Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Χρονογραφία σύντομος (Νόθος)

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Κατάλογοι βασιλέων και αρχιερέων του Ισραήλ και της Ιουδαίας

Απαρίθμηση των βασιλέων των δέκα φυλών και χρονολογική καταγραφή των αρχιερέων έως την άλωση της Ιερουσαλήμ από τους Ρωμαίους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 7

Θεοδοσία Λέοντος. Θέκλα καὶ Εὐφροσύνη Μιχαήλ. Θεοδώρα Θεοφίλου. Εὐδοκία Μιχαήλ. Εὐδοκία Βασιλείου. Θεοφανὼ Λέοντος τοῦ νέου. Καὶ ὅσοι ἐβασίλευσαν τῶν δέκα φυλῶν τοῦ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἀπὸ τῶν χρόνων Ῥοβοὰμ υἱοῦ Σολομῶντος βασιλέως Ἰούδα ἕως τῆς μετοικεσίας τῶν δέκα φυλῶν εἰς Ἀσσυρίους ἐπὶ Ἐζεκίου βασιλέως Ἰούδα.

αʹ Ἱεροβοὰμ ὁ δοῦλος Σολομῶντος ἐχρίσθη ὑπὸ Ἀχία τοῦ προφήτου διὰ τὸ τὸν κύριον αὐτοῦ Σολομῶντα ἐκκλῖναι εἰς ἀλλοφύλους γυναῖκας καὶ λατρεῦσαι τοῖς τούτων θεοῖς, ἔτη κβʹ. βʹ Ναδὰβ υἱὸς αὐτοῦ ἔτη βʹ. γʹ Βαασά· οὗτος ἐξωλόθρευσε τὸν οἶκον Ἱεροβοὰμ, ἔτη κδʹ.

δʹ Ἡλὰ υἱὸς αὐτοῦ, ἐφ᾽ οὗ Ἰηοῦ ὁ προφήτης, ἔτη βʹ. εʹ Ζαμβρὶ δοῦλος αὐτοῦ ἀποκτείνας αὐτὸν μῆνας ζʹ. ϛʹ Ἀμβρὶ ἔτη ιβʹ. ζʹ Ἀχαὰβ υἱὸς αὐτοῦ· ἐφ᾽ οὗ Ἡλίας ὁ προφήτης ἔκλεισε τὸν οὐρανὸν καὶ τοὺς ἱερεῖς τοῦ Βάαλ ἀνεῖλεν, ἔτη κβʹ.

ηʹ Ὀχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ. θʹ Ἰωρὰμ ἀδελφὸς αὐτοῦ, ὃν ἀνεῖλεν Ἰηοῦ κατὰ τὸ ῥῆμα κυρίου· ἐφ᾽ οὗ Ἐλισσαιὲ προεφήτευσεν, ἔτη ιβʹ. ιʹ Ἰηοῦ ὁ χρισθεὶς ὑπὸ τοῦ μαθητοῦ Ἐλισσαιὲ ἐπ᾽ ὀλοθρεύσει τοῦ οἴκου Ἀχαὰβ κατὰ τὴν προφητείαν Ἡλίου, ἔτη κηʹ.

ιαʹ Ἰωάχαζ, ὃν Ἀζανὰ βασιλεὺς Συρίας ἐπόρθησεν, ἔτη ιζʹ. ιβʹ Ἰωάς, ἐφ᾽ οὗ Ἐλισσαῖος ὁ προφήτης νίκην κατὰ Ἀσσυρίων προεμήνυσε καὶ ἐθαυματούργει, ἔτη ιϛʹ. ιγʹ Ἱεροβοάμ, ἐφ᾽ οὗ Ἰωνὰς ὁ προφήτης, ἔτη μαʹ.

ιδʹ Ζαχαρίας, ἐφ᾽ οὗ ἐπληρώθη ἡ προφητεία Ἐλισσαιέ· ὑπέσχετο γὰρ ὁ θεὸς δι᾽ αὐτοῦ τῷ Ἰηοῦ ἀνθ᾽ ὧν εἰργάσατο εἰς τὸν οἶκον Ἀχαὰβ φόνων, μέχρι δʹ γενεᾶς τοὺς ἐξ αὐτοῦ κρατήσειν τῆς βασιλείας τοῦ Ἰσραήλ, μῆνας ϛʹ.

