Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Βίος

Νικηφόρος Βλεμμύδης

Δεύτερος Λόγος: Παιδικά σημεία και φιλοσοφικές συζητήσεις

Η έναρξη του δεύτερου αυτοβιογραφικού λόγου, εξιστόρηση σημείων από την παιδική του ηλικία και εκτενής αναίρεση των συλλογισμών του Δημητρίου Καρύκη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 9 από 14

Νικηφόρου μοναστοῦ καὶ πρεσβυτέρου τοῦ κτήτορος περὶ τῶν κατ’ αὐτὸν διήγησις μερικὴ λόγος δεύτερος ἐγράφη μηνὶ Ἀπριλλίῳ ἰνδικτιῶνος ὀγδόης ἔτους ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ἑβδομηκοστοῦ τρίτου Ἐκ Θεοῦ μνείας ἀρξάμενοι πρότερον, ὧν ἐξ αὐτοῦ παρ’ ἀξίαν ἀπηύραμεν, ἔνια μὴ πάντα διεξιέναι τίς γὰρ ἂν ἐξαριθμήσαιτο τὴν ὁλότητα;, καὶ διὰ μνείας Θεοῦ κεχωρηκότες ἐς αὐτήν τε τὰ τῆς διηγήσεως περατώσαντες, ἐπείπερ ἀρχὴ καὶ μεσότης καὶ τέλος τῶν ἐπὶ τὸ βέλτιον, ἐν ἡμῖν καὶ πᾶσι Θεός, νῦν ἐπ’ ἀναπλήρωσιν διαλειμμάτων, ἤδη δὲ καὶ προσθήκην ἐλλειμμάτων ὡρμήσαμεν, οὐ πάντων βεβουλημένοι ποιήσασθαι συναγωγὴν ὧν παρήκαμεν τοῦτο γὰρ δυσχερές, ὅ τε πόνος οὐκ ἐς πολὺ τοῖς ἡμετέροις λυσιτελής, ἀλλὰ τῶν καιριωτέρων, καὶ τούτων, ὅσων ἐκ τῆς τῶν πεπειραμένων διανοίας τὸ τῆς λήθης γῆρας οὔπω τὴν διαμόρφωσιν ἀπημαύρωσε· περὶ ὧν ἐν τῷ προγεγενημένῳ μὲν συγγράμματι διαλαβεῖν, ἐκείνου τὴν ἔκτασιν ὑποστειλάμενοι, κατωκνήσαμεν, ἄρτι δὲ τοιαύτης ὑπονοίας ἀπούσης, ἰδίᾳ συνταττομένων αὐτῶν, καὶ μὴ δὲ πολλῶν ὄντων, διαλαμβάνομεν.

Εἰ δ’ ἔν τισι τῶν προειρημένων ἐπάνοδος ἔσται τις, πῆ μὲν τῶν κεκριμένων αὕτη διὰ τὸ τῶν πραγμάτων πρὸς τἄλλα παρηλλαγμένον τὰ σὺν αὐτοῖς, καὶ δευτερολογίας ἄξιον ὁποιασοῦν, πῆ δὲ καὶ τῶν χρησίμων πρὸς τὰ λεγόμενα, συναρτῶσα τρόπόν τινα τοῖς προηγησαμένοις τὰ ἐφεπόμενα, καὶ τιθεῖσα μελῶν ὡσπερεὶ σώματος ἑνὸς συναφήν.

Ἐπεί δ’ ὁπόσα τοῖς ἀκούουσιν ἐπαχθῆ, ταῦτα καὶ τοῖς λέγουσιν, εἰ πρὸς αὐτοὺς ἀφορῷεν, νοῦν ἔχουσιν, οὐκ ἀνεπαχθῆ, καὶ μᾶλλον ἐξαπλούμενα καὶ τρανούμενα καὶ διαρρήδην ἐξαγγελλόμενα, τῶν τοιούτων, τινὰ μὲν συστελοῦμεν, ἀλλὰ παρυποκρύψομεν, ἕτερά δε καὶ παντελῶς ἀποσιωπήσομεν.

