Ἔργον
Νικηφόρος Βλεμμύδης – Βίος
Εκκλησιαστική δράση, συνοδικές διαμάχες και ποιμαντικές μέριμνες
Η ανάληψη ποιμαντικών καθηκόντων σε Νίκαια και Νύμφαιο, η διαμάχη για τον Αυτωρειανό και η προσπάθεια επιβολής πειθαρχίας στους κληρικούς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εκκλησιαστική δράση, συνοδικές διαμάχες και ποιμαντικές μέριμνες
Η ανάληψη ποιμαντικών καθηκόντων σε Νίκαια και Νύμφαιο, η διαμάχη για τον Αυτωρειανό και η προσπάθεια επιβολής πειθαρχίας στους κληρικούς.
Ἔτι χειμών, ἔτι ζάλη, καὶ μανικῶν κυμάτων συμφόρησις, ὅτι μέγας σεισμός, καὶ καθεύδων ὁ κυβερνήτης ἐπὶ βραχύ, καὶ διεγειρόμενος ἐν καιρῷ, καὶ τῇ θαλάσσῃ καὶ τοῖς ἀνέμοις ἐπιτιμῶν. Ἀρχιερέων κατάλογος ἐν τῷ στρατοπέδῳ τῶν βασιλικῶν ἀγχοῦ που σκηνῶν συνήθροιστο, τῷ τὴν βασιλείαν ἐν τῇ Θετταλῶν σφετερισαμένῳ, τὴν τῆς ἀλουργίδος ἀπόθεσιν δι’ ἐπιστολῆς ἐπισκήψοντες, τῷ μὴ συνοίσειν τοῖς ὁμογενέσι μὴ δ’ ἐπιπρεπῶς ἔχειν, αὐτοκράτορας εἶναι δύο, καὶ πατριάρχας δύο· καὶ τοῦτο γὰρ ἐκεῖνος διενενόητο. Καὶ τὸ ἄθροισμα μικρὸν ἐλαττούμενον μητροπολιτῶν τεσσαράκοντα, καὶ πάντες πλὴν τοῦ πατριάρχου, τὸν Αὐτωρειανὸν μετὰ τὰς ἀποδείξεις, εἰς τὴν προτέραν τάξιν ἐπαναγαγεῖν ἡτοιμάσθησαν, τὸ μὲν καταθωπευθέντες ὑπὸ τῶν ἐν τοῖς ἀνακτόροις, καὶ μάλιστά γε διὰ τὸν ὕπατον, τὸ δὲ καὶ τὸ δι’ ὃ μετακεκίνηται, τῷ καὶ ἄλλους ἁλωτοὺς αὐτῷ πεφῃνέναι, μὴ προσιέμενοι· τοῦτο δ’ ἦν αἱρετὸν καὶ τῷ κλήρῳ, πλὴν ἐμοῦ, μηδενὸς ἀντιτείνοντος, διὸ καὶ τραχυτέροις ἐχρῶντο πρός με λόγοις οἱ πάντες.
Τέλος ἔφη τις, καὶ πολλὰ λέγεσθαι κατ’ ἐμοῦ. Πρὸς τοῦτ’ ἀντέφην ἐγώ· Τί δέ μοι μέλει τῶν λεγομένων ἀναποδείκτως; Ἰδοὺ γὰρ καὶ τῆς Ἐφεσίων ὁ ποιμενάρχης, ὁ πρωτεύων ἐν τῇ συνόδῳ, τῆς αὐτῆς λέγεται τῷ ἀνορθουμένῳ μοίρας εἶναι καὶ οὐκ ἐν παραβύστῳ, παρὰ πολλῶν.
