Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Περὶ θεολογίας

Νικηφόρος Βλεμμύδης

Το μυστήριο των θείων υποστάσεων και η συνοδική παράδοση

Πατερική προσέγγιση της άχρονης γέννησης του Υιού και της εκπόρευσης του Αγίου Πνεύματος, με προτροπή σε αποφυγή των θεολογικών ακροτήτων και συμμόρφωση προς τις Οικουμενικές Συνόδους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 3 από 5

Ἐντεῦθεν οὖν κατὰ τῶν πικρῶν τούτων τῆς Θεότητος λογιστῶν, ὁ ἐν θεολογίᾳ μέγας Γρηγόριος εἰς τὸ Χριστὸς γεννᾶται οὑτωσὶ διεξιὼν λέγει· Οἷα πάσχει καὶ νῦν ὁ Λόγος. Ὑπὸ μὲν τῶν ὡς Θεὸς τιμᾶται καὶ συναλείφεται· ὑπὸ δὲ τῶν ὡς σὰρξ ἀτιμάζεται καὶ χωρίζεται. Τίσιν ὀργισθῇ πλέον; Μᾶλλον δὲ τίσιν ἀφῇ; Τοῖς συναιροῦσι κακῶς ἢ τοῖς τέμνουσι; Καὶ γὰρ κἀκείνους διαιρεῖν ἔδει καὶ τούτους συνάπτειν, τοὺς μὲν τῷ ἀριθμῷ, τοὺς δὲ τῇ θεότητι. Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ κατὰ τῶν τολμησάντων ἢ καὶ τολμᾶν μελλόντων προσθήκην ἢ ὕφεσιν ἤγουν ὑπερβολὴν καὶ ἔλλειψιν εἰς Θεὸν ὅλως συνάπτειν, ἐπεὶ ἐναντιότης οὐκ ἔστιν ἐν αὐτῷ ἀλλ’ οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον εὑρίσκεται, τοιαῦτα φιλοσοφῶν λέγει· Ταῦτά μοι περὶ Θεοῦ πεφιλοσοφείσθω τὰ νῦν. Οὐδὲ γὰρ ὑπὲρ ταῦτα καιρός, ὅτι μὴ θεολογία τὸ προκείμενον ἡμῖν, ἀλλ’ οἰκονομία. Θεοῦ δὲ ὅταν εἴπω, λέγω Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος δεχομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν, οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν, ἢ διὰ τὴν μοναρχίαν ἰουδαΐζοντες ἢ διὰ τὴν ἀφθονίαν ἑλληνίζοντες. Τὸ γὰρ κακὸν ἐν ἀμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκεται. Ἐναντίον γάρ ἐστι, φησί, τὸ ἓν πρὸς τὸ πλῆθος, καὶ ἔμπαλιν τὸ πλῆθος πρὸς τὸ ἕν.

Εἶπε δὲ τοῦτο ὁ θεολόγος διότι οἶδεν ὅτι τῶν ἀμέσων ἐναντίων, τοῦ ἑτέρου φευκτοῦ ὄντος ὡς κακοῦ, τὸ ἕτερον αἱρετὸν πάντως ὡς ἀγαθόν· ἐν δὲ τοῖς ἐμμέσοις, ἀμφότερα τὰ ἄκρα ἐστὶ φευκτὰ ὡς ὑπερβολὴ καὶ ἔλλειψις, οἷον ἀκολασία καὶ ἠλιθιότης, μόνης αἱρετῆς οὔσης τῆς σωφροσύνης ὡς μεσότητος. Καὶ ἐνταῦθα ἐναντιοῦται ἀλλήλοις ἑλληνισμὸς καὶ ἰουδαϊσμὸς καὶ ψέγονται ὡς ὑπερβολὴ καὶ ἔλλειψις, ὁ δὲ χριστιανισμὸς ὡς μεσότης ἐπαινεῖται.