Καίτοι πῶς ἄδηλον, ὅτι τὰ θεῖα δωρήματα καί γε τὰ προμηνύματά τε καὶ προδιδάγματα τοῖς ἀναξίοις φανεῖσιν ἐπιπλέον ἐπιφέρει ταλανισμὸν καὶ ὄντως, ἢ κλεϊσμόν; Ἵνα δε καί τινων ἐλαχίστων ἐπιμνησθῶμεν, ἐξ ὧν ἑωράκειμεν ἔστιν οὗ μεγαλαυχίαν ἀλόγιστον, εἰς τί σέμνωμα τῷ ἀρτιγενεῖ τί γὰρ αὐτὸ συνίησιν; ἡ τῶν πενιχρῶν σπαργάνων ἀπόθεσις, ἡ τῶν τιμαλφῶν τε περίθεσις, εἰ παρά τινων ἔξω κόσμου γινωσκομένων εἶναι τελοῖντο δεδόσθω γάρ, καὶ τῇ γειναμένῃ λεχοῖ καθύπαρ ὡς ἐν ὀμφῇ θεωροῖντο, μὴ τῆς ἡλικίας ἐπιδιδούσης, καὶ τῆς διανοίας κραταιουμένης, ἔργοις ἐξηγουμένου τὸ σύμβολον, τοῦ τοιαύτης ἠξιωμένου προσημασίας; Ἀλλὰ καὶ τὸ μηθενὸς ἑτέρου γάλακτος, πλὴν μητρώου μόνου, μήποτε μετεσχηκέναι τὸν νεογνόν, πολλῶν μηχανῶν ἐς τὸ γεύσασθαί πως αὐτὸ τροφῆς ὀθνείας κεκινημένων, καὶ ταῦτα τῶν ἐκ τῆς αὐτῆς πάντων, τοῦ τε πρώτου καὶ τῶν μετ’ αὐτὸ τὸ δεύτερον τριῶν, ἀλλοτρίοις τὴν νηπιότητα διατεθραμμένων θηλαῖς, τίνα προσκληροῖ δόξαν τῷ μήπω δεδυνημένῳ λογίζεσθαι; Τὸ δ’ ἐξ αὐτῆς τὸ παιδίον ἀρχῆς ὀδόντων ἐκφύσεως, ἀσεμνολογῆσαι μὲν οὐδαμῶς, ἀποτρόπαιόν δε καὶ τὸ ψεῦδος ποιεῖσθαι, κατόρθωμα πῶς, οὐ γνώσεως οὔσης οὐ διακρίσεως;

Ἐν τούτοις τάττομεν καὶ τὸ θηλείας αὐτὸ μὴ καταδέξασθαί ποτε περίπτυξιν οἱασοῦν, ἐς πάντα τε τὸν περὶ συζυγίας αὐτῷ προτείνοντα λόγους ὡς ἐν ἀστεϊσμῷ, λίθους βάλλειν ὡς δύναμις, καὶ τὸ ναοῖς ἱεροῖς ἐνθαμίζειν ἐθέλειν, καὶ τὰ τῶν ὑμνηπόλων καὶ θυηπόλων οἴκοι καθυποκρινόμενον τὸ μειράκιον καὶ μιμούμενον, ἐν τούτοις τὸν τῆς παιδιᾶς ἐν συννοίᾳ διανύειν καιρόν.

