Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Λόγοι περὶ τοῦ τέλους τῆς ζωῆς

Νικηφόρος Βλεμμύδης

Θεία πρόγνωση, αυτεξούσιο και το απρόοπτο του θανάτου

Διασαφήνιση της σχέσης μεταξύ της ανθρώπινης ελευθερίας, της θείας πρόγνωσης και της θείας δικαιοσύνης, με ιδιαίτερη αναφορά στα αίτια θανάτου των νηπίων και το απροσδιόριστο της ώρας του τέλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 6 από 8

Ἀλλὰ ταῦτα μὲν τὰ τῶν ἀντιλεγόντων προβλήματα, ἡμεῖς δὲ πάλιν τῷ λόγῳ τῆς ἀληθείας ἑπόμενοι, εἴ τι γρῖφον ἐν τούτοις, πειρασόμεθα μεταγαγεῖν πρὸς τὸ εὔληπτον· οὕτω γὰρ μᾶλλον ἀόριστον εἶναι τοῖς ἐπὶ μέρους τὴν ζωὴν ἀποδείξομεν. Ἐννόησον, φησίν, ὅτι ὁ πλάσας καὶ ψυχώσας ἡμᾶς θεὸς ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τοῦ βίου διαγωγήν, τουτέστιν ὁ ἐκ γῆς τὸ ἡμέτερον διαπλάσας σῶμα θεὸς ψυχήν τε λογικὴν καὶ νοερὰν διὰ τοῦ οἰκείου ἐμφυσήματος δοὺς ἡμῖν αὐτεξουσίους ἡμᾶς ἀπειργάσατο καὶ ἑκάστῃ ψυχῇ ἰδίαν αἱρετὴν αὐτῇ ἐδωρήσατο βίου διαγωγὴν κατὰ τὸν τῆς αὐτεξουσιότητος λόγον. Εἰ γὰρ οὐκ ἔστιν ἐφ’ ἡμῖν τὸ ἰδίαν ἐκλέγεσθαι βίου διαγωγὴν τό τε πρὸς ἀρετὴν ἀπευθύνεσθαι τό τε πρὸς κακίαν πλαγιάζειν, ἀναιρεῖται πάντως τὸ αὐτεξούσιον, ὅπερ θεὸς ἡμῖν ὥσπερ τι ἐξαίρετον δώρημα ἐχαρίσατο. Τοίνυν ἑκάστῃ ψυχῇ ὡς αὐτεξουσίῳ ἔδωκεν ὁ θεὸς βίου διαγωγὴν ἰδίαν, αὐθαίρετον αὐτῇ καὶ ἀβίαστον· καὶ ἄλλοις ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου κατὰ τὴν ἑκάστου διαγωγὴν καὶ εἴτε ἀρετῆς εἴτε κακίας ἀντίληψιν καὶ τὸν θάνατον ἐπήγαγεν ὁ σοφὸς καὶ δίκαιος θεός· σοφὸς μὲν γάρ ἐστιν ὡς πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν, δίκαιος δὲ ὡς ἀξίας ταῖς πράξεσιν ἐπιφέρων τὰς δίκας.