ιεʹ Σεροὺμ ἀποκτείνας Ζαχαρίαν ἐβασίλευσε μῆνα. ιϛʹ Μαναὴμ ἀποκτείνας Σεροὺμ ἐβασίλευσεν ἔτη ιβʹ. ιζʹ Φακεΐας υἱὸς αὐτοῦ ἔτη ιʹ. ιηʹ Φακεὲ υἱὸς Ῥωμελίου· ἐφ᾽ οὗ Ἡσαΐας καὶ Ναοὺμ οἱ προφῆται ἔτη κηʹ.

ιθʹ Ὠσηὲ υἱὸς Ἡλία ἀποκτείνας τὸν Φακεὲ ἔτη θʹ. Ἐπὶ αὐτοῦ Σαλμανασὰρ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ᾐχμαλώτευσε πᾶσαν τὴν Σαμάρειαν καὶ τὸν αὐτῆς βασιλέα καὶ πᾶσαν τὴν γῆν τοῦ Ἰσραήλ, δίχα τῆς Ἱερουσαλὴμ καὶ τῶν δύο φυλῶν Ἰούδα καὶ Βενιαμίν· πάντας τοῦ Ἰσραὴλ κατήγαγεν αἰχμαλώτους εἰς γῆν Ἀσσυρίων, βασιλεύοντος τοῦ Ἰούδα ἐν Ἱερουσαλὴμ Ἐζεκίου. τοὺς δὲ λεγομένους Χουθσαίους ἀναγαγὼν ὁ Ἀσσύριος ἐκ τῆς γῆς ἀνεκάθισεν ἐν τῇ γῇ Ἰσραήλ, ἔν τε τῇ Σαμαρείᾳ καὶ ἐν ταῖς λοιπαῖς πόλεσι ταῖς παρ᾽ αὐτοῦ ἐρημωθείσαις· ἀνθ᾽ ὧν παρέλαβε καὶ μετῴκισεν εἰς τὴν γῆν αὐτοῦ Ἰσραηλιτῶν. ἐκεῖνοι δὲ τὴν γῆν Ἰσραὴλ οἰκήσαντες τοῖς ἰδίοις ἐλάτρευον θεοῖς. ὀργισθεὶς δὲ ὁ θεὸς λέοντας ἔπεμψε κατεσθίοντας αὐτούς. τοῦτο δὲ μαθὼν ὁ μετοικίσας αὐτοὺς βασιλεὺς καὶ τὸ αἴτιον νοήσας ἀπέστειλεν αὐτοῖς ἕνα τῶν παρ᾽ αὐτοῖς αἰχμαλώτων ἱερέων τοῦ Ἰσραήλ, τὴν λατρείαν τοῦ θεοῦ Ἰσραὴλ καὶ τὸν νόμον ἐκδιδάσκοντα. τὰ παρὰ τοῦ Μωϋσέως οὖν μόνα παραλαβόντες ἐλάτρευον καὶ τῷ θεῷ, τῶν εἰδώλων οὐκ ἀποστάντες. ἀπὸ τούτων εἰσὶν οἱ νῦν Σαμαρεῖται τὴν πεντάτευχον μόνην τοῦ Μωϋσέως δεχόμενοι καὶ μὴ συγχρώμενοι τοῖς Ἰουδαίοις.

Καὶ ὅσοι ἀρχιερεῖς ἐγένοντο ἐν τῷ Ἰσραήλ. αʹ Ἀαρὼν ἕβδομος ὢν ἀπὸ Ἀβραάμ, δύο υἱοὺς κατέλιπεν, Ἐλεάζαρ καὶ Ἰθάμαρ. βʹ Ἐλεάζαρ, ἐφ᾽ οὗ ἀπεβίω Μωϋσῆς, καὶ ἡ κληροδοσία τῆς γῆς διὰ Ἰησοῦ καὶ ἡ σκηνὴ τοῦ μαρτυρίου ἐπάγη ἐν τῇ ἐρήμῳ.

γʹ Φινεὲς υἱὸς Ἐλεάζαρ μετὰ πάντων πρεσβυτέρων τὸν λαὸν κρίνας. δʹ Ἀβιούδ. Βεχί. Ὀζεί. εʹ Ἡλὶ ἐκ τοῦ Ἰθάμαρ. ϛʹ Ἀχιτώφ, ἐφ᾽ οὗ Σαμουήλ. ζʹ Ἀβιάθαρ ὁ μετὰ τοῦ Δαυίδ. ηʹ Σαδὼκ ἐκ τοῦ οἴκου Ἐλεάζαρ.

