Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Περὶ μαγνήτιδος

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Ανασκευή της ελληνικής πολυθεΐας και ανάλυση της θείας μοναρχίας

Αντίκρουση των αντιλήψεων περί πολυθεΐας με τη χρήση παραδειγμάτων όπως αυτό του ηλίου, και ανάπτυξη της έννοιας της αληθινής θείας μοναρχίας και του διαχωρισμού ουσίας και ονόματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 3 από 8

ἄρχει δὲ ὁμοφύλων δηλαδὴ καὶ ὁμοίων· οἷον Ἀδριανὸς ὁ βασιλεὺς μονάρχης γέγονεν· οὐχ ὅτι μόνος ἦν, οὐδὲ ὅτι βοῶν ἢ προβάτων ἦρχεν, ὧν ἄρχουσιν ποιμένες ἢ βουκόλοι· ἀλλ’ ὅτι ἀνθρώπων ἐβασίλευσεν τῶν ὁμογενῶν τὴν αὐτὴν φύσιν ἐχόντων. Ὡσαύτως θεὸς μονάρχης οὐκ ἂν κυρίως ἐκλήθη, εἰ μὴ θεῶν ἦρχεν. Τοῦτο γὰρ ἔπρεπεν τῷ θείῳ μεγέθει, καὶ τῷ οὐρανίῳ καὶ πολλῷ ἀξιώματι. ÷ ÷ Εἰ γὰρ ἀγγέλους φατὲ τῷ θεῷ παρεστάναι, ἀπαθεῖς καὶ ἀθανάτους καὶ τὴν φύσιν ἀφθάρτους, οὓς ἡμεῖς θεοὺς λέγομεν, διὰ τὸ πλησίον αὐτοὺς εἶναι τῆς θεότητος· τί τὸ ἀμφισβητούμενον περὶ τοῦ ὀνόματος, ἢ μόνον τὸ διαφορὰν ἡγεῖσθαι τῆς κλήσεως; καὶ γὰρ τὴν καλουμένην ὑπὸ Ἑλλήνων Ἀθηνᾶν, Μινέρβαν οἱ Ῥωμαῖοι καλοῦσιν, Αἰγύπτιοι δὲ καὶ Σύροι καὶ Θρᾷκες ἄλλως προσαγορεύουσιν· καὶ οὐ δήπου τῇ τῶν ὀνομάτων διαφορᾷ συσχηματίζεται ἢ ἀναιρεῖται τῆς τοῦ Θεοῦ προσηγορίας. ÷ Ὁ μὲν τοῦ Ἕλληνος λόγος τοιοῦτος καὶ οὕτως ἔχων. ὥρα δὲ τῷ ἐντυγχάνοντι διασκοπῆσαι, ὅτι δὴ περὶ μοναρχίας ἦν ὁ λόγος αὐτῷ, Θεὸν καὶ θεοὺς εἰσάγοντι, καὶ τὸν μὲν ἄρχοντα, τοὺς δὲ ἀρχομένους δοξάζοντι· καὶ ὡς οὐκ ἂν κληθείη κυρίως Θεὸς μονάρχης, εἰ μὴ θεῶν ἦρχεν· ὧν τὴν φύσιν τοῖς παρ’ ἡμῖν λεγομένοις ἀγγέλοις, τὴν αὐτὴν τερατολογῶν εἶναι ἀπέφηνεν. Τί οὖν πρὸς ταῦτα ῥητέον;

Ἀθηνᾶν ἀκούομεν καὶ ταύτην δὴ πολυώνυμον τῷ τῶν σεβομένων αὐτὴν ἐθνῶν ἰδίαις ἕκαστον κεχρημένον προσαγορεύειν φωναῖς. Τὸν δὲ Συγγραφέα ἐν τοῖς μετέπειτα λέγοντα· οὐ μὴν ἐκείνων, περὶ ὧν ὁ λόγος αὐτῷ, εἰκόνας τυπώσας τῷ σχήματι, πρὸς τίνα καὶ περὶ τινῶν αὐτὸν τὸν νοῦν ἀπευθύνοντα, ἐκ τῶν εἰρημένων αὐτίκα ῥᾳδίως εἰσόμεθα.

