Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Πρὸς Ἰάκωβον ἀρχιεπίσκοπον Βουλγαρίας

Νικηφόρος Βλεμμύδης

Ερμηνεία της απουσίας του «δι' Υιού» στην Αγία Γραφή και το Σύμβολο της Πίστεως

Αιτιολόγηση της παράλειψης της φράσης από τα ευαγγελικά κείμενα και το ιερό Σύμβολο βάσει της εκκλησιαστικής οικονομίας και της αποκλειστικότητας του Πατρός ως αρχικού αιτίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 7 από 8

Καὶ Πῶς, φασιν, εἰ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὁ Καισαρείας Λεόντιος ἔλεγε κατὰ Νίκαιαν, ὡς ἐκ τῆς ὅλης συνόδου πρὸς τὸν Φιλόσοφον· Δέχου μίαν θεότητα τοῦ Πατρὸς τοῦ γεννήσαντος τὸν Υἱὸν ἀνεκφράστως, καὶ τοῦ Υἱοῦ τοῦ γεγεννημένου ἐξ αὐτοῦ, καὶ τοῦ ἁγίου Πνεύματος τοῦ ἐκπορευομένου ἐξ αὐτοῦ τοῦ Πατρός, ἰδίου δὲ ὄντος τοῦ Υἱοῦ; Πῶς δὲ καὶ αὐτὸς ὁ Κύριος ἐν εὐαγγελίοις φησὶ τὸ Πνεῦμα τὸ ἅγιον παρὰ τοῦ Πατρὸς ἐκπορεύεσθαι, μὴ προστιθεὶς τὸ διὰ τοῦ Υἱοῦ; Πρὸς ταῦθ’ ἡμεῖς οὕτως ἀνθυποφέρομεν.

Διὰ τί τὸ Πνεῦμα τὸ ἅγιον ἴδιον εἶπεν ὁ Λεόντιος τοῦ Υἱοῦ, μὴ μέντοι καὶ τὸν Υἱὸν ἴδιον εἶναι τοῦ Πνεύματος, εἰ μὴ τὸν μὲν ᾔδει ἀμέσως ἐκ τοῦ Πατρός, τὸ δὲ διὰ τοῦ Υἱοῦ ἐξ αὐτοῦ τοῦ Πατρός; Εἰ βουλητὸν δέ, τὸ μόνου παρειλήφθω ἀντὶ τοῦ αὐτοῦ, ὡς ἂν ἡ ἔνστασις ἐπὶ πλέον ἔχῃ τὸ βίαιον, καὶ εἰρήσθω τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς μόνου ἐκπορευόμενον. Τί γοῦν; ὅτε φησὶν ὁ τὰ θεῖα πολὺς Ἀθανάσιος ἐν τῷ κατὰ Ἀρειανῶν πρώτῳ τὸν Σωτήρα μόνον εἶναι τοῦ ἁγίου Πνεύματος χορηγόν, οὐ δώσομεν τῷ Πατρὶ τὸ εἶναι χορηγῷ τοῦ αὐτοῦ Πνεύματος; Ἡ ὅταν λέγῃ ὁ Κύριος περὶ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας μηδένα εἰδέναι, μὴ δὲ τοὺς ἀγγέλους τῶν οὐρανῶν, εἰ μὴ τὸν αὐτοῦ Πατέρα μόνον, οὐ δώσομεν καὶ τῷ Υἱῷ ταύτην τὴν εἴδησιν; Ἢ ὅτε πρὸς τὸν Πατέρα φησίν· Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, οὐκ ἐροῦμεν Θεὸν ἀληθινὸν τὸν Χριστόν, οὐκ ἐροῦμεν Θεὸν ἀληθινὸν τὸ Πνεῦμα τὸ ἅγιον; Ἀλλ’ ὥσπερ ὅταν ὁ Πατὴρ εἰδέναι λέγηται μόνος, πᾶσά τις ἑτέρα γνῶσις τουτέστι τῶν γενητῶν ἐξαργεῖ, καὶ ὅταν μόνος ἀληθινὸς μαρτυρῆται Θεός, πᾶς τις ἑτεροφυὴς Θεὸς ἀποπέμπεται, τὸν αὐτὸν τρόπον καὶ ὅτε παρὰ μόνου τοῦ Πατρὸς λεχθείη τὸ Πνεῦμα προέρχεσθαι, πᾶσά τις ἑτεροούσιος ἀρχὴ πόρρω φεύξεται.