θʹ Ἀχιμάς, Ἀζαρία, Σαμαρείας. ιʹ Ἀζαρίας ὁ διὰ ζῆλον θεοῦ ἀναιρεθείς. ιαʹ Ἀζαρίας ὁ τὸν Ὀζίαν τῆς εἰς τὰ ἅγια εἰσόδου κωλύσας. ιβʹ Οὐρίας ὁ παρὰ τῷ Ἡσαΐᾳ πιστός. ιγʹ Σομνὰς ὁ πονηρὸς καὶ ἄσωτος ἐπὶ Ἐζεκίου βασιλέως.

ιδʹ Ἐλιακείμ. Σελούμ. ιεʹ Χελκίας ὁ ἐπὶ Ἰωσίου βασιλέως. ιϛʹ Σαρεὰς ὁ ἐπὶ τῆς αἰχμαλωσίας Βαβυλῶνος, ὃν ἀνεῖλεν ὁ Ναβουχοδονόσωρ. ιζʹ Ἰωσεδέκ, ὃν Ἰεζεκιὴλ Σαδοὺκ ὀνομάζει. οὗτος ἦν ἐν Βαβυλῶνι ἐν τῇ αἰχμαλωσίᾳ.

ιηʹ Ἰησοῦς υἱὸς αὐτοῦ ὁ ἐπανελθὼν καὶ τὸν ναὸν οἰκοδομήσας μετὰ Ζοροβάβελ. ιθʹ Ἰωακείμ. Ἐλιασούμ. κʹ Ἰωδάε, ἐφ᾽ οὗ Νεεμίας ἠνῳκοδόμησε τὴν Ἱερουσαλὴμ [καὶ τὰ τείχη]. καʹ Ἰωνᾶν. κβʹ Ἰαδδῶ, ὁ ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως.

κγʹ Ὀνίας. Σίμων ὁ θεοφιλής. κδʹ Ἐλεάζαρ, ἐφ᾽ οὗ ἡρμηνεύθησαν αἱ θεῖαι γραφαὶ ἐπὶ Πτολεμαίου. κεʹ Μανασσῆς. Ὀνίας. κϛʹ Σίμων υἱὸς αὐτοῦ· οὗ μνημονεύει Ἰησοῦς υἱὸς Σιρὰχ ἐν τῇ σοφίᾳ αὐτοῦ. κζʹ Οἱ Σίμωνος υἱοὶ τρεῖς, Ὀνίας, Ἰάσων καὶ Μενέλαος.

Οὗτοι δὲ ἀλλήλοις ἀντιταττόμενοι ὑπ᾽ ἀλλήλων διολώλασιν· ἐφ᾽ ὧν καὶ Ἀντίοχος τὰ κακὰ διεπράξατο, ἀνελὼν τὸν Μενέλαον. κηʹ Ἄλκιμος ἀλλογενὴς κατεστάθη ὑπὸ Ἀντιόχου ἀντὶ Μενελάου. κθʹ Ἰούδας ὁ Μακκαβαῖος καὶ Ἰωνάθης καὶ Σίμων οἱ ἀδελφοὶ αὐτοῦ.

λʹ Ἰωάννης υἱὸς Σίμωνος τοῦ Μακκαβαίου. λαʹ Ἀριστόβουλος υἱὸς αὐτοῦ, ὃς καὶ διάδημα βασιλέως περιέθετο μετὰ Ἀλεξάνδραν τὴν μητέρα αὐτοῦ. λβʹ Ἰωάννης ὁ καὶ Ἰανναῖος καὶ Ὑρκανός. Τοῦτον ὁ ἀδελφὸς αὐτοῦ ἐξέωσε· Πομπήιος δὲ ὁ Ῥωμαίων στρατηγὸς προσφυγόντα αὐτῷ τὸν Ὑρκανὸν ἀποκαθίστησιν· ἐφ᾽ οὗ Ἰουδαῖοι γεγόνασιν ὑποτελεῖς Ῥωμαίων.