Εἰ δέ τις ἐρεῖ τῇ θείᾳ προγνώσει ἀναγκαίως ἀκολουθεῖν τὸν προορισμόν, ἐπιστομισθήσεται τῷ σοφῷ Ἰωάννῃ τῷ ἐκ τῆς Δαμασκοῦ, Χρὴ γινώσκειν, λέγοντι, ὅτι πάντα μὲν προγινώσκει ὁ θεός, οὐ πάντα δὲ προορίζει. Προεγίνωσκε γάρ, ὡς αὐτός φησι, καὶ τὴν παράβασιν τοῦ Ἀδὰμ ὁ θεός, οὐ προώρισε δὲ αὐτὴν ὁ θεός· οὐ μὴν ἀλλ’ οὐδὲ πρὸ τῆς παραβάσεως θνητὸν αὐτὸν ἀπετέλεσεν ὥσπερ αὖθις οὐδὲ ἀθάνατον. Εἰ γὰρ ἦν τὸ συντρέχειν τῇ θείᾳ προγνώσει τὸν προορισμόν, προγινώσκων ὁ θεὸς τὴν τοῦ πρωτοπλάστου παράβασιν ἄρ’ ἂν καὶ θνητὸν αὐτὸν εὐθὺς ἀπειργάσατο καὶ τῇ μελλούσῃ ἁμαρτίᾳ τὸ ἐπιτίμιον προωρίσατο· ὃ ποίαν οὐχ ὑπερβαίνει βλασφημίας ὑπερβολήν; Προγινώσκει μὲν οὖν ὁ θεός, ὁποῖοι ἄρα ἐσόμεθα, οὐ προορίζει δὲ τοῦτο μὴ θέλων τὴν κακίαν γίνεσθαι μήτε τὴν ἀρετὴν βιαζόμενος, ὡς ἡ θεόπνευστος γραφὴ μαρτυρεῖ· δίδωσι δὲ ἡμῖν ὡς αὐτεξουσίοις ἄνετον καὶ ἐλευθέραν ζωὴν καὶ κατὰ τὰς βουλὰς ἡμῶν καὶ τὰς πράξεις καὶ τὸν χρόνον ταύτης ἐπιμετρεῖ.

Εἰ δέ τις πάλιν ἐρεῖ· Καὶ διὰ τί τοῖς νηπίοις ὁ θάνατος ἄωρος; Ποία γὰρ ἁμαρτία τῶν τοιούτων κρατεῖ;, ἐπιστομισθήσεται καὶ οὗτος τῷ μεγάλῳ Ἰωάννῃ τῷ χρυσορρήμονι τοιαῦτα περὶ τούτου διδάσκοντι, ὅτι Καὶ παρὰ τὴν τῶν γεννησάντων ἀκρασίαν καὶ παρὰ τὴν τῶν θρεψάντων ῥαθυμίαν καὶ παρὰ τὴν τῶν ἀέρων ἀνωμαλίαν καὶ παρὰ πολλὰ ἕτερα τοιαῦτα φθοροποιὰ καὶ χαλεπὰ συμπτώματα γίνεται θάνατος.

Ἀλλ’ αὖθις ἐπὶ τὸ προτεθὲν ἐπανέλθωμεν. Καὶ ἄλλοις ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου. Ὅρους τοίνυν ἐνταῦθα καλεῖ ὁ πατὴρ τὰ προστάγματα τοῦ θεοῦ, οἷς ἔνεστι τὸ ἑδραῖον ὁμοῦ καὶ πάγιον καὶ ἀμετάπτωτον· καὶ διὰ τοῦτο προσέθετο καὶ τὸ ἔπηξεν, οὐκ εἴρηκε μέντοι προέπηξεν, ἵνα μή τινες ἐκλάβωνται τὴν λέξιν ἐπὶ προορισμοῦ. Εἰπὼν οὖν ἔπηξε τὸ πρόσφατον ἐδήλωσε πρόσταγμα τοῦ θεοῦ, ὅπερ ἀναγκαίως ἐκτελεῖται κατὰ τὸ βούλημα τοῦ προστάσσοντος. Τοιοῦτον τοίνυν ἐστίν, ὅπερ ἐνταῦθά φησι τῆς σοφίας τὸ πέλαγος, ὅτι ὁ πλάσας ἡμᾶς θεός, ἐπειδὴ αὐτεξουσιότητα ἡμῖν ἐχαρίσατο, ἔδωκεν ἐκλέγεσθαι ἰδίαν τοῦ βίου διαγωγὴν καὶ ἄλλοτε ἄλλους τῶν γηγενῶν μεθίστασθαι τῆς παρούσης ζωῆς προσέταξε.