Τὸ γὰρ μόνον οὐκ ἐξ ἀνάγκης ποιεῖται διαίρεσιν τῶν τῆς θεότητος ὑποστάσεων, ὡς αὐτὸς πάλιν ὁ θειότατος Ἀθανάσιος ἐν Διαλέξει τῇ πρὸς Ἄρειον ἀποδείκνυσιν. Οὕτως οὖν οὐδὲ τὸ αὐτοῦ· διευκρινητικὸν γὰρ μᾶλλον τοῦτό ἐστιν ἢ διαιρετικόν.

Εἰ δοκεῖ δέ, συμπαρειλήφθων καὶ τὸ μόνου καὶ τὸ αὐτοῦ· τίς οὐχ ὁμολογεῖ τῶν φρονούντων ὀρθῶς ἐξ αὐτοῦ μόνου τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον ὡς ἐκ πρώτης ἀρχῆς ἐκπορεύεσθαι, καὶ πάντα ὅσα ἔχει ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς ταῦτ’ ἔχειν αὐτόν; Ἐγὼ δὲ τὸ λοιπὸν δέδοικα μή τις καὶ τελείαν ἀδυναμίαν τῆς τοῦ Θεοῦ Δυνάμεως, καὶ ζωῆς ἐρημίαν τῆς Αὐτοζωῆς, καὶ ἀλογίαν τοῦ ἐνυποστάτου Λόγου καταψηφίσαιτο, προσμαρτυρεῖν τὸν Κύριον ἑαυτῷ ταῦτα διατεινόμενος, Οὐ δύναμαι, λέγοντα, ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν, καὶ Διὰ τὸν Πατέρα ζῶ, καὶ Ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με Πατρός, τοῦ Κυρίου λέγοντος διὰ τὴν τοῦ Πατρὸς τιμὴν καὶ τὴν εἰς τὸ πρῶτον αἴτιον ἀναφοράν, διά τε τὸ μὴ δοκεῖν εἶναι ἀντίθεος καὶ ὡς ἀπ’ ἄλλης τινὸς ἐξουσίας ποιεῖσθαι τοὺς λόγους, ὅτι Ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με Πατρός.

Ἀμφιβάλλει τις ὅλως τῶν νοῦν ἐχόντων; Τί δή ποτε παρὰ τοῦ Πατρὸς εἴρηκεν ἐκπορεύεσθαι τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ δι’ ἐμοῦ μὴ προσθείς, καίτοιγε τὸ Πνεῦμα τῆς ἀληθείας εἰπών, ἑαυτοῦ μεμαρτύρηκεν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον· Ἐγὼ γάρ εἰμι, φησίν, ἡ ἀλήθεια; Περὶ δὲ τοῦ οἰκείου λόγου τί φησιν; Οὐχ ὅτι Ὁ λόγος ὁ ἐμὸς παρὰ τοῦ Πατρός ἐστιν ἀλλ’ ὅτι Ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με Πατρός. Τί ἂν οὖν ἐγεγόνει λοιπόν, εἴ πως εἰρήκει ὁ Κύριος ὅτι Τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἔστιν ἐμόν, ἢ οὐκ ἐκπορεύεται δι’ ἐμοῦ; Καίτοιγε τὴν εὐγνώμονα καὶ συνετὴν ἀκοὴν οὐδ’ οὗτος ἂν ὁ λόγος παρέβλαψε, δι’ ἃς αἰτίας ἀποδεδώκαμεν.