Ἦν δ’ οὗτος, ὁ Μοναστηριώτης, ὁ ἐμὸς μυσταγωγὸς ἐν γραμματικῇ, καὶ ἡλίσκετο. Τοῦτό με φάμενον, ὁ πατριάρχης πρῶτος, εἶτα καὶ τῶν ἀρχιερέων ἕκαστος κατὰ τὴν αὐτῶν τάξιν, ἀφώρισαν, τῶν τοῦ κλήρου δέ τινες, διελοιδοροῦντο μοι, κἀγὼ εἱστήκειν οὐκ ἔχων ὅποι καὶ νεύσαιμι· πάντες γὰρ ἀντικαθιστάμενοι. Συντονώτερον οὖν πρὸς τὸν ἐμὸν βοηθὸν ἀπιδών, τρανῶς ἐξεβόησα· Ὁ Θεὸς ἐφορᾷς τὰ γινόμενα, καὶ σιγήσας πρὸς αὐτὸν ἠτένιζον μόνον.
Ὁ καθ’ ἕνα δὲ τῶν συνέδρων γνώμαις ἐγγράφοις τὸν σπουδαζόμενον, εἰς τὸν αὐτοῦ βαθμὸν ἀνεβίβασαν, τοῦ πατριάρχου μόνου γνώμην ἐκθεμένου ταῖς ὅλαις ἀντιφωνοῦσαν, καὶ τῷ τῶν ἱεραρχούντων βεβουλημένῳ διάκονον ἔχειν τὸν τοιοῦτον, ἐξεῖναι φήσαντος, ὡς τοῦ τῆς κατ’ αὐτὸν ἐκκλησίας βήματος οὐδέποτ’ ἐπιβησόμενον. Οὕτω τὴν περὶ τούτου διεκβιβασάμενοι κρίσιν, εὐθὺς κἀμὲ τοῦ δεσμοῦ σύμπαντες μεθ’ ὅσης ἐπειγωλῆς ἀπολύουσιν· ἦν γὰρ ὁ ἐμὸς βοηθός, ἄνωθεν κατετάζων καὶ βασανίζων τὰς καρδίας αὐτῶν.
Ἐπεί δ’ οὐκ ὀλίγου παρῳχηκότος καιροῦ, πολλοὶ τὸν πατριάρχην οὐ διέλειπον ἐκλιπαροῦντες ἄλλοτ’ ἄλλοι ποτέ δε καὶ οἱ αὐτοί, μὴ τῶν τοσούτων ἀρχιερέων παρὰ φαῦλον θέσθαι τὰς γνώμας, ἀλλ’ ἐνδοῦναι τῷ συνοδικῶς ἀνακεκλημένῳ τὴν ἐπιτιμίαν, εἴ τι γὰρ πρόκριμα, τοῖς ἀνακεκληκόσιν ἐπιφορτίζεσθαι, καὶ πρὸς τέλος ἔδοξε χωρεῖν αὐτῶν τὴν σπουδὴν διὰ πατριαρχικῆς ἐπινεύσεως. Εὐθὺς ὁ μέγιστος ἀρχιερεὺς ὁ τοὺς οὐρανοὺς διεληλυθὼς καὶ παντὶ τῷ κόσμῳ παρών, ἄνωθεν ἐπιφέρει τὴν ψῆφον, καὶ τὸν ὡς οὐκ ὤφελεν ἀνακεκλημένον, καὶ τῆς ἀνακλήσεως καὶ τῆς ζωῆς καθαιρεῖ μετὰ σφοδρᾶς ὀδύνης κυναγχικῆς.
