Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Βραχεῖα χρονικὴ διήγησις

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η δυναστεία του Ηρακλείου από τον Κωνσταντίνο Δ' έως την πρώτη περίοδο του Ιουστινιανού Β'

Η βασιλεία του Κωνσταντίνου Δ', η σύγκληση της Έκτης Οικουμενικής Συνόδου, η πρώτη περίοδος εξουσίας του Ιουστινιανού Β', η εκθρόνισή του και η εξορία του στους Χαζάρους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 8

Οὕτω τοιγαροῦν εἰρηνευούσης πάντοθεν τῆς Ῥωμαίων βασιλείας ἡ τῶν Μονοθελητῶν δυσσεβὴς αἵρεσις ἐκρατύνετο, ἤδη τῶν ἀφ᾽ Ἡρακλείου τοῦ βασιλέως χρόνων λαβοῦσα τὴν ἀρχήν· καὶ σχίσμα ἦν περὶ τὴν καθολικὴν ἐκκλησίαν. ταῦτα διαγνοὺς Κωνσταντῖνος σύνοδον οἰκουμενικὴν συγκροτεῖ, ἣ τὰς μὲν προλαβούσας πέντε ἁγίας οἰκουμενικὰς συνόδους ἐκύρωσε καὶ τὰ δύο ἐπὶ τοῦ σωτῆρος Χριστοῦ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας, τέλειον αὐτὸν ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι διατρανώσασα καὶ τῷ ἀναθέματι τοὺς τῆς αἱρέσεως ἄρξαντας παραπέμψασα. οὕτως ἐν γαλήνῃ καὶ εἰρηνικῇ καταστάσει τὸ λοιπὸν τῆς ζωῆς διατελέσας τῷ ἑπτακαιδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐτελεύτα. καὶ κατατίθεται αὐτοῦ τὸ λείψανον ἐν τοῖς βασιλείοις τῶν ἁγίων ἀποστόλων μνήμασι.

Καταλιμπάνει δὲ εἰς τὴν βασιλείαν τὸν υἱὸν Ἰουστινιανὸν ἑκκαιδέκατον ἔτος τῆς ἡλικίας ἄγοντα; ὃς τῆς βασιλείας ἐπιλαβόμενος τὰ ὑπὸ τοῦ πατρὸς τῆς εἰρήνης ἕνεκεν καὶ τῆς ἄλλης πολιτικῆς εὐταξίας βραβευθέντα διέστρεφε. μεθ᾽ ὧν λύει καὶ τὴν πρὸς τοὺς Βουλγάρους γενομένην εἰρήνην. ἱππικὰ δὲ στρατεύματα πρὸς τοῖς Θρᾳκῴοις διαγαγὼν χωρίοις κατὰ τῶν Σκλαβηνῶν εὐθέως ὥρμησε. μέχρι δὲ Θεσσαλονίκης ἐκδραμὼν πόλεως, πολλὰ τῶν ἐκεῖσε Σκλαβηνῶν γένη τὰ μὲν πολέμῳ τὰ δὲ ὁμολογίᾳ παραλαβών, εἰς τὴν τοῦ Ὀψικίου λεγομένην χώραν διὰ τῆς Ἀβύδου διαβιβάσας κατέστησεν. ἐξ ὧν στρατεύει ἄχρι καὶ εἰς τριάκοντα χιλιάδας λαόν, οὓς ἐξοπλίσας λαὸν ἐκάλεσε περιούσιον, ἄρχοντα αὐτοῖς ἐκ τῶν εὐγενεστέρων ἐπιστήσας Νεβοῦλον τοὔνομα. εἰς οὓς θαρρήσας λύει τὴν πρὸς τοὺς Σαρακηνοὺς παρὰ τοῦ πατρὸς γενομένην εἰρήνην, μεθίστησι δὲ καὶ τοὺς ἐν τῷ ὄρει τοῦ Λιβάνου λοχοῦντας ἐκ παλαιοῦ χρόνου ὁπλίτας. ἐκστρατεύει δὲ κατ᾽ αὐτῶν, καὶ κατὰ τὴν Σεβαστόπολιν γίνεται. καὶ αὐτοὶ δὲ ἐπιστρατεύσαντες πρὸς αὐτοὺς παραγίνονται· καὶ τὰ μὲν τῆς εἰρήνης φυλάττεσθαι βέβαια παρ᾽ αὑτῶν ἔφασκον, εἰ δὲ βούλοιντο διαστρέφειν Ῥωμαῖοι, θεὸν κριτὴν τῶν αἰτίων γίνεσθαι. Ἰουστινιανοῦ δὲ μᾶλλον τῆς μάχης αἱρουμένου, οὗτοι τὸν τῆς εἰρήνης ἔγγραφον λόγον ἐφ᾽ ὑψηλοῦ ἀναρτήσαντες σημείου προάγειν ἐκέλευον, καὶ δὴ κατὰ Ῥωμαίων ἐχώρουν.