Πῶς δ’ ἐπιβάλλουσιν εὐστοχώτατα καὶ τῷ πᾶσαν δόσιν ἀγαθὴν καὶ πᾶν δώρημα τέλειον ἄνωθεν εἶναι παρὰ τοῦ τῶν φωτῶν Πατρός; Φῶτα λέγουσιν ἐνταυθοῖ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, Πατέρα δὲ αὐτῶν τὸν Θεόν, μὴ συνιέντες ὡς εἰ πατὴρ τοῦ Πνεύματος ὁ Θεός, ἐξ ἀνάγκης τὸ Πνεῦμα υἱός. Ὁ Πατὴρ γὰρ κυρίως υἱοῦ πατήρ, καὶ πῶς ὁ Λόγος μονογενὴς εἰ καὶ τὸ Πνεῦμα υἱός; Ἀλλ’ ὥσπερ πατὴρ τῶν οἰκτιρμῶν ὁ Θεός, ὡς αἴτιος καὶ δοτὴρ οἰκτιρμῶν, οὕτω καὶ πατὴρ τῶν φωτῶν ἐστί τε καὶ ὀνομάζεται, φῶτα δὲ πάντες οἱ ἐκ Θεοῦ φωτισμοί, πᾶσαι αἱ ἐλλάμψεις, πάντα τὰ οὐράνια χαρίσματα, καὶ λαμπρὰ ταῦτα καὶ δόσεις εἰσὶν ἀγαθαὶ καὶ δωρήματα τέλεια· πάντων δὲ τούτων γενέτης καὶ παροχεὺς ὁ Θεός, οὐκ ἀνθρώποις μόνον ἀλλὰ καὶ ταῖς ὑπερκοσμίοις ἁπάσαις δυνάμεσι. Χρὴ τοίνυν ἁπανταχοῦ τῆς Γραφῆς προσφυῆ τῷ ῥητῷ τὴν διάνοιαν ἐκζητεῖν καὶ συνηρτημένην ἑαυτῇ καὶ συνᾴδουσαν, καὶ τὸ αἴτιον ὄντως αἴτιον ἁρμοδιώτατον, καὶ μὴ πρὸς ἀνοδίας καὶ κρημνοὺς ἐκτοπίζεσθαι, τὴν εὐθεῖαν ἐῶντας καὶ ἀπλανῆ.

Τὸ τελευταῖον αὐτῶν καὶ δυσάντητον· πῶς εἰ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστιν, ὁ σοφὸς Ἰωάννης φησὶν ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα μὴ λέγεσθαι καὶ ὅτι μόνος αἴτιος ὁ Πατήρ; Εἰς ταὐτὸ γὰρ συνάγουσιν, ὡς ἔοικε, τὸ ἐκ τοῦ Υἱοῦ καὶ τὸ δι’ Υἱοῦ. Ὅτι μὲν οὖν ὁ αὐτός, εἰ καὶ ἐκ τοῦ Πατρὸς οἶδε τὸ Πνεῦμα, πλὴν ἀλλὰ δι’ Υἱοῦ, δῆλον ἐξ ὧν ἐν ἄλλοις φησὶν αὐτὸ Πνεῦμα Υἱοῦ, οὐχ ὡς ἐξ αὐτοῦ ἀλλ’ ὡς δι’ αὐτοῦ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ἐξ ὧν τε πρὸς Κύριον ἐν ὕμνοις βοᾷ·

Ἵλεων νέμοις ἡμῖν Πνεῦμα μεταδοτικὸν ἀγαθότητος ἐκ Πατρὸς διὰ σοῦ προερχόμενον. Λέγομεν δὲ καὶ ἡμεῖς ὡς οὐκ ἂν ἐκ τοῦ Υἱοῦ προηγουμένως λεχθείη τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ· χρεὼν γὰρ ὁμολογεῖσθαι τὴν πατρικὴν ὑπόστασιν ἀρχὴν καὶ αἰτίαν καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος αὐτοῦ. Μόνος γὰρ αἴτιος ὁ Πατήρ, καὶ οὐκ ἂν εἴη αἴτιον ἀρχικὸν ὁ Υἱὸς ὧν αὐτοαίτιος ὁ Πατήρ.