Καὶ τὸν μὲν ἐπὶ πλείω παραμεῖναι τῇ συναφείᾳ τῆς σαρκὸς ᾠκονόμησε, τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος διετάξατο κατὰ τοὺς ἀρρήτους τῆς σοφίας αὐτοῦ καὶ τῆς δικαιοσύνης λόγους· τὸν μὲν ἐναρέτως βιοῦντα καὶ τὸν ἀγαθὸν ἐκδιδάσκοντα, οἷς ἐργάζεται, ἢ ἁμαρτάνοντα μέν, ἐπιστρέψαι δὲ μέλλοντα ἐπὶ πλέον βιώσκειν εὐδόκησεν, ἵν’ ὁ μὲν μιμητὰς πολλοὺς ἀπεργάσηται τῆς θεοφιλοῦς αὐτοῦ πράξεως, ὁ δὲ μεταγνοὺς ἐπαπολαύσῃ τῆς ἀιδίου ζωῆς, ἧς πάντας ἀνθρώπους καταξιωθῆναι θέλει θεὸς ὁ φιλάνθρωπος ὑπὸ τῆς αὐτοῦ ἀγαθότητος εἰς τοῦτο κινούμενος, τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος διετάξατο, ἐκεῖνον ἴσως, ὅστις ἐξ ἀρχῆς ὅλαις ἡνίαις φέρεται πρὸς τὸν τῆς ἀπωλείας κρημνὸν ἢ τὸν ἐναρέτως τὸ φθάσαν βιώσαντα, ὑπεκκλῖναι δὲ πάλιν ἐνθυμηθέντα πρὸς αὐτὸ τῆς κακίας τὸ βάραθρον διὰ τὸ μὴ κακίᾳ τὴν ἑαυτοῦ σύνεσιν μεταλλάξαντα τῆς μακαρίας ζωῆς ἐκπεσεῖν κατὰ τὸ Σολομώντειον λόγιον.

Κατὰ τοὺς ἀρρήτους τῆς σοφίας αὐτοῦ καὶ τῆς δικαιοσύνης λόγους· τοῦτο πρόσκειται, ἐπειδὴ οὐ μόνον, δι’ ἃ φθάσαντες εἴπομεν αἴτια, ὁ μὲν βραχύζωος, ὁ δὲ μακρόβιος γίνεται, ἀλλὰ καὶ δι’ ἄλλ’ ἄττα μυρία, ἅπερ οὐκ ἐξὸν καταμανθάνειν τινί· μόνος γὰρ ἐπίσταται ταῦτα θεός, οὗ καὶ ἀνεξερεύνητα τὰ κρίματα καὶ αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι καὶ οὐδεὶς ἔγνω νοῦν κυρίου· διὰ τοῦτο ἄρρητοι οἱ λόγοι τῆς σοφίας καὶ τῆς δικαιοσύνης αὐτοῦ.

Ὥσπερ οὖν οἱ ταῖς εἱρκταῖς ἐμπίπτοντες οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει τῶν δεσμωτηρίων ἐναποκλείονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσι τῆς κακοπαθείας ἀπαλλαγήν, οὕτω καὶ αἱ ψυχαὶ αἱ μὲν ἐπὶ πολὺ κατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ’ ἔλαττον κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου ἀξίας. Ὅπερ ὁ ἅγιος ἐδήλωσε πρότερον ἀσαφῶς ὅσον πρὸς τὸν ἡμέτερον νοῦν, νῦν διὰ παραβολῆς ἐμφαίνει ἀριδηλότατα· ὥσπερ γὰρ τοῖς συνεχομένοις ἐν εἱρκταῖς καὶ δεσμοῖς ὁ τῆς κακώσεως χρόνος οὐ προωρισμένος ἐστὶ παρὰ τοῦ κρατοῦντος αὐτῶν, αὐτοῦ δὲ μόνη ἡ θέλησις τῆς ἐλευθερίας ἐκείνοις γίνεται πρόξενος, οὕτω καὶ πάλιν ἀνθρώποις οὐ παρὰ θεοῦ προωρίσθησαν αἱ ἡμέραι τῆς αὐτῶν βιοτῆς, ἀλλ’ ἡ παντοδύναμος θεία βουλὴ τοῖς μὲν χαρίζεται τὸ μακρόβιον, τοῖς δὲ ταχύτατον ἐπάγει τὸν θάνατον, ἀξίαν ἐπιφέρουσα τὴν κρίσιν ταῖς βουλαῖς καὶ τοῖς ἔργοις ἡμῶν. Σοφῶς καὶ βαθέως καί, ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώπων, τὰ περὶ ἕκαστον ἡμῶν τοῦ κτίσαντος ἡμᾶς προβλεπομένου εἴτουν ἐποπτεύοντος καὶ καθορῶντος ἐς βάθος τὰ ἐν ταῖς καρδίαις ἡμῶν ἐνθυμήματα καὶ τὰς διανοίας ἐρευνῶντος καὶ τοὺς διαλογισμοὺς ἐξετάζοντος καὶ τὴν κρίσιν ἐκ τούτων ἐπάγοντος.