Φανερὸν γὰρ καὶ πρόδηλον, ὅτι Ἑλλήνων μὲν κατηγορεῖ τοιαῦτα σεβόντων καὶ προσκυνούντων ἅπερ ἀθεεὶ τοῖς θεοῖς αὐτῶν ἀνετίθεσαν. Τῆς θρησκείας δὲ τῆς ἡμετέρας προασπίζων ἤδη κατὰ ταῦτα τὰ ἄσεμνα καὶ ἄξια σκότους μυστήρια, χριστιανοὺς οὐκ ἀξιοῖ, οὐδὲ βούλεται εἰκονίζειν ἢ σέβειν, οὕσπερ εἰκονίζουσίν τε καὶ σέβουσιν. Λεπτότερόν τε καὶ ἰσχνότερον ἐν τῷ οἰκείῳ τόπῳ τὰ περὶ τούτων ἐξετασθήσεται. Πρὸς δὲ τὰ εἰρημένα τῷ Ἕλληνι ὁ Συγγραφεὺς ἀντεπεξιὼν, ὧδε φάσκει. ÷ Τὸ τῆς μοναρχίας ὧδέ σοι λοιπὸν διευκρινήσω σόφισμα, καὶ τῶν θεῶν καὶ τοῦ μόνου Θεοῦ τὸν λόγον βασανίσω· εἰς τὰ μάλιστα ἐξ εἰκόνος ἡμῖν τὴν μοναρχίαν τοῦ Θεοῦ καὶ τῶν ἀρχομένων θεῶν τὸν λόγον κρατύνειν ἐσπούδασας· ζητητέον εἰκότως ἢ ἐκ τῆς ὁμωνυμίας, ἢ τῶν πραγμάτων εἴωθεν ἀποσώζεσθαι φύσις· εὕρομεν γὰρ ὡς οὐκ ἐξ ὀνόματος τὸ πρᾶγμα, ἀλλ’ ἐκ τοῦ πράγματος τὴν ἀλήθειαν τὸ ὄνομα κέκτηται. Ὡς ἐπὶ τοῦ πυρὸς ὅτι θερμὸν, καὶ ἐπὶ τοῦ πλησιάζοντος τῷ πυρί· ἀμφότερα γὰρ θερμὰ, καὶ οὐκ ἀμφότερα τὴν οὐσίαν ἔχει θερμήν.