Καὶ ὁ τὰ θεῖα σοφὸς μέγας Βασίλειος ἐν τῷ Εἰς τὴν θείαν γέννησιν τοῦ Σωτῆρος ἡμῶν λόγῳ αὐτοῦ τοιάδε φιλοσοφῶν λέγει· Χριστοῦ γέννησις ἡ μὲν οἰκεία καὶ πρώτη καὶ ἀΐδιος αὐτοῦ τῆς θεότητος σιωπῇ τιμάσθω· μᾶλλον δὲ καὶ ταῖς ἐννοίαις ἡμῶν μὴ ζητεῖν ἐκεῖνα μηδὲ πολυπραγμονεῖν ἐπιτάξωμεν. Ὅπου γὰρ οὐ χρόνος, οὐκ αἰὼν ἐμεσίτευσεν, οὐ τρόπος ἐπινενόηται, οὐ θεατὴς παρῆν, οὐχ ὁ διηγούμενός ἐστι, πῶς φαντασθῇ ὁ νοῦς; Πῶς ὑπηρετήσει ταῖς διανοίαις ἡ γλώσσα; Ἀλλὰ Πατὴρ μὲν ἦν, καὶ Υἱὸς ἐγεννήθη. Μὴ εἴπῃς·

Πότε; Ἀλλὰ παράδραμε τὸ ἐρώτημα. Μὴ ἐπιζητήσῃς τὸ πῶς· ἀδύνατος γὰρ ἡ ἀπόκρισις. Τὸ μὲν γὰρ πότε, χρονικόν· τὸ δὲ πῶς, ὄλισθον ἐμποιεῖ πρὸς τοὺς σωματικοὺς τρόπους. Καὶ ταῦτα μὲν τοῦ θείου πατρὸς ἡμῶν καὶ οὕτως· ἡ δὲ φιλομαθεστάτη ἁγία βασιλεία σου ἀκριβῶς ἰδοῦσα ὡς τρόφιμος οὖσα τῶν θείων λογίων τὸ ὅτι περὶ τοιούτων ἐξετάζειν καὶ λίαν ἐστὶ τολμηρόν, τὸ δὲ οἴκοθεν ἐπὶ τούτοις ἀποφάσεις ποιεῖν, πολλῷ τολμηρότατον, εἴ γε καὶ μᾶλλον ἐπισφαλεῖς εἰσί, καθὰ φησὶ Σολομών, αἱ τῶν ἀνθρώπων ἐπίνοιαι.

Ταύτῃ τοι καὶ τὸν χρυσορρήμονα Ἰωάννην ἐνταῦθα παράγω τῇ ἁγίᾳ βασιλείᾳ σου ἀξιόπιστον μάρτυρα διεξιόντα τέως, ἐν τῷ Περὶ ἀκαταλήπτου πέμπτῳ λόγῳ αὐτοῦ, πῶς τε τὸν Υἱὸν οἶδεν ὁ Πατὴρ καὶ πῶς αὖθις οἶδε τὸν Πατέρα ὁ Υἱός. Ἐκ τούτου γάρ, ὡς οἶμαι, καὶ ὁδηγούμενος, δέσποτά μου ἅγιε, ἔστι πρὸς οἵαν δή τινα τοῦ ζητουμένου κατάληψιν· πρόσχες οὖν. Λέγει γάρ· Οὐδεὶς οἶδε τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· καὶ πῶς οἶδεν; Ὅτι ἐξ αὐτοῦ ἐστίν· εἰ μὴ γὰρ ἦν ἐκ τῆς οὐσίας τοῦ Πατρός, οὐκ ἂν οἶδεν· Οὐσία γὰρ οὐσίαν ὑπερέχουσαν οὐκ ἂν δυνηθείη καλῶς εἰδέναι, κἂν ὀλίγον ᾖ τὸ μέσον. Καὶ ὅρα τοὺς ἀγγέλους καὶ τοὺς ἁγίους· ὀλίγον ἐστὶ τὸ μέσον ἡμῶν κἀκείνων καὶ δηλοῖ τοῦτο Δαυὶδ ὁ θεῖος λέγων· Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους.