Μετὰ τὴν τῆς θαλάσσης καὶ τῶν πνευμάτων οὕτω κραταιὰν ἐπιτίμησιν, γαλήνη μεγάλη γίνεται, καὶ πάντες αἰδοῦνται καὶ ὑποστέλλονται, καὶ μαθητειῶσι, καὶ τὸ ἡμέτερον οἰκητήριον μεταβεβήκαμεν γὰρ ἐκ τῶν ὑψηλῶν, τὴν ποιμεναρχικὴν συσκήνωσίν τε καὶ συνδιαίτησιν ἐκλιπεῖν ᾑρημένοι, μουσεῖον τίθενται, καὶ τοῖς ζητοῦσιν ὁ λόγος ἕτοιμος εἰς ἀκρόασιν. Ἐπεί δ’ ὁ πατριάρχης τὴν εἰς ἔρευναν τῶν Μανιχαίων διενοήσατο στείλασθαι, τὴν τῶν αὐτῷ προσηκόντων ἐν τῇ Νικαέων ὡς κοινῷ ποιμένι διεξαγωγήν, ἡμῖν ἀνατίθησι, καὶ τῶν γεραιτέρων ὁ γογγύζων οὐδείς, ἀλλὰ πάντες στέργουσι τὴν ἐπιλογήν, καὶ πάντες ὑπείκουσιν· ἡμεῖς δὲ τῶν εἰς τοιαύτην ἐπιλελεγμένων ὑπηρεσίαν ὄφλημα κρίνοντες καὶ τὸ τῶν ἀδικουμένων ὑπερμαχεῖν, ὅσην τῷ πράγματι δέον εἰσφέρομεν τὴν ἐπειγωλήν. Ἐπεὶ τωτότε τὴν Νικαέων ἡ παρὰ τοῦ ταύτης ἄρχοντος ἀδικία δεινῶς ἐλυμαίνετο, πολύ τε τὸ ἀνθεστηκὸς ἡμῖν ἐξ αὐτοῦ καὶ ἀντίπαλον, ἔνθέν τοι καὶ ποικίλαις εἰς αὐτὸν μεθόδοις ἐχρώμεθα, παραινοῦντες, ἀντιβολοῦντες, ἔστιν ὅτε κατονειδίζοντες, οὐδὲ τὴν εἰς αὐτὸν ἄφιξιν ὑπὲρ τῶν ἐξ αὐτοῦ κακῶς πασχόντων, ἀπαναινόμενοι, τὸ δυσχερὲς ἡμῖν καὶ ἀξύνηθες· θὴρ γὰρ ἄντικρυς ἄγριος ἦν, τὰ τῶν ἀνθρώπων ἀφαρπάζων μεθ’ ὅσης τῆς ἰταμότητος.
Καί ποτέ οἱ προσηγγελμένου Νικαέώς τινος, ἀναγνώστου τῆς μητροπόλεως, ὅτι χρυσὸς αὐτῷ δαψιλὴς εἴη, κατέχει τὸν προσηγγελμένον, ζητῶν τὸν χρυσόν, καὶ ἡμεῖς ἀκηκοότες, μειλίχια πρὸς αὐτὸν διαπέμπομεν, ὡς ἂν τὸν κληρικὸν τῆς ἀκρίτου λύσηται κατασχέσεως· τοῦ δὲ κατὰ νώτων θεμένου τὰ διαμηνυθέντα, κατ’ ἀνάγκην ἡμεῖς αὐτοὶ πρὸς αὐτὸν ἀφικνούμεθα, καὶ πρὸς τὴν ὑφεδρίαν χαριεντιζόμενον εὑρηκότες δαιμονῶντα γὰρ ὡς ἡδύν τινα περιζώσασθαι ξίφος ἐγκελευσάμενος, ἀνιέναι τε καὶ κατιέναι καὶ τοὺς ὑφεδρεύοντας ἐκδειματοῦν, αὐτὸς ἀνεκάγχαζε, πόρρω ποι κεκαθικότες, τῆς τοσαύτης ἀβελτηρίας διὰ τὸν ἀδικούμενον ἠνειχόμεθα, τὴν αὐτῆς περάτωσιν, ὡς ἂν ἐξευμενίσαιμεν τῷ ἀνθρώπῳ τὸν θῆρα, μένοντες.