Ἀλλὰ πάλιν διισχυρίζεται τὸ ἀντίθετον καὶ ἄλλα προτείνεται γραφικά· καὶ Πῶς, φασίν, εἴ γε μὴ ὅρος πέπηκται τῇ ζωῇ τοῖς καθέκαστον, τοιαῦτά φησιν ὁ πολὺς ἐν ἁγίοις Βασίλειος· Μὴ τῇ σεαυτοῦ ἀπολαύσει ἐπιζήτει τὰς περὶ ψυχῶν διατάξεις ἀκολουθεῖν, ἀλλὰ λογίζου περὶ τῶν συναφθέντων κατὰ τὸν βίον, εἶτα θανάτῳ διισταμένων, ὅτι παραπλήσιοί εἰσιν ὁδοιπόροις μίαν ὁδὸν πορευομένοις καὶ διὰ τὴν συνεχῆ μετ’ ἀλλήλων διατριβὴν ἑνωθεῖσιν ὑπὸ τῆς συνηθείας· οἳ ἐπειδὰν τὴν κοινὴν ὁδὸν ὑπεξελθόντες καταλάβωσι λοιπὸν σχιζομένην αὐτὴν τῆς χρείας ἤδη ἀναγκαίως μεριζούσης ἑκάτερον, οὐ τῇ συνηθείᾳ προσκαθεζόμενοι ἀμελοῦσι τῶν προκειμένων, ἀλλὰ τῆς ἐξ ἀρχῆς κινησάσης αὐτοὺς αἰτίας ὑπομνησθέντες πρὸς τὸ οἰκεῖον ἕκαστος ἀποτρέχουσι πέρας. Ὡς οὖν ἐκείνοις ἄλλος μὲν ἦν ὁ σκοπὸς τῆς ὁδοῦ, συνέβη δὲ αὐτοῖς ἡ κατὰ τὴν ὁδοιπορίαν ἐκ τῆς συνηθείας οἰκείωσις, οὕτω καὶ τοῖς ἐν γάμῳ ἢ ἄλλῃ τινὶ κοινωνίᾳ βίου συνημμένοις ἴδιον προέκειτο δηλονότι τῆς ζωῆς τὸ πέρας, συναφθέντας δὲ ἀλλήλοις ἀναγκαίως τὸ προδιατεταγμένον τῆς ζωῆς τέλος ἐχώρισε καὶ διέλυσε;