Ἀλλὰ τὸ μὲν τῇ φύσει, τὸ δὲ τῇ θέσει θερμόν· καὶ τὸ μὲν ἐξ ἑαυτοῦ, τὸ δὲ ἐξ ἑτέρου θερμόν· καὶ οὐ πάντως ἐκ τῆς ὁμωνυμίας μίαν ἡμῖν τὴν φύσιν ὁ λόγος ἐδήλωσεν. Οὕτως ὁ Ἀπόστολος, ἵνα τὴν ὄντως διδάξῃ θεότητα, καὶ τὴν οὐσίαν ἐκ τῆς ὁμωνυμίας διακρίνας ἐλέγξῃ, καὶ τὸν μὲν κατ’ οὐσίαν θεὸν καὶ κυρίως κύριον, τοὺς δὲ τῇ θέσει θεοὺς καὶ οὐ κυρίως τῇ κλήσει μηνύσῃ, τοῖς μαθηταῖς φησιν· Καὶ γὰρ εἴπερ εἰσὶ θεοὶ, ὥσπερ οὖν εἰσὶν, καὶ κύριοι πολλοί· ἀλλ’ ἡμῖν εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς δι’ οὗ τὰ πάντα. ÷ ÷ Ὁρᾷς ὅπως λέγει καὶ γὰρ εἴπερ εἰσὶ θεοί· ἀντὶ τοῦ τῇ κλήσει μόνον θεοὶ, οὐ μὴν κυρίως θεοὶ, ἀλλ’ ἡμῖν εἷς Θεὸς, τουτέστιν ὁ ὄντως Θεός. Οὐ τῆς οὐσίας λόγος μαρτυρεῖ τῇ θεότητι, οὐ μὴν λέξις ὀνόματος βεβαιοῖ τὸ λεγόμενον· ἀλλ’ ἡ φύσις τοῦ πράγματος κυροῖ τὴν ἀλήθειαν· ἄρχει γοῦν δὴ τῶν θεῶν καὶ δεσπόζει καὶ κρατεῖ· οὐχ ὡς εἷς αὐτῶν ὑπάρχων ἐκ τῆς ὁμωνυμίας, ἀλλὰ μόνος, ἀγέννητος ὢν, καὶ δεσπόζων τῶν γεννητῶν. οἱ μὲν γὰρ ἐξ αὐτοῦ τὴν σύστασιν ἔλαβον, ὁ δὲ οὐ παρ’ αὐτῶν τὰ πρεσβεῖα τῆς τιμῆς ἐπορίσατο· καὶ τῶν μὲν τὴν οὐσίαν αὐτὸς ἐδημιούργησεν, οἱ δὲ ὑποστάσεως ἀρχὴν οὐ κατέλαβον ἐν αὐτῷ· καὶ ὁ μὲν ἐκείνους ὧν ἄρχει, σώζειν οἶδεν· οἱ δὲ οὐδὲν ἀρχόμενοι ἐκείνῳ χαρίζονται.

Καλεῖσθαι δὲ πολλοὺς θεοὺς καὶ κυρίους οὐ φθονεῖ, μόνον εἰ πλησιάζοντες αὐτῷ καὶ γειτνιάζοντες, τῷ τῆς θεότητος λόγῳ συγχρωτίζονται· εἰ δὲ ἀποῤῥᾳθυμήσωσιν, καὶ πόῤῥω που γένωνται, ταὐτὸν πάσχουσι τοῖς ἀποστραφεῖσι τὴν ἀκτῖνα τοῦ φωτὸς, κἀν τῇ σκιᾷ τοῦ σκότους ἐν ζόφῳ διάγουσιν. ÷ ÷ Πρᾶγμα οὖν ἀτύραννον ἐκεῖνο καὶ δίκαιον, τῶν ἀνομοίων ἄρχειν δι’ οὐσίας ἀκρότητα, ὃ τῶν ἑτερογενῶν δι’ ὑπερβολὴν κυριεύει φύσεως, οὐ βίᾳ τυραννίδος δεσπόζον ἐπιτάττει· ἀλλ’ ἀγάπης [ἐκ] στερρότητος ἡγεμονεύει φιλικῶς. Ἀδριανὸς δὲ, ἢ καί τις κοσμοκρατόρων ἕτερος, ἄνθρωπος ὢν, καὶ τῶν ὁμοίων ἀνθρώπων βασιλεύσας, νόμῳ δυναστείας τοῦτο καὶ τυραννίδος ἔπραξεν, οὐ θεσμῷ τῆς ἀκολουθίας τῶν ὁμοουσίων ἄρξας· ἀλλ’ ἀνάγκῃ καὶ βίᾳ τοὺς ὁμογενεῖς ἐδουλώσατο. ἠδίκει δὲ μεγάλα, τὰ μέρη τῆς οὐσίας, οὐ τὴν οὐσίαν ἐκτρύχων, καὶ τὸ εἶδος ἀδικῶν, οὐ τὸ γένος καταπονῶν· ἄνθρωπος γὰρ ἀνθρώπου, καθ’ ὃ μὲν ἄνθρωπος, δεσπόζειν οὐ δύναται· καθ’ ὃ δὲ ἄρχων ἢ τύραννος, προσλαβὼν ἐξουσίαν, δι’ αὐτῆς τὸν ὁμόφυλον καταπονεῖ δουλούμενος. ὅσα γοῦν ἐκ βίας τὴν φύσιν ἐτυράννησεν, ταῦτα οὐκ ἐκ φύσεως τὴν ἀξίαν ἐκτήσατο, ἀλλ’ ἐξ ὠμότητος ἐπικρατέστερα τῶν ὁμοίων ἐφάνη.

