Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Βίος

Νικηφόρος Βλεμμύδης

Νέες συκοφαντίες και περιπλανήσεις στη Μακεδονία και Θεσσαλία

Οι ψευδείς κατηγορίες εναντίον του, οι δυσκολίες κατά την αναζήτηση βιβλίων στη Δύση, οι μελέτες στη Μακεδονία και η θαυματουργική διάσωσή του στη Θεσσαλονίκη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 6 από 14

Ἀλλὰ ταῦτα μέν, ὕστερον· τοῦ δέ γε προϊσταμένου παρὰ τὰς λοισθίους πνοὰς ἐν γῇ προκειμένου κατὰ μοναχοὺς ὡς ἐπέταξε πᾶσαν γὰρ ἀπείπατο τιμὴν ἱεραρχικήν, ἱεροῖς τε λογίοις ὡς ἔπρεπε τῆς ὁσίας προπεμπομένης καὶ Θεῷ καθιερωμένης ψυχῆς, ἡμῶν τε τοῖς τοῦ ἱεροῦ σκήνους βλεφάροις δακτύλους ἐπιβαλομένων εἰς συγκλεισμὸν τῶν ὀμμάτων, ὡς ἐν τοῖς ἐκπνέουσιν εἴωθε γίνεσθαι, τὶς τῶν οἰκειακῶν ἐκείνου, κατειλεγμένος ἐν διακόνοις, Λέων κεκλημένος, ἐπικεκλημένος Ἀδράλεστος, μήτε Θεὸν δειλαινόμενος, μήτε τὴν τῶν παρισταμένων καὶ τὰς προπεμπτηρίους ἀφιέντων φωνὰς πληθὺν αἰσχυνόμενος, μήτε τὸν ἐκ τοσούτων ὑπολογιζόμενος ἔλεγχον, μήτε τὸν θάνατον τέως γοῦν τὸ κοινὸν ὄφλημα τελούμενόν τε καὶ καθορώμενον εὐλαβούμενος, πονηροὺς ἐξερεύγεται λόγους εἰς ἡμετέραν διαβολήν, ὡς οὐ φύσεως ἀκολουθίᾳ, βίᾳ δ’ ἔξωθεν ἐκπεπνευκότος τοῦ τεθνεῶτος, μανιχαϊκῆς αἱρέσεως τόλμημα τοῖς ταύτην τὴν ἀθεότητα καὶ πᾶσαν ἄλλην διαστροφὴν ἐξ ὅλης ἀποτροπιαζομένοις ψυχῆς περιάπτων, ἐπὶ κακῷ ἑαυτοῦ, καὶ τὴν συκοφαντίαν ἐν σκοτείᾳ ποιούμενος, καὶ πρὸς τὸ οὖς τῶν εἰς τοιαῦτα χαιρόντων ὑπολαλῶν.

Ἀλλ’ οὗτος μὲν ὑπὸ τοῦ τὸν περὶ οὗ ὁ λόγος διαδεξαμένου, Κωνσταντίνου ἠγορευμένου, Κλαυδιουπολίτου προσεπηγορευμένου, μὴ τόσον τὴν ἀλήθειαν, ὅσον τὴν ἡμετέραν ἀτιμίαν καὶ πτῶσιν ἐκζητοῦντος, ποικίλως καὶ διὰ πολλῶν στροφῶν καὶ μεγάλης συντονίας ἀνακρινόμενος ἐφ’ οἷς εἴρηκεν, ἔξαρνος γίνεται· τοσούτων γὰρ ὄντων εἰς ἐλεγμὸν τῆς αὐτοῦ σκαιοτροπίας, τί δρᾶν ἕτερον ἤμελλεν;

Οἷον δέ οἱ μετ’ οὐ πολὺ καὶ τὸ τέλος, ὁρατέον, καὶ κατασφαλιστέον ἑαυτοὺς ὅση τις δύναμις· ἡμιόνῳ λακτίζεται καὶ εἱλεῷ συνέχεται, καὶ τὰ δι’ ἀφεδρῶνος, διὰ στόματος δίεισιν· ὧν γὰρ ἐκεῖνος ἀδίκως προήνεγκε τὴν δυσωδίαν καὶ ἀπευκταιότητα, διὰ τῆς παρὰ φύσιν ἐκκρίσεως δικαίως παρίστησιν.