Ἐνακαρεῖ γοῦν ἐξελκύσας τοῦ κουλεοῦ τὸ ξίφος ὁ δαιμονῶν, κατὰ τῶν ἐμῶν ὠθεῖ σπλάγχνων ἐς αὐτὴν τὴν λαβήν· καὶ οἱ μὲν ἀνέστησαν ἅπαντες ἐπὶ τῷ γεγονότι τεθαμβημένοι τεταραγμένοι περιαλγεῖς, καὶ τὴν πληγὴν ἀνηρεύνων, καὶ τὸν θάνατον ἐφαντάζοντο· πολυπραγμονήσαντες δὲ κατανοοῦσιν ὑγιῆ τε καὶ ἄτρωτον τὸν αὐτίκα θνήσκειν διὰ τὸ τῆς πληγῆς καιριώτατον προσδοκώμενον, αὐτῆς τῆς ὁράσεως ἐναργῶς πιστουμένης, τῆς τε τοῦ ἐπιβλήματος διατμήσεως ἐς μέσην γεγονυίας τὴν τοῦ θώρακος ἐπιφάνειαν τῷ μεγέθει προσεπιμαρτυρούσης, τὸ ξίφος ὅλον ὡς διελήλατο. Ποῖ διακεχωρήκει; Μὴ συνέσταλτο; Μὴ ἀποτέτμητο καὶ αὖθις συνεπεφύκει, ἢ μὴν ἠφάντωτο κἄπειτα κεκαινούργητο; Μόνος ὁ τὴν ψυχήν μου παραδόξως ἀπὸ ῥομφαίας ῥυσάμενος, καὶ τὸ ταύτης αὐτὸς ἀνενέργητον ὅπως, ἐπίσταται. Πυνθανομένων δὲ τῶν παρόντων δι’ ὃ τοῦτο δέδρακεν ὁ δαιμονῶν εἰς τὸν μηδὲν ὅλως ἐπηρεάσαντα, μὴ γέλωτα παρενδειξάμενον ἄχρι καὶ μειδιάματος, μὴ ῥῆμα προέμενον κἂν γοῦν τὸ βραχύτατον, αὐτὸς ἐμὸς κακὸς ἐχθρὸς ἀπεκρίνατο· Καὶ διηπειλεῖτο καὶ διελοιδορεῖτο μοι βλέπων ἐς πρόσωπον, ἐγώ δ’ οὐδέποτε σύνοιδα παρ’ ὅλην ἐμὴν βιοτὴν ὅση διέδραμεν, ὡς ἑωράκειν αὐτόν.
Τότ’ ἔγνωστο δαιμονῶν ὁ τοιοῦτος· παιγνιώδης γὰρ ὑπείληπτο πρότερον. Λύεται δὲ καὶ ὁ τῆς ζάλης ἐπώνυμος ἢ φερώνυμος, ὁ πρὸ παρενθήκην γενικῆς φέρων πρώτης ἀντωνυμίας, ἀλογοπραγήτως τὸν κατεχόμενον, τῇ τερατουργίᾳ διαπεφωνηκώς· ἡμεῖς δ’ οὔτ’ ἐξ αὐτοῦ, θέλοντος ἀποτῖσαι τὴν χάριν, οὔτ’ ἐξ ἄλλου λήψεσθαί τι διενοησάμεθα· τοῦτο δ’ ἂν εἴη κακίάς τινος ἔκκλισις, οὐ κατόρθωμα. Πλήν, τῶν ἐγνωσμένων καὶ τοῖς ἐξηυτελισμένοις δούλοις Θεοῦ· πᾶς γὰρ Θεῷ δεσποζόμενος, δῶρα ἐπ’ ἀθώοις οὐκ ἔλαβεν, ἔστι δὲ τοῦτο καθὼς ἐν τῷ περιέχοντι τὸ ῥητὸν ψαλμῷ διασεσαφήκαμεν, οὕτω νοούμενον· Δῶρα ἐπὶ πράγμασιν ἀναιτίοις, ἐν οἷς οὐ δικαία τις αἰτία δωροληψίας, οὐκ ἔλαβεν, οὐ δικάζων, οὐ διανέμων, οὐ χρημάτων ἐγχειρίζων ἢ τροφῶν πορισμούς, οὐκ ἀξιώμασι μεσιτεύων, οὐκ ἐκλογὰς ἀρχόντων ποιούμενος, οὐ κινδυνεύοντι βοηθῶν, οὐκ ἐκ χειρὸς ἁρπακτῆρος τὸν καταδυναστευόμενον ἐξαιρούμενος, οὔτέ τι ἕτερον εἴς τινα διαπραττόμενος ἀγαθόν· ἀθῶα γὰρ ταῦτα πάντα καὶ ἀναίτια δώρων τὰ πράγματα, διότι προῖκα δικαίους ἡμᾶς εἶναι χρεὼν καὶ συμπαθεῖς καὶ χρηστούς.