Ταῦθ’ ἡμεῖς καὶ τὰ παραπλήσια, κηδεμονίας μὲν θείας καὶ κατὰ ψυχὴν ἐγχαράξεως τοῦ καλοῦ καὶ τυπώσεως, τεκμήρια φαίημεν ἄν. Οὐ μὴν ἐντεῦθεν τιμίους ἡγούμεθα τοὺς οὐκ ἀξίους τῶν τοιούτων ἑαυτοὺς ἀναδείξαντας· μάλιστα μὲν οὖν ὑπευθύνους καὶ πάσης πόρρω συγγνώμης τιθέμεθα, καθόσον οὗτοι δεσποτικῆς τοσαύτης ἐν οὐ φρονήσει προμηθείας τετυχηκότες, ὅτε φρόνησις ἠφρονεύσαντο, καὶ τὸν διδάσκαλον ὡς ἔδει καὶ Κύριον διὰ τῶν πράξεων οὐκ ἐπέγνωσαν. Εἰ γὰρ οἱ τὴν κατὰ κόσμον σοφίαν σωρηδὸν δεδεγμένοι, τῷ μὴ τὸν ταύτης ἐπιγνῶναι δοτῆρα διὰ τῆς πίστεως, καθὼς βοᾷ μετὰ τῆς ἀληθείας ὁ Ἀπόστολος ἐμωράνθησαν, πῶς σκιαγραφίαί τινες ὀλβιώσειαν τοὺς ταύταις μόναις ἐκ ῥαθυμίας ἐναπομείναντας;

Οὐ χρὴ τοίνυν οὐ μόνον ἐκ προδιαγραφῆς, ἀλλ’ οὐδ’ ἔκ τινος φανεροῦ προτερήματος, οὐδ’ ἔκ τινος ἐντελοῦς κατορθώματος, τοὺς γνῶσιν κεκτημένους μετεωρίζεσθαι τί γὰρ ἔχομεν ὃ οὐκ ἐλάβομεν εἰ τέως ἔχομεν;, ἀλλὰ τῷ τῆς ταπεινώσεως ἀεὶ βυθῷ τὸν ὕψιστον ἐνοπτρίζεσθαι, καὶ κάμπτεσθαι πρὸς αὐτόν, πενεστάτους εἰδότας οἴκοθεν σφὰς αὐτοὺς καὶ ἠπορημένους παντὸς ἀγαθοῦ, καὶ συντρίβεσθαι, δεδοικέναι τε καὶ τρέμειν τὸν ἐξουσίαν ἔχοντα καὶ δοῦναι, καὶ τῶν δεδομένων ἀποστερῆσαι τοὺς οὐκ εὐγνώμονας.

Ἡ πατρὶς τὸ Βυζάντιον ἑαλώκει τοῖς Ἰταλοῖς, καὶ ἡμεῖς μετανάσται πρὸς Βιθυνίαν· κἀν τῇ Προύσῃ μὲν γραμματικήν, ἐν Νικαίᾳ δὲ ποιητικὴν καὶ ῥητορικὴν καὶ τὰ τῆς λογικῆς ὅσα πρὸ τῶν Ἀναλυτικῶν, παιδευόμεθα, συλλογιστικήν δε φυσικὴν ἀριθμητικὴν γραμμικήν, ἐκδεδημηκότες εἰς Σκάμανδρον· ἀποφοιτῶμεν ἐκεῖθεν· ἐντυγχάνομεν κατὰ τὴν τῶν Σμυρναίων τῷ βασιλεῖ· τοῖς ἀνακτόροις γὰρ ἀναστραφέντες, αὐτῷ προεγνώσμεθα καί γε προσῳκειώμεθα.

Παρῆν μεθ’ ἑτέρων λογάδων, καὶ ὁ Καρύκης Δημήτριος, ὁ κριτὴς καὶ σεβαστὸς καὶ τῶν φιλοσόφων ὕπατος καὶ μέγας ἐν λογισταῖς. Οὕτω πολλοῖς ἀξιώμασι διὰ τὸν λόγον κατεσεμνύνετο· καὶ ἡμῶν δέ ποτε πολὺ νεαζόντων ἔτι, λογικῶς καθηγήσατο· γηραιὸς γὰρ ἦν καὶ πολυμαθής. Ἐπιτάττεται παρὰ τοῦ κρατοῦντος, εἴ τις ἐστὶν ἐν λόγοις ἕξις ἡμῖν, γνωρίσαι ταύτην καὶ παραστῆσαι· καὶ ὅς, ἀφιλοσόφως βασκαίνων καὶ πανουργῶν, δεῖξαι πειρᾶται μηδὲν ἐπισταμένους ἡμᾶς. Τοιγαροῦν καὶ ἡμεῖς, ταῖς αὐτοῦ πανουργίαις αὐτὸν ἀντιδεξιούμεθα, τρόπον ἕτερον ὡς οὐκ ἔδει μετὰ στρεβλοῦ διαστρέφοντες.