οἱ δὲ εἰς φυγὴν ἐτράποντο. καὶ ὁ κληθεὶς περιούσιος τῶν Σκλάβων λαὸς τοῖς Σαρακηνοῖς προστίθεται, καὶ σὺν αὐτοῖς Ῥωμαίους ἀνῄρουν. ἐξ οὗ πλεῖον προσκτησάμενοι θάρσος πλειόνως τὴν Ῥωμαίων ἀρχὴν ἐλυμαίνοντο. καὶ τὰ μὲν πρὸς τὸ ἔθνος οὕτω πως ἔσχεν.

Ἐς δὲ τὰς πολιτικὰς ἀρχὰς καθίστα ἄνδρας ἀπηνεῖς καὶ ὠμοτάτους, ὧν ἦν Στέφανος εὐνοῦχος Πέρσης, ταμίας τῶν βασιλικῶν χρημάτων· καὶ πολλὰ τοὺς ὑπὸ χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεόδοτον δέ τινα μοναχόν, ἐγκλειστὸν τὸ πρότερον κατὰ τὰ Θρᾳκῷα τοῦ Στενοῦ λεγομένου πόρου γεγονότα, τῶν δημοσίων λογιστήν, ὃν τὸ δημῶδες γενικὸν λογοθέτην καλοῦσι, κατέστησεν, ὃς ὑπερβολῇ ὠμότητος οὐ τοὺς ὑπ᾽ αὐτὸν μόνον χρήματα ἔπραττε, μετεώροις σχοινίοις ἀναρτῶν καὶ ἀχύροις περικαπνίζων, ἀλλ᾽ ἤδη καὶ ἑτέρους περιφανεστέρους ἄνδρας δημεύων καὶ ἀφορήτους ποινὰς ἐπιφέρων ἀπέκτεννεν.

Λεόντιον δέ τινα πατρίκιον ἐκ τῆς τῶν Ἰσαύρων ὁρμώμενον χώρας καὶ στρατηγὸν γενόμενον τοῦ ἀνατολικοῦ καλουμένου στρατεύματος, εὐδόκιμόν τε ἐν πολλοῖς πολλάκις γενόμενον, καὶ αὐτὸν ὑποφρούριον τρισὶ χρόνοις Ἰουστινιανὸς ἐποίησεν· εἶτα τῆς φρουρᾶς λύσας στρατηγὸν τῆς Ἑλλάδος προβάλλεται, αὐθημερὸν ἀναγκάσας τοῦ Βυζαντίου ἀπαίρειν. πρὸς ὃν γίνονται φίλοι τυγχάνοντες ἀωρὶ τῆς νυκτὸς Παῦλός τις μοναχὸς τῆς Καλλιστράτου μονῆς ὑπάρχων, ἀστρονόμος τὴν ἐπιστήμην, καὶ Γρηγόριος μοναχὸς καὶ ἡγούμενος ἐν τῇ Φλώρου μονῇ, Καππαδόκης τὸ γένος, ὡς προπέμψοντες. αὐτὸς δὲ ἰδὼν ἐνεκάλει λέγων ὡς “μάτην μοι τὰ τῆς βασιλείας προεμαντεύσασθε· νῦν γὰρ ἐνθένδε ἀποχωροῦντα τὸ τέλος με τῆς ζωῆς πικρὸν καταλήψεται”. οἱ δὲ τῆς ὁδοῦ εἶργον, βέβαια παρεχόμενοι 〈ὡς〉 εἰ μὴ ὀκνήσειεν τῆς ἐξουσίας κρατήσειεν. τούτοις πεισθεὶς εὐθὺς ἐπικομίζων τινὰς τῶν ὑπηρετῶν ἔτι τῆς νυκτὸς ἐφισταμένης καὶ ὅπλα ἀνελόμενος εἰς τὸ πραιτώριον ἄνεισιν ἡσυχῇ. καὶ σημηνάντων ὡς τὸν βασιλέα παρεῖναι ἐν τοῖς ἐκεῖσε πρᾶξαι τὰ κατὰ γνώμην, ὁ τοῦ πραιτωρίου ὕπαρχος ὑπήντα διανοιγνὺς τὰς πύλας· ὃν αὐτίκα χεῖρας καὶ πόδας ἐπέδησεν.