Οὕτω κἀν τῷ Νυμφαίῳ τὴν αὐτὴν ὑπηρεσίαν ἐκπληροῦντες πεπολιτεύμεθα· κἀκεῖ γὰρ ὑπὸ τοῦ πατριάρχου καὶ τῆς συνόδου τὰ τῆς ἱεραρχίας διεξάγειν, τοῦ ἱεραρχοῦντος οὐκ ὄντος, τετάγμεθα, ὅτε καὶ πολλοῖς ἀηδὲς ἔργον ὑφ’ ἡμῶν ἐκτετέλεστο, τό δ’ ἦν, τὸ τοὺς τῶν ἱερωμένων νόθοις βεβηλωθέντας συνοικισμοῖς πολλοί δε καὶ πρὸ πολλοῦ, τῆς ἱερατείας παυσαμένους, μεθ’ ὧν κατείλεξαν ἑαυτούς, ἐξετάζεσθαι. Τότε καί τις τῶν οὐκ ἀσήμων, τῆς ἐν κόσμῳ πλατυκῶς λεγομένης εὖ ἔχων παιδεύσεως, γνώσεως εὐγλωττίας καὶ λοιπῆς δεξιότητος μέτοχος, προλειποτακτήσας ἐκ μοναστῶν, καὶ τούτων τελείων, ὑποκρυψάμενος τὸ σχῆμα, καί πως μεταμειψάμενος, συνῳκηκέναι γυναίῳ προείλετο, καὶ τῆς συνοικήσεως ὁ καιρὸς εἰς ἐνιαυτοὺς εἴκοσιν ἢ ὡς ἔγγιστα παρατέτατο, πολλὰ κἀντεῦθεν ἐσχήκει τέκνα, καὶ οὐδεὶς ἐπεσκέψατο.
Τοῦτο δὴ γνόντες ἡμεῖς, παρακαλοῦμεν ἀμελλητὶ τὴν ἐπιστροφήν, ὅ δ’ ἐχλεύαζε, καὶ περιϊὼν διεκωμῴδει· καὶ οἱ ἐν ὑπεροχαῖς, πρὸς οὓς τοὺς ἡμῶν διεξεφέρετο λόγους, τῆς ἡμετέρας ἀπραγμοσύνης ἐς πολὺ κατεμέμφοντο, καὶ ἡμεῖς παρακαλοῦντες οὐ διελείπομεν. Ἐπεί δε μηδὲν ἀνύοντες ἐκ τοῦ παρακαλεῖν, ἀφορισμῷ καθυποβεβλήκαμεν αὐτὸν προελέγξαντες ἐπιτιμῆσαι γὰρ ἄλλως οὐκ ἦν, ἀραῖς καὶ λοιδορίαις ἀντικαθυποβάλλει τοὺς οὕτω δράσαντας, καὶ ἦν ἡμῖν ἔκτοτε χαλεπὸς καὶ ἀτίθασσος· ὅθεν ἐκ τῶν ὡρισμένων ἀμηχανήσαντες, εἰς ἑτέρας διαπειλήσεις προκεχωρήκαμεν.