Ἐπεὶ γὰρ τοιαύτην ἀπέρρηξε πρότασιν· Ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, μακάριος ἀνήρ ἐστιν, ἡμεῖς εὐθὺς εἰς δόξαν αὐτοῦ τὴν πεῖραν αὐτοῦ μεταθέμενοι, ταύτην ἐξευρόντες ἐκ τοῦ παραυτίκα τὴν μέθοδον, οὑτωσὶ διακηρυκεύομεν·

Ἐνωτίσασθε πάντες τὸ θαυμάσιον δόγμα, τὸν ἀναντίρρητον λόγον, τοῦ τῶν φιλοσόφων ὑπάτου. Τί γὰρ δογματίζει καὶ ἀποφαίνεται; Πᾶς ἵππος, μακάριος ἀνήρ ἐστιν, ὡσαύτως καὶ πᾶς ὄρνις, καὶ πᾶς ἰχθύς, οὐ μὴν ἀλλὰ καὶ σίδηρος καὶ σπόγγος καὶ κρύσταλλος, καὶ εἴ τι προσεοικός· τί γὰρ ἐξ αὐτῶν ἐν ἀσεβούντων βουλευτηρίῳ πεπόρευται;

Συνίης τί λέγεις τῶν φιλοσόφων ὁ πρώτιστος; Σὺ μὲν τὴν μείζω προτέθεικας, ἡμεῖς δὲ τὴν ἐλάττω προσθήσομεν. Ὁ βοῦς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν· τοῦτο τῆς ἐναργείας, ἄλογος γάρ. Ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, μακάριος ἀνήρ ἐστι κατὰ σέ. Πότερον οὖν ὁ βοῦς, μακάριος ἀνήρ ἐστιν; Οὐκ ἔχεις ἕτερόν τι συναγαγεῖν, ἢ τοῦθ’ ὅτι τὸ ἄλογον ζῶον ὁ βοῦς, καὶ λογικός ἐστι καὶ μακάριος· τὸ δ’ αὐτὸ κἀπὶ τῶν ἄλλων τῶν παρὰ τὸν ἄνθρωπον ζώων τε καὶ μὴ ζώων βεβαιοῖς. Βαβαὶ πόσον ἡμῖν εἰσάγεις μακαρίων ἀνδρῶν, τῶν μὲν ἀλόγων τῶν δὲ καὶ ἀφώνων τῶν δὲ καὶ ἀναισθήτων καὶ ἀκινήτων ἐσμόν.

Ἀλλ’ εἰ βούλει διασαφήσομέν σοι πῶς σου τὴν πρότασιν ἐχρῆν σε προενεγκεῖν· Ὃς ἀνὴρ οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, μακάριός ἐστιν· εἰ οὕτω προὔτεινας, οὐκ ὀλίγας ἂν ἀτοπίας ἐξέκλινας, ἴσως δε καί τινας ἐξηπάτησας, ὅτι δ’ οὐχ’ ἡμᾶς, ἐξ ὧν ἤδη λέγομεν λάμβανε πίστωσιν.