Θεὸς δὲ μόνος ἄρχων, καὶ μοναρχίαν ἔχων, κατὰ ἀλήθειαν κυριεύει τῶν γεννητῶν, ὑπάρχων ἀγέννητος· κρατεῖ τῶν κτισμάτων, ἄκτιστος ὢν καὶ ἄναρχος· οὐ τῶν ὁμοίων, ἀλλὰ τῶν ἀνομοίων ἡγεμονεύει κηδόμενος. ÷ ÷ Ὡς γὰρ ἥλιος, οἷς ἐπιλάμπει, τούτους λαμπρύνει τῇ μετουσίᾳ τοῦ φωτός, οὐ μὴν αὐτός ποτε παρ’ αὐτῶν αὐγάζεται· οὕτω Θεὸς τοὺς ἐγγίζοντας αὐτῷ λογῷ τῆς διανοίας ἁγιάζει θεοποιῶν, καὶ τὴν ἐξ αὐτοῦ δίδωσιν αὐτοῖς μακαριότητα, οὐ μὴν αὐτὸς ἐξ αὐτῶν τὸ τῆς ἀρετῆς λαμβάνει καλλώπισμα.

Εἰ γοῦν ἥλιός τινα φωτίζων τοῖς φέγγεσι, φωτεινὸν ποιεῖ λέγεσθαι, ὥσπερ αὐτὸς λέγεται· τῆς μὲν οἰκείας οὐσίας ἀφαιρέσεως λόγῳ τοῖς φωτιζομένοις οὐδὲν μεταδίδωσιν, λαμπρὰ δὲ οὐ κωλύει τὰ παρ’ αὐτοῦ καλεῖσθαι λαμπόμενα. Αὐτὸς γὰρ ὢν τὴν οὐσίαν λαμπρὸς, τῇ θέσει λαμπρὰ καλεῖσθαι ποιεῖ τὰ λαμπόμενα. Τὸν αὐτὸν τοίνυν τρόπον Θεὸς μονάρχης ὢν, καὶ τὴν φύσιν ἀΐδιος, οὐ κωλύει θεοὺς καλεῖσθαι τοὺς ἀγγέλους, θεοποιῶν αὐτοὺς τῇ θέσει τοῦ πράγματος, οὐ τὴν οἰκείαν εἰς αὐτοὺς ἀποτέμνων οὐσίαν, οὐδὲ μέρος αὐτοῖς τῆς ἰδίας δωρούμενος φύσεως. Ὅθεν ὁ μὲν τὸν φύσει Θεὸν προσκυνῶν μακαρίζεται· ὁ δὲ τὸν θέσει, πολλὰ διασφάλλεται, ἐν τῷ σέβειν ἀβέβαιον καρπούμενος ὄφελος. ÷ ÷ Ὡς γὰρ ὁ θέρμης ἕνεκεν τὸ πῦρ ἀσπαζόμενος, καὶ θερμαίνεται παρ’ αὐτοῦ καὶ τῷ φέγγει λαμπρύνεται· ὁ δὲ ὕλην ἐκ πυρὸς, ἢ χαλκοῦ, ἢ σιδήρου ζητῶν εἰς θερμότητα, διαμαρτάνει τοῦ σκοποῦ. πρὸς ὀλίγον γὰρ ἡ ὕλη ψευσαμένη τὴν φύσιν, εἰς τὴν οἰκείαν τῆς οὐσίας λῆξιν ὑποχωρεῖ, μηδὲν τὸν ἔχοντα ταύτην ἐν θερμοῖς ὠφελήσασα, μηδὲ σέλας αὐτῷ λαμπρὸν ἐπαρκέσασα.