Τίς γὰρ οὐ κατεγέλα τότε τῆς ὡς ἐδόκει ματαίας ἐνστάσεως, τίς οὐκ ἐμυκτήριζεν οὓς ᾤετο πραγμάτων ἀνηνύτων ἐπιχειροῦντας; Ἀλλ’ οὐχ’ ὑπεχάλα τὸν τόνον τῆς ἐπισπεύσεως ὁ τῶν πολλῶν μυκτηρισμὸς καὶ κατάγελως.
Διὸ καὶ πᾶσαν ἄλλην ἀπαγορευσάμενοι μέθοδον, τὰ μοναχικὰ προετοιμασάμενοι ἄμφια, τὸν Θεὸν ἐπικεκλημένοι συλλήπτορα, πανηγύρεως ἀγειρομένης, ἄνδρας ἐξαποστέλλομεν τὸν σκληρὸν πληροφορήσοντας καὶ ἀνένδοτον, ὡς ἐν μέσῃ τῇ πανηγύρει θριαμβεύσαντες αὐτόν, εἰς τὴν προτέραν τάξιν ἐπαναγάγωμεν, κἂν μὴ βούλοιτο· Θεός δε τὸν ἡμέτερον μόχθον ἰδών, κατανύσσει τὸν ἄτεγκτόν τε καὶ ἀτεράμονα, καὶ σαρκικὴν προσπάθειαν πᾶσαν οὗτος ἀπανῃνάμενος, τὰ μοναχῶν ἀμφιέννυται, καὶ μάνδρᾳ πνευματικῇ τῇ τῶν ἄλλων ἀρχούσῃ προθύμως εἰσάγεται, καὶ πόνοις ἀσκητικοῖς ἐξιλεοῦται τὸν Κύριον ἐπὶ τοῖς προηγησαμένοις, ἕως ζωῆς τέρματος, κἀν ταῖς εὐχαῖς οὓς ᾐρᾶτο προτίθησι, καὶ οὓς ἐκακηγόρει, πολλαῖς εὐλογίαις ἀντιδεξιοῦται, καὶ παρρησίᾳ τοὺς ὀφθαλμοὺς αἴρων καὶ τὰς χεῖρας ἀνέχων πρὸς οὐρανόν, ὅτ’ ἐντεθύμητο ποῖ μεταβέβηκεν ὅθεν, τοῖς βιασαμένοις ἐξῃτεῖτο σὺν δάκρυσι τὰ σωτήρια, καὶ τοσοῦτος γέγονεν εἰς εὐμένειαν καὶ στοργήν, ὅσος ἦν εἰς ἀπέχθειαν καὶ δυσμένειαν. Καὶ ὁ τῆς ἱερᾶς ἐκείνης μάνδρας ἡγήτωρ σὺν ὁπαδοῖς, καὶ τὸ καταμωκώμενον ἡμῶν τοῦ φροντίσματός τε καὶ ἀγωνίσματος, ἐκπληττόμενοι τὴν μεταβολήν, ἀνθωμολογοῦντο Θεῷ, τὸ μὲν διὰ τὴν ἐπιστροφήν, τὸ δὲ καὶ διὰ τὴν τοσαύτην ὁσιοπρέπειαν, δι’ ἣν καὶ τὴν λοιπὴν ἱκανότητα, τῶν ἐν ἄλλαις μοναῖς παροραμάτων ἐκ τῆς ἀρχούσης ἐρευνητὴς ἐπικρίνεται.