Ὁ πρόσφατός δε ποιμήν, τοῦ καθ’ ἡμῶν ἐπινοήματος διημαρτηκώς, ἐς ἀπαρακάλυπτον ἔχθραν, ἀποθέμενος πᾶσαν ὑπόκρισιν, τρέπεται, μὴ τοῖς αὐτοῖς ἐμπεριέχεσθαι καὶ ἀμφοτέρους ὁρίοις ὡς ἔφησεν ὁρισάμενος· ὅθεν τὸ κεκριμένον ἐμπεδοῦντες ἡμεῖς, τὴν τοῦ Θαυματουργοῦ λιπόντες, ἐν ᾗ καὶ τὸ προσοικεῖν ἡμῖν καὶ τὸ κῦρος, οὕτω τοῦ προϊσταμένου τάξαντος ἐν ζωῇ μετὰ τοὺς κινδύνους ἐκείνους καὶ τὴν σφαγήν, ἐπὶ τὸ Πυθαγόρου σπήλαιον πρὸς Σάμον ἀπαίρομεν· ὃ γνοὺς ὁ κρατῶν, ἐδυσχέρᾳνε, καὶ λόγοις ἱλαροῖς ἡμᾶς ἀνθελκύσαι τίθησιν ἔργον, καὶ ἡμῖν μὲν τὴν προσοίκησιν τῆς μονῆς καὶ τὸ κῦρος διὰ θεσπίσματος ἀποδίδωσιν, ἀποτρέπει δὲ τὸν ἐπηρεαστὴν ἐπὶ τοσοῦτον, ὡς μὴ δὲ τῆς ἐς αὐτὴν ἀγούσης ἐπιβαίνειν, κἂν κατὰ δίοδον· καὶ τὸν ἱεραρχικὸν παράλογον ὅρον, ὅρος ἔλλογος καθαιρεῖ κἀκ βάθρων ἀναμοχλεύει καὶ ἀφανίζει βασιλικός.

Μετά τινας καιρούς, διαπεραιωθῆναι πρὸς τὰ δυτικώτερα προειλόμεθα, χάριν ἐντυχίας ὧν οὔπω βίβλων ἐντετυχήκαμεν· καὶ πλοῖον εὐτρεπισάμενοι, καί τινας εὖ εἰδότας τῶν κατὰ θάλατταν συλλεξάμενοι, καὶ τὰ πρὸς διαπλοϊσμὸν ἐπιτήδεια κατὰ τὸ προσῆκον ἐνθέμενοι, ὅλοι τοῦ προτεθειμένου γινόμεθα, μήποτε κεκωλυμένοι παρ’ οὐδενὸς τῇ κομιδῇ τοῦ πλοίου θαμίζοντες.

Τοῦτο δ’ ἦν στρατήγημα καὶ μηχάνημα τοῦ τε τὴν ἀρχὴν πεπιστευμένου, Καντακουζηνοῦ ἐπωνομασμένου, καὶ τοῦ τῶν αὐτῷ καθυπουργούντων λόγῳ μετὰ πολιᾶς πρωτιστεύοντος· Ἀρχαῖος αὐτὸς ἐπεκέκλητο. Τῷ πλοίῳ γὰρ ἐπεμβῆναι πελάζοντες ἐν φανερῷ, δείλης ἀρξαμένης ὀψίας, οὐ κλέπτοντες τὴν ἐξέλευσιν, ὁρῶμεν ἄνδρας ἐφ’ ἵππων, ἑτέρους ἄνευ ἵππων, ἐκ λόχου προφαινομένους, οἵπερ ἐνήδρευον, ὧν Ἀρχαῖος ἡγεῖτο, καὶ τῶν σκεμμάτων ἐξῆρχεν, ὁ τὴν πάγην ἡμῖν καὶ τὸ θήρατρον τεκτῃνάμενος, ὁ τοσοῦτον πρὸς τὸ πονηρὸν εὔτροχός τε καὶ πόριμος, ὅσον πρὸς τἀγαθὸν ἠλίθιος καὶ ἀκίνητος· οἳ καὶ συσχόντες ἡμᾶς κἀν τῷ Γαλησίῳ περιορίσαντες, αὐτοὶ πρὸς ἀνεύρεσιν ἐπείγονται τῆς ἡμετέρας ὡς ᾤοντο πολυολβίας, ἐκμυκτηρίζοντές τε καὶ διαπαίζοντες τῷ μὴ δεδολιῶσθαι, μὴ δ’ ἀπάτῃ κεχρῃμένους καὶ διπλόῃ καὶ περιεργίᾳ, τετυχηκέναι δὴ τοῦ σκοποῦ. Ταῦτα γὰρ ἡ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου σοφία καὶ σύνεσις.

