Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Πρὸς Ἰάκωβον ἀρχιεπίσκοπον Βουλγαρίας

Νικηφόρος Βλεμμύδης

Αναίρεση παρερμηνειών και φανέρωση του Πνεύματος

Απάντηση στις ενστάσεις για τη σχέση Υιού και Πνεύματος, επιβεβαίωση της ταύτισης του «εκ Πατρός και Υιού» με το «διά του Υιού» και ανάλυση του όρου «πεφηνέναι».

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 4 από 8

Τὸ δὲ λέγειν· Ἵνα μὴ νομίσῃ τις, ὡς ἀρχὴ τοῦ Πνεύματος ὁ Υἱὸς ἐπιφανεροῖ τὸ Πνεῦμα διὰ τῆς διδασκαλίας αὐτοῦ καὶ δίδωσιν ὡς συγγενές, διὰ τοῦτο λέγεται ἐκ Πατρὸς αὐτὸ ἐκπορεύεσθαι, περίεργον μέν, ἀλλ’ εὐφώρατον. Ποίαν γὰρ τὸ φανεροῦν καὶ διδόναι τοιουτοτρόπως ὑποψίαν εἰσαγάγῃ ἀρχῆς; ἢ πῶς ὡς συγγενὲς διδοὺς ὁ Λόγος τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἀντιδοθείη παρὰ τοῦ συγγενοῦς; ἢ πῶς τοῦ Λόγου προπεφηνότος ὁμολογουμένως ἐκ τοῦ Πατρός, οὐχὶ καὶ πάντα ὅσα ἔχει ὁ Λόγος, ὁμολογουμένως ἐκ τοῦ Πατρός· καὶ πῶς ἀρχὴ τοῦ Πνεύματος ὁ Λόγος νομισθείη λοιπόν;

Ἄπαγε τῶν τοιούτων παρεξηγήσεων, οἶδ’ ὅτι φαίης ἂν καὶ αὐτὸς τῷ ἐριστικῷ. Τὸ μέντοι δι’ Υἱοῦ τὸ Πνεῦμα παρὰ Πατρὸς ἐκπορεύεσθαι, καὶ Βασίλειος ὁ μέγας πολλαχοῦ, καὶ δὴ κἀν τοῖς Ἀντιρρητικοῖς ἀποφαίνεται, Πῶς ἂν οὖν, φάσκων, χωρίζοιτο τὰ ἀχώριστα, Λόγος Θεοῦ, καὶ Πνεῦμα ἐκ Θεοῦ δι’ Υἱοῦ; Εἰ Πνεῦμα ἀπιστεῖται, καὶ Λόγος συναπιστεῖται.

Περὶ τούτου καὶ ὁ διορατικώτατος Ἐπιφάνιος ἐν τῷ Ἀγκυρωτῷ διέξεισιν οὑτωσί· Φησὶν οὖν ὁ μακάριος Πέτρος τοῖς περὶ τὸν Ἀνανίαν· Τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ Σατανᾶς, ψεύσασθαι ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον; Καὶ φησίν· Οὐκ ἀνθρώπῳ ἐψεύσασθε, ἀλλὰ Θεῷ. Ἄρα Θεὸς ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα, ᾧ ἐψεύσαντο, οἱ ἀπὸ τοῦ τιμήματος νοσφισάμενοι.