Σαφῆ εἰσιν, ὦ παρόντες, τοῖς γε νοῦν ἔχουσιν ἐπιστημονικῶς δυνάμενον θεωρεῖν· ἐπειδὴ γὰρ ὁ θεσπέσιος ἄνθρωπος αὐτεξουσίους ἡμᾶς ἀπέδειξεν ἄνωθεν, αἱρουμένους ἰδίαν βίου διαγωγήν, ὁποίαν ἕκαστος βούλεται, ἄξιόν τε ταύτῃ τὸ τέλος ἐφέπεσθαι παρὰ τοῦ δικαίου κριτοῦ παρεδήλωσε, πάλιν περὶ τούτου φιλοσοφεῖ μὴ τῇ ἡμετέρᾳ ἀπολαύσει θέλων ἡμᾶς ἀκολούθους τὰς περὶ ψυχῶν διατάξεις ἐπιζητεῖν καὶ διὰ τοῦτο δυσχεραίνειν, εἴπερ οἱ ὁμόζυγες τῷ θανάτῳ διίστανται καὶ ὁ μὲν ἴσως ὀλίγον χρόνον βιοὺς οἴχεται, ὁ δὲ τῇ ἐνταῦθα ζωῇ ἐπιλείπεται, ἀλλὰ τοὺς ὁμοβίους λογίζεσθαι ὁδοιπόρους μίαν πορευομένους ὁδὸν καὶ διὰ τὴν ὁδοιπορίαν ἀλλήλων οἰκειωθέντες, οἵτινες, ὁπότε τὴν κοινὴν ὁδὸν διανύσαντες εὕροιεν διῃρημένην αὐτήν, ἐπιλαθόμενοι τῆς ἐκ τῆς συνηθείας οἰκειότητος διακρίνονται ἀπ’ ἀλλήλων καὶ πρὸς τὸν οἰκεῖον σκοπὸν ἕκαστος ἀπευθύνεται.

Οὕτω γὰρ οἱ ὁπωσδήποτε κοινὸν τὸν παρόντα βίον ἑλόμενοι οὐ διὰ τὴν τοῦ βίου κοινωνίαν ὁμοίαν ἤδη καὶ τὴν τῆς ζωῆς ποιοῦνται κατάλυσιν, ἀλλ’ ἕκαστος τέλος εὑρίσκει ταῖς βουλαῖς αὐτοῦ καὶ τοῖς ἔργοις κατάλληλον, καθὼς οἶδεν ὁ πάντα γινώσκων μόνος θεός, ὁ καὶ καρδίας ἐτάζων καὶ νεφροὺς ἐρευνῶν καὶ πᾶσιν ἀξίας τὰς ἀποδόσεις ποιούμενος, τοῖς μὲν ἐνταυθοῖ μόνον ἐν τῷ παρόντι προσκαίρῳ βίῳ, τοῖς δ’ αὖθις ἐν τῷ μέλλοντι αἰῶνι τῷ ἀτελευτήτῳ καὶ μένοντι, τοῖς δὲ ἴσως καὶ ἐν ἀμφοτέροις, ὅπως ἄξιοι καθεστήκασιν, εἴτε βραβείων εἴτε κολάσεως. Ὅταν οὖν ἀκούητε, ὅτι τοῖς συνημμένοις ἐν ὁποιᾳδήτινι κοινωνίᾳ τοῦ βίου τῆς ζωῆς τὸ τέλος ἴδιον πρόκειται, ἐννοεῖτε, ὅτι, ἐπειδήπερ ἰδίαν ἕκαστος εἵλετο βίου διαγωγὴν κατὰ τὸν τῆς αὐτεξουσιότητος λόγον, ἴδιον ἕξει καὶ τὸ τέλος τῶν αὐτῷ βουληθέντων καὶ πραχθέντων ἐπάξιον κατὰ δικαιοσύνην θείαν ἢ κατὰ πρόνοιαν ἀνωτέραν τῆς ἀνθρωπικῆς καταλήψεως. Ὅταν δὲ πάλιν τὸ προδιατεταγμένον τέλος ἀναγκαίως διιστᾶν τοὺς ὁμοζύγους ἀπ’ ἀλλήλων διδάσκησθε, προδιατεταγμένον τέλος τὸν θάνατον εἶναι μανθάνετε, τὸ ἀρχαῖον κατάκριμα, τὸ κοινὸν ἐπιτίμιον, ὅπερ ἡμῖν ἐπεισήγαγεν ἡ τοῦ πρώτου ἀνθρώπου παρακοή· ἀναγκαῖον δὲ εἴρηται τὸ τῆς ζωῆς τέλος διὰ τὸ μὴ δύνασθαί τινα τῶν γηγενῶν τοῦτο διαφυγεῖν· οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδείς, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον.