οὕτως ὁ βουλόμενος ἀκράτου ἀρετῆς λαβεῖν μακαριότητα, παρὰ Θεοῦ ταύτην τοῦ κατὰ φύσιν αἰτῶν, οὐ σφάλλεται, παρὰ δ’ ἀγγέλου, ἤ τινος ἀσωμάτου τάγματος ἀνωφεροῦς, Θεοῦ τὴν θέσιν, οὐ τὴν φύσιν ὑπάρχοντος, ζημιοῦται μεγάλως, λαβεῖν θέλων, ὅπερ δοὺς ὁ κτησάμενος γυμνητεύει τῆς χάριτος. ÷ ÷ Θεὸς δὲ ὁ πάντα τοῖς πᾶσιν δωρούμενος, ἔχει τὰ πάντα, τὴν πενίαν ἀρνούμενος, ὡς ὁ ἥλιος χορηγῶν τὰ φέγγη τοῖς βλέπουσιν καὶ τούτους εὐεργετεῖ, καὶ τὸ φῶς οὐκ ἐκδύεται· ὡς διδάσκαλος διδοὺς μαθηταῖς τὰ μαθήματα, καὶ τοὺς μαθητὰς σοφίζει, καὶ τὴν σοφίαν ἔχει. οὕτω παρὰ τοῦ Χριστοῦ δύναμις ἐξήρχετο, καὶ τῶν καμνόντων ἤλαυνε τὰ νοσήματα, καὶ τῷ Χριστῷ μένουσα ὅλως οὐκ ἐχωρίζετο. ÷ Πιθανῶς σοι ταύτην εἴρηκεν ὁ λόγος τὴν ζήτησιν, τὴν περὶ Θεοῦ καὶ θεῶν, καὶ τῆς μοναρχίας ἣν ἔχει ὁ μόνος ἀληθινὸς ἄρχων Θεός. ÷ Καὶ ταῦτα μὲν ὁ Συγγραφεύς· φαίνεται δὲ λευκότατα διαφόροις λόγοις, καὶ παραδείγμασιν κατασκευάζων τὰ πρὸς ἀνατροπὴν τῆς παρ’ Ἕλλησι παιζομένης μοναρχίας ἢ πολυαρχίας.

Ἔκ τε τῆς ὁμωνυμίας· δείκνυται γὰρ, φησὶν, ὡς οὐκ ἐξ ὀνόματος τὸ πρᾶγμα, ἀλλ’ ἐκ τοῦ πράγματος τὴν ἀλήθειαν τοὔνομα κέκτηται· καθάπερ τὸ παράδειγμα ἔθετο τῆς τοῦ πυρὸς κατ’ οὐσίαν θερμότητος, καὶ τῶν κατὰ μέθεξιν αὐτοῦ ὁμωνύμων τῇ θέσει, θερμῶν τε γινομένων, θερμαίνειν τὰ πλησιάζοντα σώματα ἐν καιρῷ δυναμένων· ἔκ τε τοῦ ἀποστολικοῦ παραδείγματος, δι’ οὗ φησιν ὁ Ἀπόστολος· ÷ εἴπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ, ἀλλ’ ἡμῖν εἷς Θεὸς, ÷ καὶ τὰ τούτοις ἑπόμενα· ἔτι δὲ καὶ τῶν ἄλλων, ὅσα πρὸς παράστασιν τοῦ οἰκείου σκοποῦ εὗρεν αὐτῷ χρησιμεύοντα, ἅπερ ἐμφανῆ καθίσταται τῷ μὴ παρέργως ἀναγινώσκοντι.