Οὐ τὸ μὴ πορευθῆναι μόνον ἐν τῇ βουλῇ τῶν ἀσεβῶν, μακάριον τιθέναι φάσκει τὸν ἄνθρωπον ὁ Δαυΐδ· σμικρὸν γὰρ τοῦτο καὶ μυρίοις κατορθωθέν. Ἀλλ’ εἷς ὑποκείμενος οἱ συνεπόμενοι πέντε στίχοι, πλὴν τοῦ μακάριος, τοῦτο δὲ τῶν ἄλλων ὀνομάτων ἀποδιῃρημένον, κατηγορούμενος. Ἄνδρα μὲν οὖν ὁ προφήτης τὸν ἄνθρωπον συνεκδοχικῶς φησιν ἐκ τοῦ ὑπερέχοντος, ὅτι τε καὶ γυναικί, γνωμικῆς ἀρρενότητος δεῖ πρὸς ἀρετὴν καὶ στερρότητος. Οὕτω δὲ προάγει τὸν λόγον ἄντικρυς· Ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ τὰ ἐχόμενα καθὼς εἴρηται κατωρθώκει, μακάριος.

Ἔμεινεν ἀχανὴς ὁ τῶν φιλοσόφων καθηγεμών, ἐξ οἰκείας περιεργίας ἐπὶ τοσούτου πλήθους ἠχρειωμένος. Ἐπεί δε καὶ ἡμεῖς ἐρωτῆσαι τὸν ἐρωτήσαντα προσετάχθημεν, ἀλήπτους μὲν τὰς προτάσεις ποιήσασθαι καὶ πᾶσιν ὁμολογουμένας δεῖν ἔγνωμεν, ὡς μὴ ἀντιπάθοιμεν ὃ διαπεπράχαμεν, ἐν δὲ τῷ συμπεράσματι τεκτῄνασθαι τὸ βεβουλημένον, εἴπερ ἰσχύσαιμεν. Ἐν τῷ πρώτῳ γοῦν τρόπῳ τοῦ τρίτου σχήματος, τῷ καθόλου συναγαγεῖν ἐπεβάλομεν, μὴ τοῦ τῆς ἐλάττονος ὅρου προτάσεως ἐμπεριεχομένου δὴ τῷ τῆς μείζονος, ἢ πρὸς ἀλλήλους τῶν ὅρων ἀντιστρεφόντων· εἴ τι γὰρ ἦν τοιοῦτον, οὐδὲν ἂν ἀδύνατον ἠκολούθησεν.

Ἐν πᾶσι γὰρ σχήμασιν ἐκ καθόλου καταφατικῶν, ὅμοιον τὸ συμπέρασμα ταῖς προτάσεσιν, εἴπερ ὁ τῆς μείζονος ἴδιος ὅρος, τοῦ τῆς ἐλάττονος εὑρίσκοιτο περιληπτικός, ἢ καὶ ἄμφω συναντιστρέφοιεν, ὡς ἐπὶ τῶν ὁρισμῶν καὶ τῶν ὁριστῶν ἔχει, τῶν ἰδίων τε καὶ ὧν ἴδια ταυτί· τὸν γὰρ ἄνθρωπον ἢ τὸν ἵππον ἢ τὶ τῶν ὁμογενῶν, εἴ τις εἴποι ζῶον, καὶ αὖθις οὐσίαν, συναγάγοι τό, πᾶν ζῶον οὐσίαν εἶναι, καθόλου καὶ ἀληθὲς ἐν σχήματι τρίτῳ συμπέρασμα, τὰ δ’ αὐτὰ πάλιν οὐσίαν εἰπών, καὶ τὸ ζῶον οὐσίαν, ἐκ καταφατικῶν ἐν σχήματι δευτέρῳ συμπερᾳνοῖ καταφατικὸν ἀληθές, ἐπεὶ τὸ ζῶον τῇ οὐσίᾳ καὶ σὺν τοῖς ὁμογενέσιν ὁ ἄνθρωπος τῷ ζώῳ, περιέχονται, τοῖς τῶν μειζόνων προτάσεων ὅροις, οἱ τῶν ἐλαττόνων. Ἐκεῖ μὲν γὰρ ἡ οὐσία, τῆς μείζονος ἴδιος, τὸ ζῶον δέ, τῆς ἐλάττονος, ὁ δ’ ἄνθρωπος καὶ τἄλλα ζῶα, κοινός· ὦδε δέ, κοινὸς μὲν ἡ οὐσία, τὸ ζῶον, τῆς μείζονος, τὰ δ’ ὑπ’ αὐτό, τῆς ἐλάττονος.