ἐντὸς δὲ γενόμενος Λεόντιος πάντας τοὺς καθειργμένους ἔλυσε καὶ ὁπλίσας ἐπὶ τὸν καλούμενον Φόρον ἐξώρμησε· κἀκεῖθεν σκεδαννυμένους ἀνὰ πάντα μέρη τῆς πόλεως βοῇ κράζειν ἐκέλευσε πάντας Χριστιανοὺς εἰς τὸ ἱερὸν τῆς Σοφίας παραγενέσθαι. ἐξ ὧν πᾶν τὸ πλῆθος θορυβηθὲν σπουδῇ πρὸς τὸν λουτῆρα τῆς ἐκκλησίας ἠθροίζετο. ὁ δὲ σὺν τοῖς μοναχοῖς καὶ ἑτέροις τῶν φίλων πρὸς Καλλίνικον τὸν τηνικαῦτα ἱεράρχην τῆς πόλεως ἔρχεται, καὶ βιάζεται κατελθεῖν καὶ φωνῆσαι πρὸς τὸν λαόν “αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος”. τὸ δὲ πλῆθος Ἰουστινιανὸν ἐδυσφήμει. καὶ οὕτως ἅπαντες ἐπὶ τὸν χῶρον τῆς ἱπποδρομίας ᾤχοντο. ἡμέρας δὲ ἐπιγενομένης ἐκφέρουσιν Ἰουστινιανὸν πρὸς αὐτούς. καὶ τῆς πληθύος βοώσης βασιλέα ξίφος διαδέχεσθαι, Λεόντιος τοῦ αἵματος αὐτοῦ φεισάμενος διὰ τὴν πρὸς Κωνσταντῖνον τὸν πατέρα αὐτοῦ ἀγάπην, τεμὼν τὴν γλῶτταν καὶ τὴν ῥῖνα ἐν Χερσῶνι τῇ πόλει ἐξώρισε, δέκατον ἤδη ἔτος ἐν τῇ βασιλείᾳ διανύσαντα. Λεόντιος δὲ ὑπὸ τοῦ πλήθους βασιλεὺς ἀναγορεύεται. Στέφανον δὲ τὸν εὐνοῦχον καὶ Θεόδοτον τὸν μοναχόν, δι᾽ ἣν ὑπέμεινε παρ᾽ αὐτῶν κάκωσιν, καὶ ἄκοντος τοῦ βασιλέως συλλαβόμενοι καὶ τῶν ποδῶν ἐξαναρτήσαντες διὰ σχοίνων συρέντας πρὸς τὴν καλουμένην τοῦ Βοὸς ἀγορὰν πυρὶ παραδεδώκεσαν. καὶ τὰ μὲν ἐν Κωνσταντινουπόλει οὕτω διέκειντο.

Ἡ δὲ ὑπὸ Ἀφρικὴν Καρχηδὼν πρῴην ὑπὸ Ῥωμαίοις τελοῦσα τότε ὑπὸ χεῖρα τῶν Σαρακηνῶν γίνεται, πολέμῳ παρ᾽ αὐτοῖς ληφθεῖσα. τοῦτο διαγνοὺς Λεόντιος ἅπαντα τὰ Ῥωμαϊκὰ ἐξώπλισε πλόϊμα, στρατηγόν τε ἐπ᾽ αὐτοῖς Ἰωάννην τὸν πατρίκιον ὡς ἔμπειρον τῶν πολεμίων προχειρισάμενος πρὸς Καρχηδόνα κατὰ τῶν Σαρακηνῶν ἐξέπεμψεν· ὃς ἐκεῖσε παραγενόμενος τοὺς μὲν ἐν αὐτῇ τῶν Σαρακηνῶν πολέμῳ ἐτροπώσατο, τὴν δὲ πόλιν Ῥωμαίοις ἀνεσώσατο, καὶ τἆλλα πάντα τὰ ἐκεῖσε πολίσματα τῆς τοῦ ἔθνους ἀπαλλάξας ἐξουσίας καὶ στρατὸν ὁπλίτην πρὸς φυλακὴν ἐν αὐτοῖς ἐγκαταλείψας αὐτοῦ διεχείμαζεν. ὁ δὲ τῶν Σαρακηνῶν βασιλεὺς ταῦτα μεμαθηκὼς πλείονα κατ᾽ αὐτοῦ ἐκίνησε πόλεμον, δι᾽ οὗ καὶ τὸν μὲν Ἰωάννην σὺν τῷ περιόντι αὐτῷ Ῥωμαϊκῷ στόλῳ ἐξώθησε, καὶ τὴν Καρχηδόνα παραλαμβάνει πάλιν καὶ τὰ περὶ αὐτὴν πολίσματα. ὁ δὲ Ἰωάννης ἀφορμήσας πρὸς βασιλέα ἀνήγετο, ἐν δὲ τῇ νήσῳ Κρήτῃ γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. διὰ τοῦτο Λεόντιον μὲν δυσφημοῦντες ἀθετοῦσι, ψηφίζονται δὲ Ἀψίμαρον ὄνομα, στρατοῦ ἄρχοντα τῶν Κουρικιωτῶν τυγχάνοντα τῆς ὑπὸ Κιβυραιωτῶν χώρας, ὃν δρουγγάριον Ῥωμαίοις καλεῖν ἔθος, Τιβέριον αὐτὸν ἐπονομάσαντες. ἐν δὲ τῷ μεταξὺ νόσος λοιμικὴ τῇ πόλει ἐπέσκηψε καὶ πλῆθος λαοῦ ἐν μησὶ τέτρασι διέφθειρεν.