Ἀριστόβουλος μὲν οὖν δέσμιος ἀνεπέμφθη εἰς Ῥώμην ὑπὸ Πομπηίου. Ὑρκανὸς δὲ ᾐχμαλωτεύθη ὑπὸ Πάρθων, Ἀντίγονός τε Ἀριστοβούλου καὶ αὐτὸς ἀνῃρέθη. λγʹ Ἀνάνηλος ἀλλογενὴς ὁ κατασταθεὶς ὑπὸ Ἡρώδου. λδʹ Ἀριστόβουλος υἱὸς Ὑρκανοῦ, ὃν ἀνεῖλεν Ἡρώδης, γαμβρὸς Ἀνανήλου.

λεʹ Ἀνάνηλος πάλιν τὸ δεύτερον ὑπὸ Ἡρώδου κατασταθείς. λϛʹ Σίμων Βοηθοῦ πενθερὸς Ἡρώδου. λζʹ Ματθίας Θεοφίλου. ληʹ Ἰωάζαρ πενθεριδοῦς Ἡρώδου· ἐφ᾽ οὗ ὁ Χριστὸς ἐγεννήθη. λθʹ Ἐλεάζαρ. Ἰησοῦς. Ὠσηέ. Ἰωάζαρ.

μʹ Ἄνανος, ἐφ᾽ οὗ ὁ Χριστὸς φανερωθεὶς ἤρξατο τοῦ κηρύγματος καὶ τῶν σημείων. Τὸν δὲ Ἄνανον Γρᾶτος ὁ Ῥωμαῖος παύσας κατέστησεν ἄλλον Ἰσμάηλον. μαʹ Ἐλεάζαρ υἱὸς Ἀνάνου. μβʹ Σίμων. Καϊάφας, ὁ καὶ Ἰωσήφ, γαμβρὸς τοῦ Ἀνάνου.

Ἐπὶ ἐνιαυτὸν δὲ ἕνα μόνον οἵ τε ἀρχιερεῖς ἐγένοντο παρὰ τῶν ὑπὸ Ῥωμαίοις κρατούντων τοῦ ἔθνους, ὡς παρ᾽ αὐτοῖς γενομένης τῆς ἀρχιερωσύνης. Ὁ τοίνυν Καϊάφας ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ γέγονεν, ἐν ᾧ τὸ πάθος τοῦ Χριστοῦ. τοῦτον δὲ μεθιστᾷ Βιτέλλιος στρατηλάτης Ῥωμαίων.

μγʹ Ἰωνάθης Ἀνάνου. μδʹ Θεόφιλος ἀδελφὸς αὐτοῦ. μεʹ Σίμων. μϛʹ Ἰωνάθαν υἱὸς Ἀνάνου τὸ δεύτερον. μζʹ Ἰωνάθης Αἰλιονέων, ὁ καὶ Ἰώσηππος. μηʹ Ἀνανίας ὃν δέσμιον Κοδράτος εἰς Ῥώμην ἔπεμψεν. μθʹ Ἰσμάηλος.

νʹ Ἰώσηππος ὑπὸ Νέρωνος κατασταθείς. ναʹ Ἀνανίας ὁ ἀνελὼν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου, ᾧ Παῦλος εἶπε, “τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε„. τοῦτον δὲ ὁ δεύτερος Ἀγρίππας μετέστησεν. ἐν δὲ τῇ πολιορκίᾳ τῆς Ἱερουσαλὴμ ἀνῃρέθη ὑπὸ τῶν ὁμοεθνῶν.

νβʹ Ἰησοῦς ὁ τοῦ Δαμναίου. νγʹ Ἰησοῦς ὁ τοῦ Γαμαλιήλ. νδʹ Ματθίας, ἐφ᾽ οὗ ὁ ὑπὸ Ῥωμαίων πόλεμος ἤρχθη. νεʹ Φινεές, ὁ πολιορκουμένης τῆς πόλεως Ἱερουσαλὴμ ὑπὸ Ῥωμαίων προβληθεὶς παρών· ἐφ᾽ οὗ Τίτος ἑλὼν τὴν πόλιν καὶ τὸν ναὸν ἐνέπρησεν. [Ὁμοῦ νεʹ.] Ἔτη τῆς ἐπισκοπῆς Κωνσταντινουπόλεως, ἤτοι γνῶσις τῶν ἐν αὐτῇ διδαξάντων.