Καὶ οἱ συλλογισμοί, τὴν μὲν παράδοσιν ἐξέκλιναν, εἴπερ ἀεὶ κατ’ αὐτήν, μερικὰ συμπεραίνει τὸ τρίτον σχῆμα, καὶ τὸ δεύτερον, ἀποφατικά, τοῦ δ’ ἀληθοῦς οὐκ ἀπέστησαν. Ὁ μὲν οὖν πρῶτος, τὸ τοῦ συμπεράσματος ποσὸν παραβέβηκεν, ὁ δὲ δεύτερος, τὸ ποιόν, καὶ πρὸ τούτου, τὸ ἀνόμοιον ἐν προτάσεσιν.

Ὡς ἐπὶ τούτων, οὕτω καὶ εἰ ἀλλήλων κατηγοροῖντο τὰ τῶν προτάσεων ἄκρα. Λίθου γὰρ παντὸς οὐσίας ὄντος, καὶ πράγματος αὐθυπάρκτου, μὴ δεομένου πρὸς σύστασιν ἑτέρου τινός, οὐσία πᾶσα, πρᾶγμα τοιοῦτον. Εἰ δ’ ὁ ἄνθρωπος οὐσία, καὶ τὸ ζῶον λογικὸν θνητόν, οὐσία, πᾶς ἄνθρωπος ζῶον καὶ λογικὸν καὶ θνητόν. Τρίτον σχῆμα καὶ δεύτερον ἐξ ὁρισμῶν τε καὶ ὁριστῶν, καθόλου καταφατικὰ συμπεραίνοντα, πρὸς δὲ καὶ ἀντίστροφα. Διαστατοῦ δὲ μεγέθους ὄντος παντός, ἀλλὰ καὶ διαιρετοῦ, πᾶν διαστατὸν ἄρα διαιρετόν· εἰ δὲ ζῶον ὁ ἄνθρωπος, ζῶον δὲ καὶ ὁ γελαστικός, ἄνθρωπος ἅπας γελαστικός. Ἐξ ἰδίων καὶ ὧν ἴδιά εἰσι, τρίτον σχῆμα καὶ δεύτερον, ἀντίστροφα καὶ ταῦτα συνάγοντα, πάντα καταφατικὰ καθόλου καὶ οὐδὲν μερικόν.

Τῷ τοίνυν καθηγητῇ προσδιαλεγόμενοι, τὴν μείζω πρότερον ὡς ἐκεῖνος προὐτείναμεν, ὕστερον τὴν ἐλάττω δε, καὶ διὰ μέσου βραχύ τι παρεισενεγκόντες ὡς διαστήσαιμεν τὰς προτάσεις ἀπ’ ἀλλήλων ἐρώτημα, τοιουτοτρόπως τὸν θηρεῦσαι διανοησάμενον, ἐθηρεύσαμεν. Ἆρα γὰρ εἰρήκαμεν γινώσκει τὰ ὄντα ἧ ὄντά ἐστι, πᾶς φιλόσοφος; Ἡ μείζων αὕτη. Κατέφησεν οὗτος. Ἡμεῖς δὲ Ποσαχῶς τὰ ὄντα; Καὶ ὅς· Δεκαχῶς. Τί γοῦν ἔφαμεν, πᾶς φιλόσοφος ἄνθρωπος; Κατέφησε καὶ αὐτό.

Πᾶς οὖν ἐπηγάγομεν ἄνθρωπος, γινώσκει τὰ ὄντα ἧ ὄντά ἐστιν, αἰπόλος, βουκόλος, ἱππονόμος, καὶ συφορβός. Καλῶς συλλογίζῃ· πόθεν τὸ ἄτοπον; Μὴ δύο καταφάσεις ἐν δευτέρῳ δέδωκας σχήματι; Κατένευσε, καὶ τῇ μεταξυλογίᾳ τὴν αἰτίαν προσῆπτε δι’ ἣν αὐτὸ πέπονθεν, ὅθεν ἔσφαλται μὴ συνείς.