Ἀψίμαρος δὲ σὺν τῷ συνόντι αὐτῷ στόλῳ εἰς Βυζάντιον ἀναχθεὶς ἀντικρὺ τῆς πόλεως ἐν Συκαῖς λεγομένῳ παραθαλασσίῳ χωρίῳ προσορμίζεται. ἐπὶ χρόνον δέ τινα πόλεμον συμβαλὼν τοῖς ἐν τῇ πόλει, τέλος τοὺς ὑπὸ τοῦ τείχους Βλαχερνῶν φρουροὺς καὶ τοὺς τούτων ἄρχοντας ὑποφθείρας δόλῳ ὑπ᾽ αὐτῶν παραλαμβάνει τὴν πόλιν. καὶ ὁ σὺν αὐτῷ στρατὸς εἰσελθὼν τὰ χρήματα τῶν πολιτῶν διήρπαζε. Λεόντιον δὲ χειρωσάμενος τρίτον ἔτος ἐν τῇ βασιλείᾳ διάγοντα τὴν ῥῖνα αὐτοῦ ἐξέτεμε, καὶ ἐν τῷ καλουμένῳ τῆς Δελμάτου μοναστηρίῳ ἡσυχάζειν προσέταξε.

Καὶ οὕτω μὲν ταῦτα ἐπ᾽ αὐτοῖς συνέβαινεν· Ἰουστινιανὸς δὲ ἐπεὶ πρὸς τῇ Χερσῶνι διέτριβε, συχνότερον δημηγορῶν ὡς πάλιν κρατήσειν τῆς βασιλείας ἐπαρρησιάζετο. οἱ δὲ ὧδε πολῖται κίνδυνον ἑαυτοῖς ὑπονοούμενοι ἐβουλεύσαντο αὐτὸν ἀνελεῖν ἢ δεσμώτην πρὸς Ἀψίμαρον ἀναπέμπειν. αὐτὸς δὲ τοῦτο αἰσθόμενος ἐκεῖθεν διέφυγε καὶ εἰς τὸ φρούριον τὸ λεγόμενον Δόρος πρὸς τῇ Γοτθικῇ κείμενον χώρᾳ ἀπέδρασεν. αἰτεῖ δὲ τὸν τῶν Χαζάρων ἡγεμόνα (χαγάνους δὲ τούτους αὐτοὶ καλοῦσιν) ὡς αὐτὸν παραγενέσθαι. ὁ δὲ τῇ αἰτήσει εἶξε καὶ αὐτὸν μετὰ τιμῆς ἐδέξατο, καὶ φιλιωθεὶς αὐτῷ τὴν ἑαυτοῦ ἀδελφὴν Θεοδώραν καλουμένην εἰς γυναῖκα ἐξέδοτο. ὁ δὲ τῇ αὐτοῦ συναινέσει ἐν Φαναγώρῃ ἐλθὼν σὺν αὐτῇ διέτριβε. ταῦτα διαγνοὺς Ἀψίμαρος ἐνέκειτο συχνῶς τὸν τῶν Χαζάρων ἄρχοντα ἐκλιπαρῶν, πλεῖστα δὲ χρήματα καὶ δῶρα ὑπισχνεῖτο, εἰ ζῶντα Ἰουστινιανὸν ἢ τὴν κεφαλὴν αὐτῷ ἐκπέμψαι. ὁ δὲ ταῖς πολλαῖς εἴξας παρακλήσεσιν ὑπέσχετο τοῦτο πληροῦν. πέμπει οὖν ἄνδρας εἰς φυλακὴν αὐτοῦ καθεστάναι, τῷ μὲν προσχήματι ὡς μὴ ὑπὸ τῶν ὁμοφύλων ἐπιβουλευθείη, τῷ ὄντι δὲ [φυλάσσειν], ὡς μὴ ἀποδράσαι ποτὲ προασφαλιζόμενος. κελεύει δὲ τῷ ἄρχοντι τῶν ὁμοεθνῶν, ᾠκειωμένῳ δὲ Ἰουστινιανῷ ὄντι, ἔτι δὲ καὶ τῷ ἄρχοντι τῷ τοῦ Βοσπόρου τοῦ Σκυθικοῦ ἐπιτηρεῖν ἡνίκα αὐτοῖς ἐπιτρέψει ἀνελεῖν αὐτὸν ὡς τάχιστα.