Διδάσκομαι γοῦν ἐντεῦθεν, μὴ κατοκνεῖν ἐν τοῖς ἐπωφελέσι, μὴ κατολιγωρεῖν, μὴ νωθεύεσθαι· τίς ἀξίως μεγαλυνεῖ τὴν τοῦ Κυρίου χρηστότητα καὶ σοφίαν καὶ θαυμαστότητα; Πολὺς παρῳχήκει καιρός· καὶ τὴν ἐς λόγους ἐπιμέλειαν τοῦ ὑπηρετήματος ἐπικόπτοντος, ἐπεὶ τῶν ἱερῶν ἀνακτόρων, ἅπαν ἐξεκέκριτο βέβηλον, καὶ ζιζανίων ἐγεγόνει τῶν ἐς βάθος ἐκρίζωσις, καὶ εἴ τι δύσεργον εἴργαστο, τἄλλα δ’ ἦν εὐμαρῆ καὶ τῷ μὴ πάντη ἀναπεπτωκότι, διὰ πυκνῶν παραιτούμεθα τὸν πατριάρχην ἐπιστολῶν, ἐγκαταστῆσαι τοῖς ἐκεῖ ποιμένα, καὶ ἡμᾶς ἀπολῦσαι πρὸς τὰ συνήθη. Καὶ ἦν ἀκλινὴς ἐς μακρόν, τῆς τῶν ἐνεργουμένων φήμης, ταῖς ἡμῶν ἀντιβαινούσης αἰτήσεσι, τέως δ’ οὖν ταῖς ἐπαλλήλοις ἐκβεβιασμένος ἐπείξεσιν, ἐκπεραίνει μόλις τὸ ἡμῖν καταθύμιον, καὶ ἡμεῖς ἐς Λέσβον, ἀναδιφήσεως εἵνεκα τόπων ἡσυχίας, ἀπαίρομεν· ὃ γνούς, ἐπιπέμπει μετακλήσεως ἡμῖν ἐπιστόλιον, μὴ πεπεισμένοις, ἐπιτίμησιν διαπειλησάμενος. Καὶ πάλιν ἡ Νικαέων, τοὺς ἀλλαχόσε τρέχοντας δέχεται, κἀπειδὴ τῆς προηγησαμένης ταραχῆς τε καὶ σκυθρωπότητος, ἐκ τῆς ἐπιγενομένης αἰθρίας, οὐκ ἴχνος οὐ τύπος οὐ μνεία τις λέλειπτο, τιμᾷ πᾶσα πλέον ἢ πρότερον, καὶ ὁ διττὸς κλῆρος ἶσοι διατεθειμένοι τὰς γνώμας, εὐμενῶς προσίενται, καὶ στέργουσι πόσον ἂν εἴποι τις.
Οὐκ ὀλίγου παρερρυηκότος χρόνου, πρὸς τὸν ἡσύχιον ὁρῶν βίον ὁ πατριάρχης ἡμᾶς ἀποκλίνοντας, οὐκέτι μὲν ὡς πρὶν ἀντισπᾷ, τὸ βίαιον ἐφ’ οἷς οὐ χρεών, εὐλαβούμενος, ἀναβάσεσι δὲ καὶ ὑψώσεσιν ἐν βραχεῖ σεμνῦναι καθυπισχνεῖται μὴ τὴν τάξιν ἀμειψαμένους. Ἀλλ’ ἡμεῖς καὶ ταῦτα καὶ εἴ τι πλέον τῶν τοιούτων ἐχόμενον, σκιᾷ παρερχομένῃ ταχέως εἰκάσαντες, τὴν ἐκ τοῦ κόσμου τελείαν μελετῶμεν ἀπόρρηξιν· καὶ πρὸς μὲν τὰς προτάσεις, οὔτε κατανεύομεν, οὔτε μὴν ἀνανεύομεν, ἐλπίδας διασκέψεως ὑποτείνοντες, πρὸς δὲ τὸ Λάτρον χωρήσαντες, ἐν τοῖς Δυσὶ Βουνοῖς ἡσυχάζομεν, μηδὲν εἰς ἑαυτοὺς καινουργήσαντες.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.