Οὕτω φθόνος καὶ τοὺς δοκοῦντας βλέπειν ἀποτυφλοῖ, καὶ τοὺς ἐν τιμῇ καταισχύνει, καὶ τοὺς ὠφρυωμένους ἐξουδενοῖ. Πόσον γὰρ ἦν τὸ μεταξὺ τῶν προτάσεων διάστημα, τὸ δυνηθὲν αὐτὸν ἀποπλανῆσαι τοῦ τὸ δέον συνιδεῖν καὶ εἰπεῖν; Τριῶν ποδῶν, μετὰ δὲ τῆς ἀποκρίσεως, τεσσάρων τὸ σύμπαν, ἡμίσεώς τε ποδός· οἱ δὲ τὴν διαλογικὴν εἰδότες ὁδόν, καὶ πολλῷ μείζονι τῆς συμφράσεως διῃρημένης, οὐ παραφέρονται. Ληφθεισῶν μὲν οὖν οὑτωσὶ τῶν προτάσεων ὥσπερ ἔφαμεν, τὸ συμπεπερασμένον παράλογον· εἴπερ δ’ ἡ μείζων ἐλάττων ἦν, ἡ δ’ ἐλάττων μείζων καθ’ ἣν ἐτέθησαν τάξιν, οὐκ ἄπο λόγου τὸ συναγόμενον, ὡς ἐμπεριεχομένου τῷ τῆς μείζονος ὅρῳ, τοῦ τῆς ἐλάττονος.

Εἰ γὰρ ὁ φιλόσοφος γινώσκει τὰ ὄντα ἧ ὄντά ἐστιν, ὁ δ’ αὐτὸς καὶ ἄνθρωπός ἐστι, πᾶς ἐπιστήμων τῶν ὄντων, ἄνθρωπος. Ταῦτα τῆς ματαιότητος. Τί τὸ ἐντεῦθεν; Αἱρετοὶ τῷ κρατοῦντι γινόμεθα, καὶ πλέον ἢ πρότερον· ἑλκόμεθα καὶ αὖθις εἰς τὰ βασίλεια, δυσχεραίνομεν ἐπὶ τούτῳ, μακρύνομεν φυγαδεύοντες, προσμολοῦμεν τῇ ἐκκλησίᾳ, τιμώμεθα δαψιλῶς, φθονούμεθα δαψιλέστερον, τὸ μὲν διὰ τὸ πολὺ τῆς τιμῆς, τὸ δὲ διὰ τὸ τῆς γνώμης σκληρόν.

Οὐ γὰρ ἡδεῖς ἦμεν οὔποτε τοῖς πολλοῖς, οὐδὲ κεχαρισμένα λέγειν ἢ πράττειν εἰώθειμεν, οὐδὲ τοῖς ἐν ὑπεροχαῖς, εἰ πόρρω φέροιντο τοῦ ὀρθοῦ· τοὐναντίον μὲν οὖν ἔστιν οὗ καὶ ἐφ’ οἷς καὶ ὡς ἰσχὺς ἀνθεστηκότες, ἀνίαν ἐπήγομεν, διὸ καὶ αὐτοὶ πολλοῖς ἀνιῶσιν ἐντετυχήκαμεν· πᾶσαν γὰρ τὴν κατ’ ἄνθρωπον εὐημερίαν ὄναρ ἡγούμενοι καὶ σκιάν, τάχα καθὼς ἔχει παρατρέχει γὰρ οὐχ’ οὕτως ἔχουσα, πῶς;, εἰς Θεὸν μόνον ἑωρῶμεν, εἰς Θεὸν ἠλπίζομεν, εἰς ὃν ἀεὶ πταίομεν. Καὶ τὸ καινότατον, ὅσον πταίομεν, τοσοῦτον ἐλπίζομεν. Τῆς ἀναιδείας, τί δράσομεν;