυγχάνοντος. Οὔτ’ αὖθις εἰ ὁ μαινόμενος φεύγει πρὸς ἔρημον, ἀληθὴς δήπου καὶ ἡ ἀντιστροφή, τό, τὸν φεύγοντα πρὸς ἔρημον ἤδη καὶ μαίνεσθαι.
Οὐδὲ γάρ ἐστιν οὐκ ἔστι τῷ διὰ φιλοσοφίαν ζητοῦντι τὰς ἐρήμους τὸ μαίνεσθαι, τοὐναντίον μενοῦνγε μᾶλλον τὸ σωφρονεῖν. Διὰ ταῦτ’ ἄρα τῷ τοῦ ἐλέγχου ὅρῳ τὸ ἐξ ἀνάγκης προσκείμενον ἀναγκαίως ἀποτρέπει τούς τε τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέντας, τοὺς παρὰ τὸ συμβεβηκός, καὶ τοὺς παρὰ τὸ ἑπόμενον σοφισμούς. κδ. Τοὺς δὲ τὸ ἐν ἀρχῇ αἰτοῦντας ἀκροβολίζει τὸ μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ. κε. Καὶ ἄλλως δ’ ἂν ἴσως ἐκ διαφόρων μερῶν τοῦ τὸν ἀληθῆ δηλοῦντος ἔλεγχον ὁρισμοῦ, μὴ ὄντας ἐλέγχους ἀπελέγξοι τοὺς σοφιστικοὺς ὁ ἐξεταστικός.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.