ταῦτα δὲ μηνύεται Θεοδώρᾳ παρά τινος τῶν τοῦ πατρὸς οἰκετῶν· ἡ δὲ τὰ τῆς ἐπιβουλῆς τῷ ἀνδρὶ ἀνετίθει. καὶ αὐτὸς τὸν οἰκεῖον ἐκεῖνον τὸν Χάζαρον καλέσας καὶ ἀπιδιάσας μετ᾽ αὐτοῦ ἀγχόνῃ παρέδωκε, τῷ αὐτῷ τε τρόπῳ ἀναιρεῖ καὶ τὸν Βοσπόρου ἄρχοντα. εὐθὺς δὲ Θεοδώραν τὴν γαμετὴν πρὸς τὸν πατέρα ἐκπέμπει, αὐτὸς δὲ ἀπάρας εἰς Τόμιν καλούμενον παραθαλάσσιον χωρίον κατῆλθε. κἀκεῖσε νηῒ ἐπιβὰς σὺν ἑτέροις τισὶν ἀνδράσι καὶ ταύτην παραπλεύσας ἦλθε μέχρι Συμβόλου τῇ πόλει πλησιάσας Χερσῶνι. καὶ προσορμίσας τῷ ἐκεῖσε λιμένι πέμπει ἕνα τῶν ἑταίρων ἐπὶ τῇ πόλει, κἀκεῖθεν ἄγει πρὸς αὐτὸν τὸν Βαρασβακούριον καὶ τὸν τούτου ἀδελφὸν τόν τε Σαλιβᾶν καὶ ἑτέρους τινὰς ἄνδρας. καὶ σὺν αὐτοῖς ἐκπλεύσας, τὰ λεγόμενα Νεκρόπηλα παρελθὼν πρὸς τὸν Ἴστρον ποταμὸν παραγίνεται. ἐκεῖθεν ἐκπέμπει τῶν συνόντων τινὰ Στέφανον πρὸς Τέρβελιν κύριον ὄντα τηνικαῦτα τῶν ἐκεῖσε Βουλγάρων, παρακαλῶν συλλαβέσθαι αὐτῷ ὥστε τὸν τῆς βασιλείας ἀπολήψεσθαι θρόνον, ἄλλα τε πλεῖστα δῶρα ὑποσχόμενος καὶ τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα αὐτῷ δώσειν ἐπαγγειλάμενος. ὁ δὲ προθύμως ἐν πᾶσιν ὑπεῖκε, καὶ Ἰουστινιανὸν σὺν τιμῇ μεγάλῃ ἐδέξατο, καὶ ἅπαντα τὸν ὑπ᾽ αὐτῷ λαὸν ὁπλίσας σὺν αὐτῷ ἐπὶ τὴν βασιλεύουσαν ᾤχετο. προσεδρεύει δὲ τῷ τείχει Βλαχερνῶν ἐπὶ τρισὶν ἡμέραις, ἀξιῶν τοὺς τῆς πόλεως εἰσδεχθῆναι αὐτὸν βασιλέα.

οἱ δὲ αἰσχρῶς ὑβρίζοντες ἀπέπεμπον. ὁ δὲ νυκτὸς εἰσδύεται σὺν ὀλίγοις τισὶ κατὰ τὸν τῆς πόλεως ἀγωγὸν κἀντεῦθεν παραλαμβάνει τὴν πόλιν καὶ πρὸς βραχὺ σκηνοῦται ἐν τῷ παλατίῳ Βλαχερνῶν.