Καὶ πάλιν· Ὁ Πατὴρ ἀληθοῦς Υἱοῦ ἐστι Πατήρ. Θῶς ὅλος, καὶ Υἱὸς Πατρὸς ἀληθοῦς, φῶς ἐκ φωτός, οὐχ ὡς τὰ ποιητὰ ἢ τὰ κτιστὰ προσηγορίᾳ μόνῃ· τὸ Πνεῦμα τὸ ἅγιον Πνεῦμα ἀληθείας ἐστί, φῶς τρίτον παρὰ Πατρὸς καὶ Υἱοῦ, τὰ δὲ ἄλλα πάντα θέσει ἢ παραθέσει ἢ κλήσει. Ταῦτα καὶ ὁ διορατικώτατος Ἐπιφάνιος τῷ ἐκ Πατρὸς καὶ Υἱοῦ κεχρημένος ἀντὶ τοῦ ἐκ Πατρὸς δι’ Υἱοῦ. Καθὰ καὶ ὁ σοφώτατος Κύριλλος ἐν τοῖς Θησαυροῖς λέγων οὕτως· Ὅπερ ὁ μακάριος Μωϋσῆς ἐμπεφυσῆσθαι παρὰ Θεοῦ τῷ ἀνθρώπῳ διισχυρίσατο, τοῦτο Χριστὸς ἀνανεῶν ἐν ἡμῖν μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνεφύσησε τοῖς ἑαυτοῦ μαθηταῖς λέγων· λάβετε Πνεῦμα· ἵνα πάλιν ἀναμορφωθέντες εἰς τὴν ἐξ ἀρχῆς εἰκόνα, σύμμορφοι φαινώμεθα τῷ πεποιηκότι διὰ τῆς τοῦ Πνεύματος μετοχῆς. Ὅτε τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν γινόμενον συμμόρφους ἡμᾶς ἀποδεικνύει Θεοῦ, πρόεισι δὲ καὶ ἐκ Πατρὸς καὶ Υἱοῦ, πρόδηλον ὅτι τῆς θείας ἐστὶν οὐσίας, οὐσιωδῶς ἐν αὐτῇ καὶ ἐξ αὐτῆς προϊόν. Πρόεισι, φησίν, ἐκ Πατρὸς καὶ Υἱοῦ, τουτέστι δι’ Υἱοῦ παρὰ τοῦ Πατρός.

Ὁ δέ γε τῶν Νυσσαέων καὶ τῆς οἰκουμένης φωστήρ, ἐν πόσοις παρίστησιν ἐναργῶς ὅτι δι’ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρός· τέως γοῦν ἐν τῷ πρώτῳ τῶν Ἀντιρρητικῶν τάδε λέγει περὶ τοῦ Πνεύματος· Τῷ Πατρὶ κατὰ τὸ ἄκτιστον συναπτόμενον, πάλιν αὐτοῦ τῷ μὴ Πατὴρ εἶναι καθάπερ ἐκεῖνος διαχωρίζεται· τῇ δὲ πρὸς τὸν Υἱὸν κατὰ τὸ ἄκτιστον συναφείᾳ καὶ ἐν τῷ τὴν αἰτίαν τῆς ὑπάρξεως ἐκ τοῦ Θεοῦ τῶν ὅλων ἔχειν, ἀφίσταται πάλιν τῷ ἰδιάζοντι, ἐν τῷ μήτε μονογενῶς ἐκ τοῦ Πατρὸς ὑποστῆναι καὶ ἐν τῷ δι’ αὐτοῦ τοῦ Υἱοῦ πεφηνέναι. Πάλιν δὲ τῆς κτίσεως διὰ τοῦ Μονογενοῦς ὑποστάσης, ὡς ἂν μὴ κοινότητά τινα τὸ Πνεῦμα νομισθῇ πρὸς ταύτην ἔχειν ἐκ τοῦ διὰ τοῦ Υἱοῦ πεφηνέναι, ἐν τῷ ἀτρέπτῳ καὶ ἀναλλοιώτῳ καὶ ἀπροσδεεῖ τῆς ἑτέρωθεν ἀγαθότητος διακρίνεται τὸ Πνεῦμα ἀπὸ τῆς κτίσεως.

Διαποροῦσι περὶ τοῦ πεφηνέναι τινές, μή ποτε, λέγοντες, φανερώσεως αὐτὸ δηλωτικόν ἐστιν, οὐχ ὑπάρξεως. Καίτοι γ’ ἐχρῆν αὐτούς, εἰ μὴ τῷ ἐνεργητικὸν εἶναι τὸ ῥῆμα κατά τε προφορὰν καὶ δήλωσιν ὁμοῦ προσεσχήκεσαν, κἂν γοῦν ἐξ ἄλλων ῥήσεων πατρικῶν τὴν σημασίαν κατανενοηκέναι τῆς λέξεως, καὶ μὴ τῆς ἀληθείας ἐπηρεαστὰς καθεστηκέναι διακενῆς.