Ἐφ’ ἡμέραις οὖν συχναῖς, πάσης ἄλλης τῆς ἐν δημοσίοις ὑπηρεσίας ἐσχολακότες, ὅλοι τῆς ἀφαιρέσεως ἦσαν τοῦ παρ’ ἡμῖν ἐλπιζομένου πλείστου χρυσίου. Τῆς κτηνωδίας. Πόθεν τοῦτο; Καὶ εἴπερ ἦν, ποίῳ πλημμελήματι πρόστιμον, ἡ τῶν προσόντων ἡμῖν ἀποστέρησις; Τῆς ἐκτόπου καὶ μηδενὶ τῶν ἐθνῶν ἐπεγνωσμένης πλεονεξίας, μὴ δ’ εἴ τις ἄθεος, ἢ μόνοις λησταῖς.

Καὶ δὴ τὸ δωμάτιον ἡμῶν καὶ τὸ περὶ αὐτὸ ὕπαιθρον ἀκριβῶς ἐντέχνως ἐπιστημονικῶς διερευνησάμενοι, καὶ ὅσον ὑφεωρῶντο τὴν αὐτῶν κρύπτειν ἐλπίδα διορυξάμενοι, περισκοποῦσι τὸ ὑπηρέσιον, ἔξω τοίχων ὄν, καὶ μᾶλλον οἱ περὶ τὸν προηγούμενον, τὸν λόγιον, τὸν γεραρόν, ὃς καὶ ὑπονοεῖ τῆς αἰδοίης καὶ μεγαλοφυέος ἀρχαϊκῆς κεφαλῆς ἀνάξιον ὑπονόημα, τὸ τοῖς ὑπεκκεκριμένοις λύμασι τὸ ζητούμενον ὑποκεῖσθαι διὰ τὸ ἀνύποπτον καὶ ἀφώρατον, ἀπροσφυῶς τῇ λογιότητι καὶ γεραρότητι καὶ πράττων καὶ λογιζόμενος· ὅθεν περὶ τὴν ἀνόρυξιν ἐπισπεύσαντες, καὶ δυσωδίας ἐμφορηθέντες ὡς τὸ εἰκὸς ἐπὶ διακένῳ καὶ γελοιοτάτῳ σπουδάσματι, καὶ ὑπὸ σφῶν αὐτῶν τῆς ἀμβλωσκούσης τοιαῦτα μυσάγματα καὶ βδελύγματα διανοίας πλέον κατεχλευάσθησαν, ἤπερ ἡμεῖς τοῦ ἀπονήρου τρόπου καὶ τῆς ἁπλότητος.

Ἐς πολὺ τοίνυν ἐν πολλοῖς ἐπὶ τῇ διερευνήσει μοχθήσαντες, οὐδὲν ἕτερον ἤνυσαν, ἢ κατῃσχύνθησαν. Ἡμεῖς δὲ μετὰ τοὺς λαμπροὺς αὐτῶν ἀγῶνας καὶ τὰ περιφανῆ κατορθώματα, δι’ ἐπιστολῆς ἀνενεγκόντες τῷ κρατοῦντι τὰ καθ’ ἡμᾶς, τὴν ἐς αὐτὸν ἄφιξιν ἐκχωρούμεθα. Καὶ ἀφιγμένοι πρὸς βασιλέα, τοῖς μὲν λελυπηκόσιν, οὐδὲν ἀνιαρὸν προκαλούμεθα, καὶ ταῦτα παρ’ αὐτοῦ προτρεπόμενοί τε καὶ παρορμώμενοι, θεσπίσμασί δε κατοχυρωθέντες βασιλικοῖς, τοῖς μὲν τὸν ἁρπακτῆρα ποιμένα μακρὰν ἐλαύνουσι τοῦ φροντιστηρίου καὶ τῆς τοῦ Θαυματουργοῦ, καὶ πᾶσαν εἴσοδον αὐτῷ τὴν εἰς αὐτὰ τελείως ἀποτειχίζουσί τε καὶ συμφραγνύουσιν, ἡμᾶς δὲ κἀν τῇ ἐκδημίᾳ τὸ κῦρος ὅλον ἔχειν ἐπικυροῦσιν αὐτῶν, τοῖς δὲ καλῶς καὶ ἀρίστως ἐφοδιάζουσι, καὶ συστροφὴν κακουργίαν ἐπίθεσιν εἴ τις που, διὰ προοδευτῶν ἀναστέλλουσι, καὶ τὴν πορείαν ἐξομαλίζουσι, τήν τε τῶν ἡμετέρων καὶ μὴ παροῦσιν ἑαυτοῖς ἰδιοπραγίαν βεβαιούμεθα, καὶ τὴν εἰς τὸ διὰ σπουδῆς ἄγουσαν, ἀσφαλεστέραν εὑρίσκομεν.

Οἱ γὰρ τῶν κατὰ τὴν ἡμετέραν διόδευσιν ἄρχειν κεκελευσμένοι πόλεων καὶ χωρῶν, τῆς εἰς ἡμᾶς προμηθείας οὐκ ὀλίγον τιθέμενοι λόγον, ἐς τὰ προσωτέρω μετ’ ἐπιμελείας ἄλλος ἐξ ἄλλου κατὰ διαδοχὰς ἄχρις Ἄθω σχεδὸν παραπέμπουσιν· ἔνθα χρονίσαντες, καὶ δυσαρίθμοις ἐνιδρώσαντες βίβλοις, τὴν Θεσσαλονικέων καταλαμβάνομεν, κἀκεῖ τοῖς ὁμοίοις διαρκέστερον ἐμμογήσαντες, τοῖς περὶ Λάρισσαν προσχωροῦμεν καὶ περαιτέρω, τῆς αὐτῆς ἐργασίας ἐπιμόνως ἐχόμενοι, καὶ τοῦ καιροῦ φειδόμενοι, καὶ τὴν σπουδὴν ἐπιτείνοντες. Συνήργουν δ’ ἡμῖν ἐφ’ οἷσπερ ἐνδεδημήκαμεν, οἷς τὸ ἄρχειν, καὶ τὰ δέοντα παρεῖχον ἄφθονα καὶ φιλότιμα, τοῦ Θεοῦ πάντως κινοῦντος καὶ πείθοντος· οὐδὲ γὰρ ἦν αὐτοῖς ἀνάγκη, τοῖς βασιλέως ὑπείκειν θεσμοῖς, ὅτι μὴ δ’ ἐξ αὐτοῦ τὴν ἀρχὴν εἶχον, ἢ νεύουσαν πρὸς αὐτόν, ἀλλ’ ἦσαν αὐτὴν αὐθέκαστοι καὶ αὐθαίρετοι.

Τοῖς δυσμικοῖς οὖν πολυκαιρίως ἐμμείναντες, καὶ συντόνως τῇ τῶν εὑρημένων μελέτῃ βίβλων ταλαιπωρήσαντες δυσμέτρητοι δ’ αὗται γε καὶ δυσπόριστοι, καί τινες πολλοῖς τῶν ἐν λόγοις βεβιωκότων ἠγνοημέναι καὶ τὰ ὀνόματα, μεμνήμεθα νόστου, συνεπείγοντος εἰς τοῦτο καὶ τοῦ βασιλέως δι’ ἐπιστολιμαίων ἐπιταγῶν, καὶ ταῦθ’ ὁπόσαις ἀκραιφνοῦς ἐνδείξεσιν ἀγαπήσεως, ὁπόσαις τῶν ἐς χρῆσιν ὀχετηγίαις εἰσρεούσαις ἀένναον, ὁπόσαις τιμῶν ἐπιδόσεσι, πρὸς δὲ καὶ τῇ τῆς Ἀχρίδος προεδρίᾳ προσεχῶς γὰρ ἔτυχε τὸν ἑαυτῆς ἀποβεβληκυῖα ποιμένα κατασχεῖν πειρωμένων ἡμᾶς τῶν ἐκεῖ. Πλὴν ἡ τῶν ἐν οἷς ἠνδρώμεθα καὶ μεμονάσμεθα καὶ ἱερώμεθα κρατεῖ σὺν τοῖς βασιλικοῖς κελεύσμασιν ἐπιπόθησις, καὶ τὰ κατωτέρω λιπόντες, ἀνωτέρω προβαίνομεν, εἴθε καὶ τῷ τρόπῳ καὶ πολιτεύματι, καὶ τὴν Θεσσαλονικέων εἰσδύντες, κἀν τῇ ἀνόδῳ τοῖς ἐν οἷς κἀν τῇ καθόδῳ πρώην ἐγκαταγόμεθα.

Καὶ πάλιν ὁ πολέμιος κίνδυνον μελετᾷ, καὶ πάλιν εἰσφέρει τὰ τῆς βασκανίας αὐτοῦ σκαιωρήματα. Τῶν γὰρ τὰ τῆς οἰκίας πτερύγια μέχρι που στήθους ἀναβάσεως περιεχόντων περικλεισμῶν ἀνάγαιος γὰρ ἦν οὐκ ἐς βραχὺ καὶ μετέωρος, ἐν οἷς ὑποκεκυφότες ἡδράσμεθα συνήθως ἐφ’ ὅσοις καιροῖς, τούτων ἐκ τοῦ ἀφανοῦς περιελόμενος τὰ συνέχοντα, τὴν εἰωθυῖάν ποτε τεθαρρηκότας ἡμᾶς ὑπέρεισιν, εἰς γῆν καταβάλλει σὺν τῷ περικλεισμῷ· τὸ δ’ ὑποκείμενον ἦν σὺν τῷ ἐς τόσον ἀποκεχωρηκέναι τοῦ ὅθεν καταβεβλήμεθα, καὶ λίθων ἐπίμεστον. Εὐθὺς οὖν ἐρριμμένοις ἡμῖν, τὰ ὀστᾶ συντρίβεται, καὶ μᾶλλον τὰ περὶ θώρακα, καὶ ἀναπνοὴ κατέχεται πᾶσα, καὶ θάνατος ἀπαραίτητος.

Καὶ ὁ βοηθὸς ἐγγύς, καὶ ὁ σώστης ἐκλελοιπόσιν ἢ μὴν ἐκλείπουσιν ἤδη, παρέχει τὴν ἀναζώωσιν, καὶ μετ’ ἐξαισίους ἀλγηδόνας καὶ ἀφορήτους, ὡς ἂν οἶμαι μήποτε διαλάθῃ τῆς εὐεργεσίας τὸ μέγεθος, καὶ τὰ συντετριμμένα συνδεῖ· καὶ φέρομεν εἰκόνας ἀπηκριβωμένας ἐς δεῦρο καὶ σαφέστατα σύμβολα, καὶ τῆς σφαγῆς καὶ τῆς συντριβῆς, καὶ τὰς τεραστίους καὶ τίσιν οὐκ ἀπίστους σωτηρίας ἀνακηρύττομεν πεπείσμεθα δ’ ὅτι καὶ τὰς ἐντὸς θανατηφόρους πληγάς τε καὶ συντριβὰς ὁ αὐτὸς ἰατὴρ διὰ μόνην τὴν αὐτοῦ πολλὴν ἐς ἄπειρον ἀγαθωσύνην ἰάσεται, πλὴν εἰ κατανύξει πληγοίμεθα τὰς καρδίας, καὶ πνεῦμα συντετριμμένον φέροιμεν, ἐφ’ οἷς πεπλήγμεθά τε καὶ συντετρίμμεθα.

Μετὰ τὴν παράδοξον τῆς τοιαύτης ἀπαλλαγὴν συμφορᾶς, ἐν οἷς ἦμεν πρὸ τῆς ἐκδημίας ἐπάνιμεν, καὶ τῷ τοῦ κρατοῦντος υἱεῖ γνωριμώτατοι, μὴ δὲ πρὶν ἀγνοούμενοι, καθιστάμεθα, καὶ παρ’ ἀμφοῖν, τοῦ τε κυρίου τῆς ἀρχῆς καὶ τοῦ κληρονόμου, καὶ μάλιστα τοῦ δευτέρου, δαψιλῶς ἡμῖν ἐπιρρέει τὰ δέοντα.