Ἔστι μὲν οὖν καὶ ἐκ πολλῶν ἑτέρων λογίων τοῦ θεοφόρου πατρὸς Βασιλείου καταμαθεῖν τῆς ζωῆς ἡμῶν τὸ ἀόριστον εἴτουν ἀπροόριστον, οὐκ ἔλαττον δὲ κἀκ τούτων τῶν παραβολιμαίων ῥητῶν τοῦ πατρός, ἅπερ ὑμεῖς οἱ ἀντιθετοῦντες προὐτείνατε κρατύνειν ἐν τούτοις τὴν οἰκείαν δόξαν οἰόμενοι· τοιαύτην γὰρ ἐν τούτοις ἐπιβλέπω τὴν ἔννοιαν, ὅτι, καθάπερ οἱ ὁδοιποροῦντες ἀβίαστον ποιοῦνται τὴν βάδισιν καὶ τὸ πέρας τῆς πορείας ὑπάρχει τούτοις αὐθαίρετον—ἔξεστι γὰρ αὐτοῖς, εἴπερ ἂν ἐθελήσειαν, ἐπιστρέφεσθαι πρὸς ἄλλας ὁδοὺς καὶ πρὸς ἑτέρους σκοποὺς ἀποτείνεσθαι—οὕτω δὴ καὶ τῶν ψυχῶν ἑκάστη ἰδίαν ἐκλέγεται βίου διαγωγὴν καὶ ἢ πρὸς ἀρετὴν ἀπευθύνεται ἢ πρὸς κακίαν ἐκκλίνει ἑαυτήν· ὧν ἑκατέρων τὸ μέτρον—οὐ πρὸς ἀλλήλας ἄρτι λέγω τοῦτο γὰρ ἐμφανές, ἀλλὰ πρὸς ἑαυτάς—πολὺ καὶ ποικίλον ἐστὶ καὶ διάφορον.

Τοίνυν εὑρήσει καὶ τὴν μετάστασιν τῆς αὐτῆς πολιτείας ἀνάλογον· ἐπείπερ, εἰ τὴν προτέραν ἐάσασα πρὸς ἑτέραν ἐπιστραφῇ, ὅπερ ἐπὶ πολλῶν ἐγὼ θεωρῶ, εὑρήσει κατάλληλον τὴν διάζευξιν τῇ δευτέρᾳ διαγωγῇ· οὕτω γὰρ καὶ ὁ ἁμαρτωλὸς ἐπιστραφεὶς κατὰ τὸν προφήτην Δαυὶδ σὺν τῇ μελλούσῃ καὶ τὴν παροῦσαν ὡραίαν κερδαίνει ζωήν, μένων δὲ ἀνεπίστροφος τῆς μακαρίας μὲν ἐκείνης ἐς τέλεον ἐκδιώκεται, τῆς ἐνταῦθα δὲ βιοτῆς δεδικαιωμένος ἁρπάζεται μετὰ πολλὴν τὴν ἐπ’ αὐτῷ θείαν φιλανθρωπίαν τε καὶ μακροθυμίαν. Οὕτω δὲ καί, εἴπερ ἐπήκοοι γενόμεθα τῷ θείῳ θελήματι, καθώς φησιν Ἡσαΐας, τὰ ἀγαθὰ τῆς γῆς φάγωμεν· εἰ δὲ παραβάται φανῶμεν τῶν θεϊκῶν ἐντολῶν, μαχαίρας ἐσόμεθα παρανάλωμα· ἡ μάχαιρα τὸ ὀξύτατον τοῦ θανάτου δηλοῖ· οὗπερ καὶ Δαυὶδ λυτρωθῆναι τὸν θεὸν δυσωπεῖ Μὴ ἁρπάσῃς, κύριε, λέγων, τὴν ψυχήν μου ὡς λέων, παραιτούμενος δι’ εὐχῆς τὸ ταχύτατον τοῦ θανάτου καὶ βίαιον.