Μίαν γὰρ ἀρχὴν τὸν Πατέρα τὸν ἄναρχον δογματίζομεν καὶ κτίσεως καὶ θεότητος, τῆς κτίσεως ποιητικήν, φυσικὴν τῆς θεότητος. Ὁ μὲν οὖν ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγων ὑποψίαν παρέχει τοῦ τὸν Υἱὸν δογματίζειν ἔχοντα τὸ προβλητικόν, ὡς ὁ Πατὴρ τὸ γεννητικόν. Καὶ διὰ τοῦτο φησὶν ὁ θεῖος οὗτος ἀνήρ, ὅτι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ λέγομεν. Ὁ δὲ λέγων ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ προδήλως ὁμολογεῖ τὸν Πατέρα μόνον αἴτιον εἶναι τῆς τοῦ Πνεύματος ἐκπορεύσεως.

Πάντα γὰρ ὅσα ἔχει ὁ Υἱός, οὕτως ἔχει λαβὼν αὐτὰ παρὰ τοῦ Πατρός, οὐσιωδῶς δηλονότι καὶ φυσικῶς, ὡς κυρίως Υἱὸς ἐκ κυρίως Πατρός. Εἰ δὲ καὶ τῷ ἱερῷ Συμβόλῳ τῆς πίστεως οὐκ ἐμπεριείληπται τὸ δι’ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, θαυμάζειν οὐ χρή. Καὶ ἕτερα γὰρ τῶν ἀναγκαίων οὐ περιέχει τὸ Σύμβολον, καὶ τὸ δὴ ἀναγκαιότατον, ὅτι τὸ ἅγιον Πνεῦμα Θεὸς καὶ ὁμοούσιον τῷ Πατρί τε καὶ τῷ Υἱῷ. Διὰ τί γὰρ τὸν μὲν Υἱὸν ἀναγορεύει Θεοῦ Υἱὸν καὶ γεννηθέντα πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρός, καὶ οὐ ταῦτα μόνον ἀλλὰ καὶ Θεὸν αὖθις ἀληθινὸν καὶ ὁμοούσιον τῷ Πατρί, περὶ δὲ τοῦ ἁγίου Πνεύματος οὐδὲν τοιοῦτον διέξεισιν, ἀλλ’ ὕστερον, ὅτε περὶ τῆς οὐσίας αὐτοῦ καὶ θεότητος λόγος ἐγεγόνει πολύς, τότε κύριον αὐτὸ καλεῖ καὶ τῷ Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον ἀποφαίνεται;

Πότερον ἐντεῦθεν οὐχ ὁμολογήσομεν οὕτω σαφῶς Θεὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον; Ἢ καὶ ὁμοούσιον κηρύττοντες οἷς συμπροσκυνεῖται καὶ συνδοξάζεται, λόγους καινοτομίας εἰς τὴν τῆς πίστεως ὁμολογίαν ὑφέξομεν; Καὶ τίς ἂν εἴπῃ τοῦτο φρονῶν ὑγιῶς;

Οὕτως οὖν οὐδὲν ἐξαίσιον, εἰ καὶ τὴν ἐκπόρευσιν τοῦ αὐτοῦ Πνεύματος οἱ τότε μὲν πατέρες διά τινας αἰτίας οὐ διηυκρίνησαν· νῦν δὲ καιροῦ καλοῦντος ὑμᾶς ἐπὶ τὸ πολλοὺς λαοὺς εἰς τὴν κατὰ Χριστὸν ὁμόνοιαν ἐφελκύσασθαι, διαρθρώσετε ὑμεῖς οἱ τοῦ αὐτοῦ Πνεύματος ἐντελῶς τοῖς τῶν ἐπὶ σοφίᾳ καὶ ἁγιότητι περιόπτων καὶ περιπύστων πατέρων ἑπόμενοι δόγμασιν, οἷς ἀρχῆθεν καὶ ἕως ἡμῶν τὸ πάντη ἀνεπίληπτον συντετήρηται.