Ἀλλ’ ὅμως φύσιν ἀγγέλου, οἶδεν οὐδείς. Καὶ οὕτω μὲν ὁ τὴν γλῶτταν χρυσοῦς, ὁ δὲ θειότατος Κύριλλος ἐν τῇ βίβλῳ τῶν Θησαυρῶν περὶ τούτων οὕτως εὕρηται λέγων· Οὐδεὶς οἶδε τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· οἶδεν ὁ Υἱὸς τὸν Πατέρα, εἰδὼς ὅπερ ἐστὶν αὐτός. Ἀπὸ γὰρ τῆς υἱότητος ἡ πατρότης νοεῖται, καὶ ἀπὸ τῆς πατρότητος ἡ υἱότης. Ἕκαστος γὰρ ἐξ ἑαυτοῦ γνωρίζει τὸν ἕτερον, καθότι καὶ μιᾶς φύσεως ἄμφω τυγχάνουσι· καὶ ἡ μὲν τῶν γενητῶν διάνοια τῆς θείας οὐσίας ἐπιδράττεσθαι οὐ δύναται διὰ τὸ πάντα νοῦν ὑπερέχειν· ὑπὸ μόνης γὰρ αὐτῆς ὅπερ ἐστὶ κατὰ φύσιν γινώσκεται. Οὐκοῦν ἀφ’ ὧν ἐστι ὁ Πατήρ, οἶδε τὸν ἴδιον υἱόν, καὶ πάλιν ἀφ’ ὧν ὁ Υἱός ἐστιν, οἶδε τὸν ἑαυτοῦ πατέρα· οὕτω γὰρ ἂν καὶ ἀληθεύοι λέγων·

Ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ὡς ἐντεῦθεν ἡμῖν γε περὶ τοῦ ἁγίου Πνεύματος ἀρκεῖ ῥῆσις ἡ εὐαγγελικὴ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται τὸ Πνεῦμα παριστῶσα σαφῶς· ἣν οὐκ ἄγγελος οὐκ ἄνθρωπος ψιλὸς ἀλλ’ αὐτὸς ὁ Κύριος ἐδίδαξεν, ὁ ἐνανθρωπήσας Θεὸς Λόγος, ὁ Υἱὸς τοῦ Θεοῦ.

Εἰ δὲ ταῦτα οὕτως ἔχει, καθὼς ἄνωθεν εἴρηται, εἰ τὸν Πατέρα οἶδεν οὐδεὶς εἰ μὴ μόνος ὁ Υἱὸς ἐπειδὴ ἐκ τῆς οὐσίας αὐτοῦ ἐστίν—εἰ μὴ γὰρ ἐξ αὐτοῦ ἦν, οὐκ ἂν οἶδε καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς—, ὡσαύτως δὲ καὶ εἰ τὴν ἐκ Πατρὸς ἐκπόρευσιν τοῦ ἁγίου Πνεύματος οὐδεὶς ἄλλος ἐξηγήσατο εἰ μὴ ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς υἱὸς καὶ λόγος αὐτοῦ, ὁ ὁμοούσιος Πατρὶ καὶ ἁγίῳ Πνεύματι, ὃς καὶ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς εἰρηκὼς οὕτως· Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, σιωπᾶν ὅλως ἡμᾶς ἄμεινον, καθὼς καὶ ἡ δευτέρα Σύνοδος ἐξέθετο καὶ αἱ μετ’ αὐτὴν ἐβεβαίωσαν, καὶ δεῖ στέργειν ἡμᾶς τὰ γεγραμμένα καὶ μὴ τἀναντία φρονεῖν τοῖς ὑποφήταις τοῦ Πνεύματος, ἵνα μὴ καὶ καθ’ ἡμῶν ὁ προφητικὸς ἐξενεχθείῃ λόγος ὁ λέγων· Οὐαὶ οἱ παρ’ ἑαυτοῖς σοφοὶ καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες.