Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀντιρρητικοὶ τρεῖς κατὰ Κωνσταντῖνου τοῦ Κοπρωνύμου

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Διάκριση γραφής και περιγραφής και η σωματική φανέρωση του Λόγου

Εννοιολογική αποσαφήνιση των όρων της γραφής και της περιγραφής και θεμελίωση της δυνατότητας απεικόνισης του σεσαρκωμένου Θεού έναντι των δοκητικών αντιλήψεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 7 από 15

Ἐπὶ δὲ τὰ πρώην ὑπεσχημένα, τῆς τοῦ γραπτοῦ καὶ ἀπεριγράπτου φωνῆς ἕνεκεν, ὧν τὸ διάφορον ἐξ ἀπαιδευσίας καὶ ἀμαθίας ἠγνοηκότα κατίδοι ἄν τις, καθάπερ δὴ καὶ τοὺς ἐκείνου φοιτητάς, καὶ τῆς πλάνης ἀκροατάς, τοὺς νῦν ἀσεβεῖς καὶ ἀπαιδεύτους δογματιστάς, ἤδη τῷ λόγῳ τρεψώμεθα, τὰ παρ’ αὐτῶν ἐπισκεπτόμενοι ληρῳδήματα· ἀλλ’ ἐπειδὴ ὥσπερ φύσεων καὶ ἰδιωμάτων διαφορὰν οὐκ ἔγνωσαν, οὐδὲ ἀναμέσον ἁγίου καὶ βεβήλου διαστεῖλαι ἀνοηταίνοντες διέγνωσαν, οὕτως οὐδὲ ὅ τί ποτέ ἐστι γραφὴ καὶ περιγραφή, ἢ γραπτὸν καὶ περιγραπτόν, ἐπέγνωσαν· πάντα γὰρ συγχέοντες καὶ συμφύροντες καὶ ἀδιάκριτα λογισάμενοι, εἰς ταυτὸν ἄγουσιν, ἃ πολὺ ἀλλήλων διέστηκε, τὴν ὁπωσοῦν ἐν αὐτοῖς οὔτε εἰδότες οὔτε διδόντες διάκρισιν. Ὧν τῇ ἀνοίᾳ συγκαταστάντες ἐν τοῖς ἀνόπιν εἰρημένοις, ὡς ἂν τοῦ λόγου τὸ συνεχὲς μὴ διακόπτοιτο, ὡς ἔτυχε ταῖς φωναῖς καὶ αὐτοὶ κατεχρησάμεθα· ἔνθα μὲν κυρίως, καὶ τὸ ἴδιον τῆς λέξεως τηρήσαντες σημαινόμενον, ἔνθα δὲ πρὸς τὸ ἀδιάφορον ἰδόντες, τὸν λόγον ποιησάμενοι· ἐπηγγέλμεθα δὲ τὴν τούτων παραστῆσαι καὶ διαρθρῶσαι γνῶσίν τε καὶ διάκρισιν, καὶ ὅτῳ πρὸς ἄλληλα διαφέρουσιν, ὡς ἂν εὐκάτοπτος αὐτῶν ἡ ἑρμηνεία καὶ διασάφησις οὐκ εἰδόσι γένηται, καταγέλαστος δὲ καὶ ἀπαιδευσίας πλήρης, τῶν ἀνοήτων ὁ λόγος ἐκδειχθῇ.

Ταύτῃ τοι ὡς ἐν βραχεῖ νῦν περὶ αὐτῶν διαλαβεῖν. εὔκαιρον ὑπειλήφαμεν. ιβʹ. Τίς γὰρ τῶν κατὰ βραχὺ λόγου μετασχόντων οὐκ ἐννοήσειεν, ὅτι ἄλλο μέν ἐστι γραφή, ἕτερον δὲ περιγραφή; Γραφὴ μὲν γάρ, ἵνα ἐκ τῶν ἁπλουστέρων ἀρξώμεθα, διττῶς λέγεται· ἡ μὲν γὰρ τοῖς χαρακτῆρσιν τουτωνὶ τῶν στοιχείων ἐν εἱρμῷ καὶ τάξει χαρασσομένη, καὶ συλλαβικῶς προϊοῦσα διὰ τῶν λογογραφουμένων ἐκφέρεται· ἡ δὲ διὰ τῶν ὁμοιωμάτων μιμήσει τῇ πρὸς τὸ παράδειγμα εἰδοποιουμένη καὶ τυπουμένη, ὡς ἐπὶ τῆς ἡμῖν εἰς ζήτησιν προκειμένης δείκνυται. Καὶ ἡ μὲν τῶν συνειρομένων λόγων τὸ ἀπαγγελτικὸν διὰ τῶν ἐκφωνουμένων παρίστησιν· ἡ δὲ τῶν παραδεδειγμένων προσώπων τὸ μιμητικόν, διὰ τῶν ἐμφαινομένων ὑποδείκνυσιν. Ἄλλως δέ, εἴπερ εἰδῶν τινων ἔσθ’ ὅτε καὶ πραγμάτων ἔμφασιν εἰσφέρει, οὐκ ἀναγκαῖον ἐν τῷ παρόντι διασκοπεῖσθαι. Γραφεῖς δὲ καὶ ἀμφότεροι οἱ ταῦτα μετιόντες τε καὶ ἀποτελοῦντες, κατὰ τὴν ὧδε καλοῦνται συνήθειαν, ὅ τε τὸν λόγον ὑπογράφων, καὶ ὁ τῆς ζωγραφικῆς ἐπιστήμης εἰδήμων.

Τὸ γὰρ ἐπὶ τοῦ ξύσαι παρὰ τοῖς παλαιοῖς λεγόμενον γράψαι, οὐ πόῤῥω τῆς τούτων ἐννοίας διῴκισται. Περιγραφὴ δέ, φασί, τούτοις ἀποτελεῖται· ἢ γὰρ τόπῳ περιγράφεται τὸ περιγραφόμενον, ἢ χρόνῳ καὶ τῷ ἦρχθαι, ἢ καταλήψει· τόπῳ μέν, ὡς τὰ σώματα· τόπῳ γὰρ περιείργεται, εἴ γε τόπος ἐστὶ πέρας τοῦ περιεχομένου, καθὸ περιέχει τὸ περιεχόμενον· χρόνῳ δὲ καὶ τῷ ἦρχθαι περιγραπτόν ἐστιν ὃ μὴ πρότερον ὄν, ἀπὸ χρόνου καὶ τοῦ εἶναι ἤρξατο· καθ’ ἃ καὶ ἀγγέλους καὶ ψυχὰς περιγράφεσθαι λέγεται· σωματικῶς μὲν γὰρ ἄγγελοι ἐν τόπῳ οὐ περιέχονται, τῷ μὴ τυποῦσθαι καὶ σχηματίζεσθαι· ἐνεργοῦσι δὲ ἐν τόπῳ κατὰ τὴν οἰκείαν φύσιν, τῷ παρεῖναι νοητῶς νοεροί γε ὄντες, καὶ μὴ εἶναι ἑτέρωθι, ἀλλ’ ἐκεῖσε νοητῶς περιγράφεσθαι. Εἴποι δ’ ἄν τις καὶ ὑπὸ τοῦ Κτίσαντος αὐτοὺς περιορίζεσθαι. Ἔτι δὲ καὶ τὰ χρόνῳ οὐκ ἠργμένα μόνον, ἀλλὰ καὶ περατούμενα καὶ ὁριζόμενα· ὧν ἐστιν ἡ καθ’ ἡμᾶς παριοῦσα ζωή, μᾶλλον δὲ εὐπερίγραπτος καὶ πεπερασμένη· θανάτῳ γὰρ ἕκαστος ἡμῶν τὸ τέρμα τοῦ βίου δέχεται, καὶ τοῦδε τοῦ παντὸς τὸ πέρας καὶ ἡ συντέλεια, καθ’ ἣν μεταστοιχειούμενον διαμειφθήσεται.

Καὶ καταλήψει δὲ περιγραπτόν ἐστιν, ὃ διανοίᾳ καὶ γνώσει καταλαμβάνεται· ἓν γὰρ περιγραφῆς εἶδος λέγεται, καὶ ἡ κατάληψις, καθ’ ἣν καὶ ἄγγελοι ἀλλήλων ποσῶς τὴν φύσιν ἴσασιν· ὥστε εἶναι τὴν περιγραφήν, περίσχεσιν καὶ ὅρον τοῦ ἐμπεριεχομένου καὶ ὁριζομένου, ἢ ἀποπεράτωσιν τοῦ ἠργμένου καὶ κινουμένου, ἢ κατάληψιν τοῦ νοουμένου καὶ γινωσκομένου. Ὃ δὲ μηδενὶ τούτων περιέχεται, ἀπερίγραπτόν ἐστιν. Ὁ Χριστὸς τοίνυν τοῖς εἰρημένοις τούτοις ἀνθρωπίνως περιγέγραπται τρόποις· ἐπειδὴ γὰρ σῶμα πεφόρεκεν ἀληθῶς τὸ καθ’ ἡμᾶς, οὐ κατὰ φαντασίαν, ὁ ἀσώματος ἐν τόπῳ περιγέγραπται· καὶ ἀρχὴν χρονικὴν εἰληφὼς ὁ ἄναρχος, χρόνῳ περιεγράφη· καὶ τοῖς ἀνθρώποις σωματικῶς προσομιλήσας, κατελήφθη ὁ ἀκατάληπτος.

ιγʹ. Τοσαυταχῶς οὖν λεγομένης τῆς περιγραφῆς, πολλὴν ἔστιν εὑρεῖν ἐν τούτοις τὴν διαφοράν· οὐδὲ γὰρ ὁ γράφων ἤγουν εἰκονίζων ἄνθρωπον, ὡς ἐφ’ οὗ νῦν πρόκειται λέγειν, τὸν αὐτὸν ἅμα καὶ κατὰ ταυτὸν περιγράψει. Ὡς οὐδ’ εἴ τις περιορίζοι τινά, καθ’ ὃν ἂν περισχεθῇ τόπον ἐγκαθείργνυσι, καὶ τὸν μὴ παρόντα γε μάλιστα· καὶ γὰρ ἐν μὲν τῇ περιγραφῇ ἐξ ἀνάγκης πάρεστιν· ἐν δὲ τῷ γράφεσθαι οὐ πάντως πάρεστιν· ἀλλ’ οὐδὲ περιγράψει προηγουμένως, κἄν τις οἴηται τοῦτο δρᾷν. Ὅλως γὰρ τὰ σωματικῶς περιγραφόμενα, τόπος ἐστὶν ὁ προσεχῶς περιγράφων· καὶ τί ποτέ ἐστι τόπος, εἴρηται. Οὐδ’ αὖ πάλιν εἴ τις σωματικῶς περιγράφοι, ἵνα καὶ τούτῳ συγχρησώμεθα τῷ λόγῳ, τινά, τὸν αὐτὸν πάντως καὶ γράφει, ἤτοι εἰκονίζει· οὐδεὶς γὰρ ὁ συναναγκάζων λόγος, ἐπεὶ οὐδὲ ἀλλήλοις ταῦτα ἕπεται, ὡς εἰρήσεται καὶ αὖθις. Ἐν τῷδε μὲν γὰρ τῷ τόπῳ, οἷον ἐν τοίχῳ τινὶ ἢ πίνακι, φαμὲν γράφεσθαι ἄνθρωπον· ἐν αὐτῷ δὲ τῷ τόπῳ οὐδεὶς τῶν νηφόντων καὶ λελογισμένων εἴποι ἂν αὐτὸν περιγράφεσθαι ἤτοι περιορίζεσθαι. Ἄνθρωπος γὰρ ἐν τῇ ἰδίᾳ εἰκόνι γράφεται μέν, οὐ περιγράφεται δὲ ἐν αὐτῇ, εἰ μὴ ἐν τῷ οἰκείῳ τῆς περιγραφῆς τόπῳ.

Καὶ ὁ τρόπος δὲ τούτων παρὰ πολὺ διήνεγκε· γράφεται μὲν γὰρ ἄνθρωπος διὰ χρωμάτων καὶ ψηφίδων, ἂν οὕτω συνενεχθείη, καὶ ταῦτα ποικίλως καὶ πολυειδῶς σχηματιζόμενος, καὶ διηλλαγμένοις τοῖς ἄνθεσιν· οὐδαμῶς δὲ ἔνεστι διὰ τούτων αὐτὸν περιγράφεσθαι, ἐπεὶ ἑτέρως ἔχειν τὸ περιγράφεσθαι εἴρηται.

Ἔτι ἡ γραφὴ τὸ σωματικὸν εἶδος τοῦ γραφομένου περίστησι, σχῆμά τε καὶ μορφὴν αὐτοῦ ἐντυπουμένη καὶ τὴν ἐμφέρειαν. Ἡ δὲ περιγραφή, ἐν οὐδενὶ τούτων ἐπικοινωνοῦσα τοῖς εἰρημένοις τρισὶ τρόποις, τὰ ἐμπεριειλημμένα ὁρίζει· καὶ ἡ μὲν ἐν τῷ ὁμοίῳ τὴν σχέσιν ἔχουσα πρὸς τῷ ἀρχετύπῳ ἐστί, καὶ ἀρχετύπου γραφὴ ἔστι τε καὶ λέγεται, κεχώρισταί τε αὐτοῦ, καὶ ἰδίᾳ ὑφέστηκε, καί ποτε ἔστιν· ἡ δέ, οὔτε ὅμοιον, οὔτε ἀνόμοιον γίνεται, οὔτε εἰδοποιεῖται, οὐδὲ ἀρχετύπου περιγραφὴ λέγεται, οὐδὲ πρὸς τὸ ἀρχέτυπον φέρεται· ἀχωρίστως δὲ καὶ αὐτόθεν, οἷς συμπεριείληφε συνυφίσταται, καὶ ἀεὶ αὐτοῖς πρόσεστιν.

Ἀεὶ γὰρ ἐν τόπῳ ὁ ἄνθρωπος, καὶ ἐν χρόνῳ, καὶ ἐν καταλήψει ἐστί, καὶ περιγραπτῇ γε οὔσῃ τῇ φύσει, ἐξ ἀνάγκης ἕπεται, οὐδενὶ κενῷ διειργομένῃ· ὡς ἴδοι τις ἐπὶ τῆς τοπικῆς περιγραφῆς, τὸ συνάπτειν ἀμφοῖν πρὸς τῇ ἐπιφανείᾳ ἀλλήλων τὰ πέρατα· ἔνθα γὰρ ὄγκος καὶ μέγεθος, ἐξ ἀνάγκης καὶ τόπος συνεπινοηθήσεται. Ἡ γραφὴ δὲ ἐκκεχώρηκε πολλῷ· καὶ ἡ γραφὴ μέν, εἰ καὶ διαφόροις τόποις, ὅμως ὡρισμένως τυποῦται. Ἡ περιγραφὴ δὲ ὁρίζουσα, ἁπλῶς καὶ ἀορίστως πᾶσιν ἃ πέφυκε περιγράφεσθαι συμπεριῆκται. Οὐ γὰρ ἐν τῷδε μὲν περιγράφει, ἐν τῷδε δὲ οὔ. Καὶ ἡ μὲν ἐν αἰσθήσει καὶ δείξει τὸ πᾶν ἔχει, ἡ δὲ τὸ πλέον ἐννοήσει· τάχα γὰρ τὸν περιγράφοντα τόπον τις αἴσθοιτο μόνον. Καὶ ἁπλῶς εἰπεῖν, οὔτε ἡ γραφὴ περιγράφει τὸν ἄνθρωπον κἂν περιγραπτός ἐστιν, οὔτε ἡ περιγραφὴ γράφει κἂν γραπτός ἐστιν· ἑκάτερον γὰρ τὸν ἑαυτοῦ λόγον ἔξει.

Καὶ ἔτι ἡ μὲν γραφὴ περιέχεται ὑπὸ τῆς περιγραφῆς, ἡ δὲ περιγραφὴ οὐ περιέχεται ὑπ’ αὐτῆς, ἀλλὰ περιέχει αὐτήν· διὸ οὐδὲ ἀντιστρέφει. Ἐπὶ πλέον γὰρ ἡ περιγραφή· εἴ τι μὲν γὰρ γραπτόν, ἤτοι τὸ εἰκονιζόμενον, ὁ ἄνθρωπος λέγω, καὶ αὐτὴ ἡ γραφή, ἥγουν ὁ τετυπωμένος χαρακτήρ, φήσειεν ἄν τις τάχα που καὶ περιγραπτόν, περὶ οὗ νῦν ἡμῖν λέγειν πάρεστιν, ὃ πανταχοῦ ἐπισημαίνεσθαι χρή. Οὐ γὰρ περὶ τοῦ ἑτέρου τρόπου διέξιμεν· οὐ μὴν ἔμπαλιν εἴ τι περιγραπτόν, τοῦτο καὶ γραπτόν.

Οἷόν τί φημι· Ὁ ἐνιαύσιος καλούμενος κύκλος, ἵνα καὶ οὕτως ὁ λόγος ἡμῖν ἴοι, μέτροις τισὶ καὶ διαστήμασι χρονικοῖς τέτρασι περιστρέφεται· διόπερ δὴ καὶ περιγράφεσθαι λέγεται, οὐ γράφεται δέ, ἤτοι εἰκονίζεται.

Πῶς γὰρ ἂν καὶ εἰκονισθείη ὅ γε μήτε εἰδοποιούμενος, μήτε σχηματιζόμενος, καὶ διὰ τοῦτο μηδὲ ὑπ’ ὅψιν ἐρχόμενος, ἀλλ’ οὐδὲ ὑπομένων; Συνεχὴς γὰρ ὤν, τὰ οἰκεῖα πέρατα τοῖς τοῦ ἐφεξῆς ἀρχὰς ἀεὶ ποιούμενος ἐπισυνάπτει. Ἁπλῶς γοῦν τῷ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ σημεῖον κυκλικῶς περιδινούμενον τὸν ἥλιον ἀποκαθίστασθαι, ὁπωσοῦν περιγράφεσθαι λέγεται.

Καὶ οὕτως ἀλλήλων τὰς διαδοχάς, ὥσπερ ἐν ἀτόμῳ καὶ ἀκαρεῖ καὶ σχεδὸν ἀνεπαισθήτως διανύουσιν. Ἵνα γὰρ μὴ ῥέων ὁ χρόνος ἐπ’ ἀδήλῳ τὰ τῆς ζωῆς τῆς ἀνθρωπίνης περιστήσειε, σύγχυσίς τε τῶν καθ’ ἡμᾶς πραγμάτων καὶ ἀταξία καὶ ἀνωμαλία ἐπικρατοίη, μηδενὸς χρονικοῦ σημείου τούτοις ἐμφαινομένου, ἡμέραις καὶ ὥραις καὶ ἑβδομάσι καὶ μησὶ καὶ ἐνιαυτοῖς μετρεῖται, ὀλυμπιάσι τε τὸ παλαιὸν καὶ ὑπατείαις, καὶ ἑτέροις μέτροις κοσμούμενος, ἵνα σαφὴς καὶ τετρανωμένη τῶν πραττομένων ἡ μνήμη διασώζηται, καὶ τὰ ἐν τῷ βίῳ διευθετῆται πράγματα.

Οὕτως οὖν καὶ ὁ κατὰ Μωσέα νόμος μέχρι τοῦ εὐαγγελικοῦ καὶ σωτηρίου κηρύγματος προϊών, χρόνῳ ἕστη καὶ περιεγράφη. Καὶ ἡ εἰδωλολατρία, ἐπιφανέντος τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὡσαύτως κατήργηται καὶ περιγέγραπται, εἰς τὸ λοιπὸν μήτε προϊοῦσα μήτε ἐνεργοῦσα πώποτε. Ἀλλ’ οὔτε ὁ νόμος καίτοι περιγραπτὸς ὤν, εἰκονίζεται, αὐτό γε καθ’ αὑτὸ τοὔνομα ψιλόν, εἰ καὶ τὰ νομιζόμενα συλλαβικῶς γράφεται, καὶ ἐν Βίβλοις ἱεραῖς ἀεὶ διαφέρεται. Οὔτε ἡ εἰδωλολατρία γράφεται, πρᾶγμα περὶ ἀνυπόστατα ματαιοπονούμενον, ἀνείδεόν τε ὂν καὶ ἀσχημάτιστον.

ιδʹ. Ὡσαύτως δὲ καὶ αἱ ἀρχαὶ καὶ ἐξουσίαι τῶν ἐθνῶν, περιγεγραμμέναι εἰσί τε καὶ λέγονται, ὅροις τισὶ καὶ πέρασι διειλημμέναι. Ἐν τόποις γὰρ ἀφωρισμένοις ἑκάστῳ ἔθνει τὰ τῆς οἰκείας ἀρχῆς καὶ ἐξουσίας παρὰ Θεοῦ ἐκνενέμηται, κατὰ τὸ εἰρημένον·

Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Οὐ μὴν αὐτό γε τοὔνομα τῆς ἀρχῆς καὶ τῆς ἐξουσίας εἰκονισθήσεται· πρᾶγμα γὰρ καὶ σύμβολον ἀξιώματος ὂν τυγχάνει. Ὁμοίως καὶ ἡ ἀνθρωπίνη ζωή, καίτοι περιγεγραμμένη οὖσα, καὶ ὑπὸ τοῦ δημιουργοῦ τῶν ὅλων Θεοῦ καθοριζομένη, ὅμως οὐ γράφεται. Καὶ τὰ συμπίπτοντα ἐν ἡμῖν νοσήματα περιγραπτά ἐστι· χρόνῳ γὰρ περιγράφεται· καὶ μάλιστα πυρετοὶ ἐφήμεροι· ἄχρι γὰρ μιᾶς ἡμέρας ὡς ἐπὶ τὸ πλεῖστον περιγράφονται, ἰατρῶν παῖδές φασιν, ἀλλ’ οὐδείς γέ ποτε πυρετὸν γραφόμενον ἢ εἰκονιζόμενον τεθέαται. Ἤδη δὲ καὶ τῶν ἀνθῶν αἱ ποιότητες, αἳ τοῖς ὑποκειμένοις ἐνυπάρχουσι σώμασιν εὐωδιάζουσαι, ἐν τῷδε τῷ τόπῳ τυχὸν πεφυτευμένοις ἢ ἐναποτεθειμένοις, καὶ τὸ εὐῶδες ἀποπέμπουσαι, ἄχρι τοῦδε περιγραφήσονται. Καθ’ ἑαυτὰς δὲ ὅτι μὴ ὑφίστανται, οὐ γράφονται, ὅτι μηδὲ εἰδοποιοῦνται τὸ σύνολον. Τί δὲ ἡ ἐπ’ Αἴγυπτον τοῦ Ἰακὼβ καὶ τῶν ἐξ Ἰακὼβ κάθοδος, ὑπὲρ τὰ τετρακόσια διαρκέσασα ἔτη; ἥ τε εἰς Βαβυλῶνα τῶν ἐκεῖθεν Ἰουδαίων ὑπὸ Χαλδαίων αἰχμαλωσία, ἐν ἑβδομήκοντα ὅλοις ἔτεσι καθωρισμένη παρὰ τοῦ τῶν ὅλων Θεοῦ, ἣν ἐπὶ τῆς ἀλλοδαπῆς οἱ δοριάλωτοι, πρὸς παιδείαν τῶν πεπλημμελημένων, διατελέσαι κατεδικάσθησαν;

Οὐχὶ περιγραπταὶ ὑπῆρχον, καὶ πάλαι τῇ ἐπανόδῳ λέλυντο, φησὶν ὁ θεῖος Γρηγόριος; Πρᾶγμα δέ ἐστιν ἡ μὲν κάθοδος τῶν μετῳκηκότων ἢ μετανάστασις· ἡ αἰχμαλωσία δὲ τῶν μὲν ἑλόντων, πλεονεξίας ἀπόδειξις καὶ γνώμη τυραννική, τῶν δὲ ἁλόντων ἐλευθερίας ἀφαίρεσις, ἀνδραποδισμός τε καὶ ἀκούσιος ἀπαγωγή. Ἀλλ’ οὐκ ἄν τις κάθοδον ἢ αἰχμαλωσίαν αὐτὸ καθ’ αὑτὸ τὸ πρᾶγμα γράψειεν· οὐ γὰρ τοὺς κατιόντας αὐτοὺς ἢ τοὺς ᾐχμαλωτισμένους εἰρῆσθαι νῦν οἰητέον· ἕτερον γὰρ ἐκείνων ταῦτα· ὥσπερ δὴ τῶν σωμάτων, τὰ πράγματα.

Φήσειε δ’ ἄν τις περιγραφόμενον καὶ τὸ πνεῦμα αὐτὸ τὸ ἀέριον, ἅτε δὴ ἐν τῷδε μὲν τῷ χωρίῳ πνέον, ἐν τῷδε δὲ ἀπολειπόμενον, οὐ γραφόμενον δέ, ἐπεὶ οὐ διήρθρωται οὐδὲ εἰδοπεποίηται. ιεʹ. Καὶ ὁ λόγος δὲ εὐπερίγραπτος μὲν λέγεται, οὐδαμῶς δὲ εἰκονίζεται· οὐ γὰρ σῶμα οὐδὲ εἶδος αὐτῷ ἢ σχῆμα περίεστι· πῶς γὰρ ὅ γε κατὰ τὴν προφορὰν χεόμενος καὶ λυόμενος; Εἴρηται δὲ ἐφ’ οὗ τὸ γράφεται ἐπὶ πάντων τούτων ἐκληπτέον. Κατὰ γὰρ τὸν ἕτερον τῶν σημαινομένων τρόπον, ἤγουν συλλαβικῶς, πάντα γραφήσεται· καὶ πολλὰ ἄν τις ἀνερευνῶν εὕροι, ἐφ’ ὧν ἡ διαφορὰ τουτωνὶ τῶν λέξεων διαφαίνεται. Οὐδὲν οὖν τῶν εἰρημένων γράφεται, εἰ μὴ καθάπερ ἔνιοι τὰς ἀρετὰς σχηματίζοντες καὶ διαπλάσσοντες, οἷον δικαιοσύνην καὶ ἀνδρείαν καὶ τὰς λοιπὰς σωματοποιοῦσιν, ὡς ἔν τισιν εἴδομεν, ἃ οὐ κυρίως εἰκονίζεσθαι λέγεται οὐδὲ γράφεσθαι, ὡς ἀρχετύπων ἠμοιρηκότα, καὶ μηδαμῶς τισιν ὑποστᾶσιν ὅμοια. Αἱ γὰρ εἰκόνες πρὸς ἀρχέτυπα διαγράφονται καὶ χαράσσονται καὶ τῶν πρός τί εἰσι, καθὰ δὴ καὶ πρώην ἡμῖν εἴρηται.

Ταῦτα δὲ πλάσματά ἐστιν, ἐξ ἐπινοίας καὶ κατ’ ἐξουσίαν τοῦ τυποῦντος ἀναπλασσόμενα. Οὐδενὸς οὖν προϋφεστῶτος ταῦτα φέροντα δείκνυται, οὔτε εἶδος, οὔτε σχῆμα, οὔτε μορφήν· οὐκοῦν οὐ κυρίως οὐδὲ ἀληθῶς εἰκονισθήσεται. Καὶ ὅλως τὰ ἐν τόπῳ περιειργόμενα, καὶ πρὸς τὴν αἴσθησιν τὴν ἡμετέραν ἐρχόμενα, οἷς σῶμά τε καὶ εἶδος καὶ σχῆμα περιτίθεται, ταῦτα ὡς ἐπὶ τὸ πλεῖστον εἰκονίζεται· τὰ δὲ καθ’ ἕτερον τρόπον γινόμενα, ἢ οὐδ’ ὅλως, ἢ ἐν καταχρήσει, ἢ ὅτῳ τρόπῳ ἑτέρῳ, σπανιάκις γραφήσεται.

Τοσαύτης οὖν ἐμφαινομένης ἐν τούτοις τῆς διαφορᾶς, ἔκ τε τοῦ ὁρισμοῦ καὶ τοῦ λοιποῦ περὶ αὐτῶν λόγου, πλὴν οἵ γε ἐμπαθεῖς καὶ ἀνόητοι, μέχρι τῆς ζωῆς τῆς παρούσης τὴν ἐλπίδα περιγράφοντες, ἵνα καὶ τοῦτο αὐτοῖς προστεθείη, καὶ οὐδαμῶς πρὸς τὸν μέλλοντα διὰ τὸ ἐμπαθὲς τῆς ψυχῆς καὶ πρὸς τὴν ὕλην ἐπιῤῥεπὲς βλέποντες, ὁρμαῖς δὲ ἀπαιδεύτοις καὶ αὐθαιρέτοις κινούμενοι, ὥσπερ ἐξ ἐπιτάγματος τὰ δεδογμένα νομοθετοῦσιν ἀπερισκέπτως καὶ λίαν ἀφρονέστατα, ἃ μηδὲ αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐπίσταται. Δέον γὰρ λέγειν, γράφειν καὶ εἰκονίζειν, περιγράφειν φασί, μήτε τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ, μήτε μὴν τῇ τῶν πραγμάτων ἀκολουθίᾳ προσανέχοντες.

Οὐδὲ τὰ ἐν τῇ κοινῇ ταύτῃ δὴ καὶ δημώδει χρήσει, ἐπιγνῶναι αὐτοὺς τὴν τούτων διαφορὰν πέπεικεν, οἷά εἰσι τὰ λεγόμενα ἐν τοῖς συμβολαίοις γραμματεῖα ἐμπερίγραφα, ἀντιδιεσταλμένως τοῖς ἐπὶ τοῖς διηνεκέσι συναλλάγμασι νενομισμένοις ὀνομαζόμενα.

ιϛʹ. Ὃ δὲ πάντων αὐτῶν· μάλιστα καταισχύνει τὴν ἄνοιαν, οὐ συνῆκαν οἱ δείλαιοι. Πανταχοῦ γὰρ αὐτοὶ ἀνὰ στόμα ἔχοντες, προ[σ]φέρουσι τὸν διδάσκαλον Ἀστέριον προστάσσοντα, τί; «Μὴ γράφε τὸν Χριστόν·» οὐ μήν, Μὴ περίγραφε, διακελευόμενον.

Οὕτω δὲ καὶ ὁ καθ’ ἡμᾶς Ἀστέριος ἐν τῇ κατὰ τὴν ἁγίαν μάρτυρα Εὐφημίαν ἐκφράσει· «Εἶδον ἐκεῖ γραφήν τινα,» τὴν ἱερὰν ἱστορίαν τῆς θεομάρτυρος ἡμῖν ὑποδεικνύς· οὐ περιγραφήν, εἴρηκε· καὶ γραφικήν, οὐ περιγραφικὴν κατωνομασμένην. Οἶδε τὴν τέχνην, καὶ τῶν ζωγράφων τοὺς ἀρίστους ὑπεράγασθαι, καὶ εἰς μέγα ἦρθαι παρ’ αὐτοῖς, καὶ ἅμα θαυμάζεσθαι τῶν φιλοτεχνουμένων τοὺς πίνακας. Τί χρὴ λέγειν περί γε τῶν ἄλλων ἱερῶν Πατέρων ἡμῶν; ὧν ὁ μὲν τοῖς πίναξιν ἐγχαράσσοντας τοὺς ζωγράφους παρατίθεται· ὁ δέ, ὅτι Ἄρα μετρίως ὑμῖν τὸν ἄνδρα ὁ λόγος ἔγραψε; φάσκων. Καὶ πάλιν· Ἆρα οὐ σαφῶς ὑμῖν τὸν ὁμώνυμον ἐμοὶ καὶ ὁμόψυχον ὁ ζωγράφος λόγος ἀνετυπώσατο; Οὐδεὶς δέ πω, περιέγραψεν, εἴρηκεν.

Οἱ δὲ οὐδὲ τοὔνομα αὐτό, ὃ τοῖς πεπειραμένοις τὴν τέχνην ταύτην ἐπικέκληται, ἐπῄσθοντο. Τοσοῦτον κατεφθαρμένοι τὸν λογισμὸν καὶ τὸ ἀσύνετον νενοσήκασι! Ζωγράφοι γάρ, οὐ ζωοπεριγράφοι κικλήσκονται. Καὶ ἵνα μὴ λόγων λαβύρινθον διεξίοιμεν, καὶ ἄλλως ῥημάτων ὄχλον ἀδιεξίτητον ἐπεισκρίνωμεν, εὐπερίγραπτον τὴν περὶ τοῦ γραπτοῦ καὶ περιγραπτοῦ γραφὴν ἐνταυθοῖ περιγράψωμεν.

ιζʹ. Πῶς οὖν οὐκ ἐγκαλύπτονται οἱ Χριστομάχοι καὶ καταδύονται, τὰ ἀσώματα καὶ ἀσχημάτιστα οἷον ἄγγελον καὶ ψυχήν, ὅσον κατὰ τὸν ἴδιον λόγον, ἀκούοντες περιγράφεσθαι, Χριστὸν δὲ σεσωματωμένον, καὶ ἐν οὐσίᾳ τῇ καθ’ ἡμᾶς πεφηνότα, καὶ ἐνυπόστατον ὄντα, καὶ εἶδος καὶ σχῆμα καὶ μορφὴν ἀνθρωπείαν ἀνειληφότα, καὶ διασώζοντα ἐν πᾶσι τὸ ἐν ἀνθρώποις τέλειον, μὴ δοξάζειν περιγράφεσθαι καὶ γράφεσθαι, ἤτοι εἰκονίζεσθαι; Ἀμφότερα γὰρ ἐπ’ αὐτοῦ δείκνυται· ἐπεὶ καὶ ἐφ’ ἡμῶν ταῦτα καθ’ οὓς γέγονεν, οὐδενὸς τῶν καθ’ ἡμᾶς πλὴν ἁμαρτίας ἀπολειπόμενος.

Ὅλον γὰρ τὸν παλαιὸν Ἀδὰμ ὁ νέος Ἀδὰμ ἔφερεν, ἵνα πεσόντα ὑπὸ τὴν ἁμαρτίαν διὰ τὴν τῆς θείας ἐντολῆς παράβασιν, ἀναστήσῃ ἐν ἑαυτῷ ὡς ἀναμάρτητος χάριτι. Ἢ καὶ ἑαυτοὺς τοῦ αὐτοῦ γε ὄντας φυράματος, περιγεγράφθαι ἀπιστήσουσιν, ἵνα καὶ τὸ εἶναι ἄνθρωποι προσαπολέσωσιν; Ἡμεῖς γὰρ πεπιστεύκαμεν καὶ διαγγέλλομεν, ὡς διὰ περιουσίαν φιλανθρωπίας, τὸ ἴδιον πλάσμα ἐπὶ τὴν ἀρχαίαν εὐγένειαν ὁ θεῖος Λόγος ἀνακαλούμενος, πρῶτον μὲν ἐν τῇ νηδύϊ τῆς παναγίας Μητρὸς καὶ ἀληθῶς Θεοτόκου οἰκήσας, σάρκα ἀψευδῶς τὴν ἡμετέραν ἐκ παρθενικῶν αἱμάτων προσείληφεν. Ἐπεὶ καὶ αὐτή, ἄνθρωπος καὶ τῆς ἡμετέρας φύσεως ἀπαραλλάκτως οὖσα ἐτύγχανεν, ἁγιωσύνῃ δὲ καὶ καθαρότητι μόνον πάντων ὑπερέχουσα, καὶ ἄνθρωπος τέλειος, οὐ κατὰ φαντασίαν, οὐ κατὰ δόκησιν χρηματίσας ἑαυτὸν κατὰ τὸ ἀνθρώπινον περιέγραψεν. Ἐκ τοῦδε γὰρ ταῖς κυρίαις καὶ ἰδικαῖς σημασίαις τῶν φωνῶν τούτων χρηστέον. Καίτοι ὡς Λόγος μὲν ὢν ἀεί, τοῦθ’ ὅπερ ἐστίν, ἀπαθής, καὶ ἀπεριγραψίας καὶ ἀοριστίας ἁπάσης περιγραφὴ καὶ ὅρος ὤν, ἔπειτα δὲ προελθὼν ἐκεῖθεν ὡς εὐδόκησεν, ἐν σπηλαίῳ καὶ φάτνῃ κατακλιθείς, καὶ σπαργάνοις ἐνειληθείς, περιεγράφη καὶ περιωρίσθη σαρκί.

Ἐφ’ οἷς καὶ τὰ ἑξῆς τοῦ περιγραπτοῦ σώματος, περιετμήθη, ἐβαπτίσθη, περιεγράφη σωματικῶς ἐν τοῖς ὕδασι, καὶ ὑπὸ δούλου χειροθετούμενος, ὑψώθη ἐν σταυρῷ, ἐτρήθη τὴν πλευράν, τὸν ὑπὲρ ἡμῶν ἀνέτλη θάνατον, τέθαπται ἐν μνημείῳ ἐν ᾧ περιεγράφη σωματικῶς. Εἶτα ἀνεβίω τριήμερος, ὡς Θεὸς πατήσας τὸν θάνατον, καὶ νεκροῖς τὴν ἐλευθερίαν καὶ ζωὴν χαρισάμενος. τί οὖν φατε ὑμεῖς οἱ τὸ ἀπερίγραπτον πρεσβεύοντες, καὶ τῆς δοκήσεως δοξάζοντες τὸ ἀδόκιμον; Ὁ ἐν σπαργάνοις ἐνειλούμενος, ἢ ἐν φάτνῃ κατακλινόμενος, καὶ εἴσω σπηλαίου γινόμενος περιγράφεται, ἢ οὔ; Τί δέ; ὁ περιτεμνόμενος, καὶ βαπτιζόμενος, καὶ σταυρούμενος, καὶ τὸ πάντων ἔσχατον ἐν μνημείῳ κατακλειόμενος, περιορίζεται ἐν τούτοις καὶ περιέχεται, ἢ οὔ; Τὸ γὰρ μὴ περιγραφόμενον, οὐδὲ ἐν τόπῳ ἐστίν· εἰ δὲ οὐκ ἐν τόπῳ, οὐδὲ σῶμα· εἰ δὲ οὐ σῶμα, πολλῷ πρότερον οὐδὲ ἄνθρωπος. Οὐκοῦν οὐδὲ ἐνηνθρώπησεν, οὐδὲ ἀνείληφε τὴν πεσοῦσαν φύσιν, καὶ οἷον τὸ καθ’ ἡμᾶς σῶμα, ὃ ταῦτα πάσχειν πέφυκε, καὶ τοῖς τοιούτοις ὑποπέπτωκε πάθεσιν. Εἰ δὲ χρὴ πρὸς τὴν ὑμῶν ἀπαιδευσίαν καὶ ἀναισχυντίαν μικρόν τι προσπαίξαντα εἰπεῖν, περιγράφεται ὁ περιγραφόμενος, ἢ οὔ; Τοῦτο τῆς ὑμετέρας ἐμβροντησίας καὶ φρενοβλαβείας εἰπεῖν ἄξιον. Ἴσως γὰρ οὐδὲ τούτῳ συνθήσεσθε.

Οὐ γὰρ παρὰ Χριστιανοῖς ταῦτα ἀπιστηθήσεται ἢ παιχθήσεται. Ὅπου γε καὶ μετὰ τὴν θείαν ἀνάστασιν, τῷ αὐτῷ σώματι, καίτοι τὴν ἀφθαρσίαν καταπεπλουτηκότι, θυρῶν κεκλεισμένων εἴσω γίνεται, καὶ τοῖς μαθηταῖς ἐμφανίζεται ψηλαφώμενος, καὶ τὰς ὠτειλὰς τῆς θείας πλευρᾶς καὶ τῶν ἥλων τῶν ἐν χερσίν, οἷς διαπεπερόνηται, παραδείκνυσιν· οὐδὲ προσέξετε τοῖς λέγουσιν, «Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ.» Καὶ τὸ ἔτι τούτων παραδοξότερον, καὶ εἰς οὐρανοὺς σεσωματωμένος ἄνεισι, καὶ ὡς σῶμα φέρων ὁρώμενος. Καὶ δηλοῦσι τὰ τοῖς παραπέμπουσιν ἀγγέλοις λεγόμενα, καὶ παρὰ τοῖς μαθηταῖς ἀκουόμενα, ὅτι Ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀνερχόμενον εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται· καί, Ἐν δεξιᾷ τοῦ Θεοῦ καθεζόμενον, καὶ πάλιν ἥξοντα μετὰ τῆς πατρικῆς δόξης δορυφορούμενον τῷ αὐτῷ κεχρημένον σώματι, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντησάντων, καὶ πιστευθῇ ὑπὸ τῶν ἀπειθησάντων. Καὶ ὅλως ἵνα συνοπτικώτερον εἴπωμεν, τὸ ἀναβεβηκέναι αὐτόν, τί ἄλλο ἢ σώματος ἴδιον, καὶ τόπου ἐξ οὗ καὶ εἰς ὃν μεταβέβηκε;

Σώματος οὖν ταῦτα περιγραπτοῦ, καὶ τοῦ καθ’ ἡμᾶς, εἰ καὶ ὑπὲρ ἡμᾶς, κἂν μὴ βούλοιντο οἱ παράνομοι. Εἰ καὶ μηκέτι Χριστὸν κατὰ σάρκα γινώσκομεν. ᾯ δηλοῦται κόπων αὐτὸν ἀπηλλάχθαι, καὶ πείνης καὶ δίψης, καὶ ὅσα σαρκὸς πάθη καὶ ἀσθενείας, καὶ πλὴν ἁμαρτίας, ἡμέτερα. Οὐ γὰρ ἔτι τοῖς αὐτοῖς περιπεσεῖται πάθεσι, τὴν ἀφθαρσίαν ἅπαξ ἐνδεδυκώς.

ιηʹ. Ἀμέλει ἐπὶ τῆς γῆς ὤν, καὶ τοῖς ἀνθρώποις ὀπτανόμενος καὶ συναναστρεφόμενος, ἡνίκα ἐντὸς τοῦ ἱεροῦ σωματικῶς ὑπάρχων ἐδίδασκε, περιεγέγραπτο. Ἐνταῦθα δὲ παρών, οὐκ ἦν κατὰ ταυτὸν καὶ ἐν τῇ Γαλιλαίᾳ σωματικῶς· καίτοι πάντα πληρῶν, καὶ πανταχοῦ, καὶ ὑπὲρ τὸ πᾶν ὡς Θεὸς ὤν, καὶ ὡς ἐξὸν ὧδε εἰπεῖν ἀπερίγραπτος. Ἐπεὶ πῶς καὶ πόθεν ἐπὶ τὴν Βηθανίαν μετάγεται, ὁ λέγων τοῖς μαθηταῖς, Χαίρω δι’ ὑμᾶς ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ; τὸ μέγα ἐπιτελέσων ἐκεῖνο μυστήριον, τὰ τῆς κοινῆς καὶ καθολικῆς ἀναστάσεως προτέλεια, σαφῶς ὧδε πιστούμενος· ὀδωδότα τὸν τετραήμερον ἐκ τῶν μυχαιτάτων καὶ ἀφανῶν τοῦ ᾄδου χωρίων ὡς ζῶντα προκαλούμενος, καὶ τοῖς ζῶσι τὸν ἤδη πρὸς φθορὰν ἐπειγόμενον καὶ λυόμενον ἐγκαταριθμῶν, ἐναργῶς τοῦ θαύματος τὴν δύναμιν τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς διαδεικνύντος.

Ἀλλ’ οὐδὲ ἐνταῦθα ὤν, ἤδη καὶ ἐν Καπερναοὺμ ἢ ἐν ἑτέρῳ τόπῳ κατὰ ταυτὸν σωματικῶς ἐφαίνετο· καὶ ὅλως ἐν τῷδε ὢν τῷ· χωρίῳ, οὐκ ἦν καὶ ἀλλαχόθι· τὸν γοῦν εἰς οὐρανοὺς ἀνιόντα οὐκ οἶδα εἴ τις φαίη, καὶ νῦν ἔτι σωματικῶς ἀνθρώποις προσομιλοῦντα συναναστρέφεσθαι, εἰ καὶ ἄλλως σὺν ἡμῖν ὡς πιστοῖς καὶ οἰκείοις διαιωνίζων ἐστί, κατὰ τὸ ἐπάγγελμα· εἰ μὴ μέλλοιεν καὶ πρὸς ταῦτα περιτραχύνεσθαι οἱ ἀλλότριοι. Καὶ ἵνα μὴ τὰ πολλὰ διεξιόντες μακρὸν ἀποτείνωμεν λόγον, εἴπερ ἐνσώματος ἦν, ἐν τόπῳ ἦν καὶ περιεγέγραπτο. Τόπος γὰρ πέρας ἐστὶ τοῦ περιέχοντος, καθὸ περιέχει τὸ περιεχόμενον, καὶ πέρασι διείληπται καθ’ ἂς ὁρίζεσαι [ὁρίζεται] σχέσεις.

ιθʹ. Δῆλον οὖν, ὡς καὶ ὁ Χριστός, σῶμα ἀληθῶς, καὶ οὐ κατὰ δόκησιν, φορῶν τὸ ἡμέτερον, ἕν τινι τόπῳ ὤν, οὐκ ἦν σωματικῶς πανταχοῦ· ἐξ ὧν πάντων φανερόν, ὅτι περιεγέγραπτο. Καὶ εἰ μὴ τοῦτο ὁμολογήσαιεν, τὸν ἕτερον τρόπον δώσουσι, τῇ κακοδαίμονι τῶν Δοκητῶν πλάνῃ μαινόμενοι συμπεριενεχθέντες, ἐν φαντασίᾳ τὴν τοῦ Κυρίου σάρκωσίν τε καὶ σταύρωσιν ὀνειρώσσοντες. Μηδὲ γὰρ εἶναι Χριστὸν τὸν σταυρούμενον ἐφαντάζοντο, ἀλλ’ αὐτὸν μὲν ἐπὶ τοῦ ὅρους καθέζεσθαι, διαγελᾷν δὲ Ἰουδαίους ὡς Σίμωνα σταυροῦντας, δόξαι Χριστὸν ἐσταυρῶσθαι. Οὐκ ἐξ ἡμῶν οὖν ἔσχε Χριστὸς τὸ περιγράφεσθαι, οὐδὲ παρὰ τὸ εἰκονίζειν ἡμᾶς αὐτόν, περιγραπτός ἐστι. Μακρὰ οὖν ληροῦσιν οἱ ἀνόητοι, καὶ ἀπαίδευτοι, καὶ πάσης ἠμοιρηκότες συνέσεως, καὶ οὐδὲν τῶν μεμηνότων βέλτιον ἔχοντες. Οὐκοῦν οὐ περιγράφομεν αὐτὸν ἡμεῖς· πῶς γὰρ τόν γε σωματικῶς μὴ παρόντα; ἀλλὰ γράφομεν, οὐ καθὸ περιγράφεται, ἀλλὰ καθὸ γράφεσθαι πέφυκε σωματικῶς, ἵν’ ἐκδηλότερον φανῇ τὸ τῶν φωνῶν σημαινόμενον.

Οὕτως καὶ αἱ εἰκόνες, οὐ καθὸ περιγραπτός, ἀλλὰ καθὸ γραπτός, γνωρίζουσι πᾶσιν αὐτόν. Καί γε καὶ ἡμεῖς εἰκονίζομεν, οὐχ ᾗ Λόγος καὶ Θεὸς (ἀόρατος γὰρ καὶ ἀναφὴς καὶ ἀσχημάτιστος, ἄπαγε· παραφροσύνης γὰρ τοῦτό γε, καὶ τῆς ἁπασῶν ἐσχάτης ἀπονοίας ἀνάμεστον), ἀλλ’ ᾗ ἄνθρωπος κατὰ πάντα πεφανέρωται. Οὐχ ὥσπερ τῷ Ἀβραὰμ ὤφθη καὶ τοῖς προφήταις ἐν εἴδει ἀνθρώπου, ἀλλ’, ὅτι Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.

Καί, «Ὁ Λόγος παχύνεται,» ὅ ἐστι, τὴν καθ’ ἡμᾶς σάρκα πεφόρεκε· καί, «Ὁ ἄναρχος ἄρχεται·» καί, «Ὁ ἀναφὴς ψηλαφᾶται·» καὶ ὅσα τοιαῦτα ἡμῖν παρὰ τοῦ Πνεύματος παραδέδοται καὶ πιστεύεται. Ὥστε τὸ μέν, περιγράφεσθαι, οὐχ ἡμῶν ἕνεκεν, ἀλλὰ τοῦ συγκατελθόντος, καὶ διὰ τὴν οἰκονομίαν τὴν ἡμετέραν πτωχείαν ἐνδύντος, τὸ δὲ εἰκονίζεσθαι, ἐξ ἡμῶν τῶν ταύτῃ πεπιστευκότων, καὶ δεχομένων καὶ ἀσπασαμένων, καὶ τὴν ἐντεῦθεν ἡμῖν γεγενημένην εὐεργεσίαν καὶ σωτηρίαν διαῤῥήδην κηρυσσόντων, καὶ θείῳ πόθῳ καὶ Πνεύματι ἀγομένων, καὶ εἰς τὴν τῶν οἰκονομηθέντων ὑπὲρ ἡμῶν μνήμην ἐρχομένων.

Ἀπόπληκτον οὖν κομιδῇ ἀληθῶς σῶμα μὲν λέγειν, οὐ περιγραφόμενον δέ, οὐδὲ εἰκονιζόμενον, οἷον τὸ Χριστοῦ σῶμα πλαστογραφοῦντες ταῖς σφῶν αὐτῶν ἀβουλίαις, ὡς ἂν τὸ πεπαχύνθαι καὶ σεσαρκῶσθαι τὸν Λόγον ἀναιρεθείη. Εὔκαιρον δὲ αὐτοῖς καὶ πλάνον ἀποκαλεῖν, κατὰ τοὺς ὁμόφρονας αὐτῶν Ἰουδαίους, καὶ εἴ τι τούτου ἀνοσιώτερον, ὅτι ὅπερ οὐχ ὑπῆρχεν αὐτῷ, ὡς ὑπάρχον παρεδείκνυ καὶ μετεδίδου.

Συκοφαντείτωσαν λοιπὸν καὶ τὴν ἀνάστασιν, καὶ τἄλλα ὅσα τῆς οἰκονομίας ὑπὲρ ἡμῶν ἐξειργάσθη μυστήρια, πάντα ἐν δοκήσει πεπρᾶχθαι φαντασιούμενοι. Ἐκ δὴ τούτων τί συμβαίνει; Ὅτι ἔδει αὐτοὺς [μὴ] σεσαρκῶσθαι τὸν Λόγον δοξάζειν, ἢ σαρκωθέντα μὴ περιγεγράφθαι· ἵνα ἐν ἐκείνῳ τὰ τῆς ἀπιστίας αὐτῶν δεικνύηται, ἀλλ’ οὐκ ἐν τούτῳ τὰ τῆς ἀνοίας μετὰ τῆς ἀπιστίας. Τί γὰρ ἀνοητότερον ἢ κτηνοπρεπέστερον τοῦ λέγειν, σεσαρκῶσθαι μὲν τὸν Λόγον, μὴ περιγεγράφθαι δὲ ἢ εἰκονίζεσθαι; Αὐτοὶ δὲ πρὸς ἔνδειξιν τῆς ἀσεβείας αὐτῶν, τὴν καθ’ ὑπόστασιν ἕνωσιν προχειρίζονται· πρὸς ἕτερον δὲ τὸ πᾶν τοῦ σκοπουμένου αὐτοῖς ἀφορᾷ. Μίσει γὰρ τῷ εἰς τὸ ἀρχέτυπον τὰ τοιαῦτα δρῶσιν· ὡς ἂν ἀναιρουμένης τῆς εἰκόνος, συναπόλοιτο κἀκείνου ἡ μνήμη· ἐπειδὴ τῷ ὄντι βαρύς ἐστιν αὐτοῖς ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος.

Δίκαιον δέ, ὡς οἶμαι, κἀκεῖνο ἂν ἔρεσθαι τοὺς τὸ ἱερατικὸν κατεσχηματισμένους ἀξίωμα, ὅτι Εἰ διὰ τὴν μίαν ὑπόστασιν ἀπερίγραπτόν φατε ἣν προσέλαβεν ὁ Χριστὸς σάρκα, τὸ δὲ ἀπερίγραπτον, ὡς πάντες οἷς τὰ αἰσθητήρια τῆς ψυχῆς ἔῤῥωται συμφωνοῦσι, καὶ ἀόρατόν ἐστι· τὸ δὲ ἀόρατον, καὶ ἀναφὲς καὶ ἀπερίληπτον, καὶ τὸ πᾶν εἰπεῖν, ἀσώματον· τί δή ποτέ ἐστιν ὅπερ ἐπὶ τῶν τελετῶν τῶν παρ’ ἡμῖν μυστηρίων ἱερουργεῖτε, οἱ ποσὶν ἀνίπτοις, ὃ δὴ λέγεται, τοῖς ἱεροῖς ἐπιβαίνοντες; Εἰ γὰρ οὐχ ἁπτόν, πῶς σφαγιάζεται; καὶ τί θύεται; ὁ γὰρ μή ἐστιν ὁρατόν, οὐδὲ πέφυκε θύεσθαι, οὐδὲ σφαγιάζεσθαι.

Καὶ τίνος ἅπτεσθε ἀναφοῦς, καὶ ὁποίου σώματος; Ποῖ δὲ χωρήσει ὑμῖν τὸ μετὰ χεῖρας φερόμενον, καὶ χειλέων εἴσω κατακλειόμενον καὶ περιγραφόμενον· ὃ καὶ ὀδοῦσι λεπτύνεται, καὶ ἐδεστὸν γίνεται, εἴ γε ἄψαυστον ὂν οὐδὲ τέθυται; οὐ γὰρ τὸν Λόγον αὐτὸν καθ’ αὑτὸν ἐδεστὸν εἶναι εἴποιτε.

Πῶς δὲ καὶ τὸν θάνατον Χριστοῦ καταγγέλλετε, ἢ τὴν ἀνάστασιν ὁμολογεῖτε, καὶ τὰ παραδεδομένα τοῖς μύσταις τοῦ λόγου κατὰ τὴν ἱερὰν ἐκείνην νύκτα, καθ’ ἣν κεκοινώνηκεν αὐτοῖς τῶν τοιούτων μυστηρίων; Ἐξ ὧν δείκνυσθε ὡς παράφρονες, λέγοντες ὅτι οὐδὲ ὁ Χριστὸς ἀληθῶς ἑαυτὸν τέθυκε, σώματος περιγραπτοῦ μὴ ὑπάρχοντος· οὐκοῦν ἑαυτοὺς πλανῶντες παραλογίζεσθε, θύειν ὑπολαμβάνοντες ἃ μὴ λέγετε θύεσθαι. Πῶς γὰρ ἂν τυθείη τὸ ἀπερίγραπτον, καὶ ἁπτὸν ἔσται ἢ ἐδεσθήσεται; Ἐξ οὗ δῆλον ὅτι καὶ τὰ ἐπὶ τῶν μυστηρίων τούτων ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις παραδεδομένα, καὶ τἄλλα πάντα διαγράφετε καὶ ἀθετεῖτε, οἱ εἰς τὸ σῶμα Χριστοῦ ἀνέδην προσκόπτοντες· εἴ γε οὐδὲ σῶμα κυρίως, ἀλλ’ εἰκόνα σώματος κατὰ τὸν διδάσκαλον ὑμῶν δογματίζετε. Διὸ κατὰ τὸν τῆς εἰκόνος λόγον ὃν αὐτοὶ εἰσηγήσασθε, ἐξ ἀνάγκης ἢ συγκαταθύεσθαι τὸν Λόγον ὁμολογήσετε διὰ τὴν μίαν ὑπόστασιν, ἢ διὰ τὸ ἀπερίγραπτον εἶναι, κεχωρίσθαι τοῦ σώματος, καὶ οὐδὲν πλέον ἄρτου κοινοῦ καὶ οἵνου ἱερουργήσετε ἢ μεταλήψεσθε· σωτηρίας δὲ ἢ ἁγιασμοῦ μετέχειν, οὐδὲ ὑπονοεῖν ἄξιον· ὁ δὲ πιστὸς οὐκ ἀποπλανᾶται·

Πιστεύει γὰρ ὅτι σῶμα Χριστοῦ ἐστι τὸ παρὰ τοῖς ἀξίοις ἱερουργούμενον· καὶ ἐν χερσὶ συνέχων περιγεγραμμένον οἶδεν, ἐδηδοκώς τε ἁγιάζεται, καὶ ἁμαρτιῶν καθαίρεται, καὶ βασιλείας οὐρανῶν ἐπιτεύξεσθαι διὰ τούτων ἀσφαλῆ τὴν ἐλπίδα κέκτηται.