Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἐπιστολὴ πρὸς Λέοντα γ΄ πάπαν

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Ανάληψη του πατριαρχικού θρόνου και επίκληση βοηθείας

Η απροσδόκητη και άκουσα εκλογή του στον επισκοπικό θρόνο της Κωνσταντινουπόλεως, οι φόβοι για το ποιμαντικό έργο και το αίτημα μεσιτικών προσευχών από τον επίσκοπο της Ρώμης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 2 από 7

Καὶ τῶν κατὰ νοῦν διημάρτηκα, καὶ οὐκ οἶδα οἷς κρίμασιν ὁ ταῦτα συγχωρήσας, καὶ παριδὼν Θεὸς ἐξεπίσταται, ἀπεσπάσθην τῆς φίλης ἐρημίας, καὶ ἐπὶ τὴν βασίλειον [πάλιν] ἤχθην, ὡς ὑπὸ Θεῷ μάρτυρι, ψήφῳ καὶ κρίσει τῶν τηνικαῦτα ἐν τοῖς βασιλείοις ἐνιδρυμένων θώκοις, τοῦ τε κοινοῦ τῆς Ἐκκλησίας ἱεροῦ συστήματος καὶ τῆς συγκλήτου βουλῆς, συμβραβευόντων ἀπαραίτητά τε καὶ ἀσυγχώρητα, ἐπείπερ ἤδη τῆς βασιλίδος ὁ πρόεδρος τὸν βίον μετήλλαξεν, οἷά περ ἄνθρωπος τὸν ἀνθρώπινον, οἵγε καίτοι πολλὰ ὑπερτιθέμενον καὶ ἀπαυθαδειαζόμενον ἐπὶ τὸν ἱερατικὸν τουτονὶ θρόνον προήγαγον, τυραννίδος μᾶλλον ἢ πειθοῦς ἔργον γινόμενον.

Ἐπεὶ οὖν καὶ μὴ βουλόμενος τὸν ζυγὸν τόνδε ὑπέδραμον, καὶ τὰς φροντίδας ἀναδέδεγμαι οὐκ ἀξίως, οὐδὲ ὡς προσῆκε τῇ χάριτι, δέδοικα μὲν πρῶτον τὰς ποικίλας καὶ πολυπλόκους μηχανουργίας τοῦ σοφιστοῦ τῆς κακίας, καὶ τῶν πονηρῶν καὶ ἀοράτων πνευμάτων τὴν ἐπανάστασιν, μήποτε γυμνὸν καὶ ἄοπλον τῶν ἐκ τῆς ἀρετῆς κατορθωμάτων ἐπειλημμένα. Οὔπω γάρ με τοῖς πνευματικοῖς καὶ θείοις παιδοτριβούμενον ἔγνωσαν, ἢ τῇ κατ’ αὐτῶν ἐγγεγυμνασμένον ἢ διαγωνισάμενον πάλῃ προσέβλεψαν, τοῖς τῆς ἁμαρτίας τιτρώσκοντες βέλεσι τὸ Ἐκκλησίας θεόλεκτον ὑποῤῥήξωσι στῖφος, καὶ τὴν εὔτακτον ταύτης παράστασιν διαλυμήνωνται τῷ τοῦ ἀβούλως καὶ ἀμαθῶς ταξιαρχοῦντος ἐπικαγχάσαντες πτώματι. Ἔπειτα δὲ ἰδὼν καὶ τῆς ἀρχῆς τὸ ἐπείσακτον καὶ ἐπίφθονον τῶν βασκαινόντων ὑπείδομαι τὸ δολερὸν καὶ κακόηθες οἳ πάντῃ ἐπιτηρεῖν σπουδάζουσι τὰ ἡμέτερα εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα. Τὰς μὲν δοκοὺς τοῖς ἑαυτῶν ἐπικειμένας οὐ βλέποντες ὄμμασιν, οὐδὲ τὴν λήμην ἀπὸ τῶν ὀφθαλμῶν προκαθαίρειν αἱρούμενοι, ἀλλότρια δὲ κάρφη περιεργαζόμενοι, καὶ σμικρῶν ἄγαν καὶ εὐτελῶν ἕνεκεν, καὶ τοῦ μηδένος λόγου ἀξίων τὰς γλώσσας τὰς ἑαυτῶν κατὰ τῶν προεχόντων ἀνοσίως ὁπλίζουσι, καὶ ἀμφοτέρωθεν πικρῶς καὶ ἀδικώτατα βάλλουσι.

Ἀλλὰ τουτονὶ ἀναδεδεγμένος τὸν ἀγῶνα, τίνι λοιπὸν ἀρωγῷ καὶ συλλήπτορι χρήσομαι, ἢ τῷ ταῦτα παραχωροῦντι Θεῷ; Παρ’ οὗ ἐξαιτῶ ῥοπὴν καὶ βοήθειαν, εὐσπλάγχνῳ καὶ εὐμενεῖ ὄμματι ἐπὶ τὴν ἐμὴν ἐπιβλέψαι μετριότητα, κρατῆσαί τε τῆς χειρὸς τῆς δεξιᾶς, καὶ ὁδηγῆσαι πρός τε τὸ αὐτοῦ θέλημα καὶ τῶν ἐγχειρισθέντων πρὸς σωτηρίαν κυβέρνησιν. Ὅς γε καὶ ἀναβάλλεται ἐπὶ τοῖς δυσχερέσι τούτοις καὶ ἀνιῶσιν· ἢ διὰ τὴν ἡμετέραν κακίαν καὶ βελτίωσιν ἐπανάγων ἡμᾶς, ἢ πρὸς τὸ ἐκείνων εἰς ἡμᾶς παραγυμνοῦσθαι τὸν κακοῦργον καὶ δύστροπον, ὡς ἂν μὴ λανθάνῃ πικρία ὕπουλος, ἐν ψυχῇ δολερῶς ἐμφωλεύουσα, ἀλλ’ εἰς προὖπτον ἐξέλθοι καὶ ἐμφανὲς τὸ κρυπτόμενον.

Εἰ δὲ ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά, καὶ μεμοχλευμένον βασίλειον, κατὰ τὸν Σολομώντειον, ἡμᾶς νενουθέτηκε, δέομαι μὲν καὶ ἄλλων πλειόνων εὐχῶν εἰς βοήθειαν, μάλιστα δὲ πάντων τῆς ὑμῶν ἐν πνεύματι ποθεινοτάτης καὶ ἱερᾶς ἀδελφότητος ἱεραῖς εὐχαῖς καὶ πρὸς Θεὸν μεσιτείαις κεχρήσομαι, ὡς μεγίστην ἡμῖν φερούσαις ὄνησίν τε καὶ ἐπικούρησιν, οἷα Θεῷ πλησιαζούσαις, καὶ πρὸς τὸ ἄνω καὶ νοερὸν ἀναφερομέναις θυσιαστήριον, καθαρῶς προσομιλούντων ὑμῶν καὶ ἀκροωμένων, σιγώντων τε καὶ ἐπιβοωμένων, καθάπερ οἱ περὶ Μωυσέα καὶ Σαμουὴλ ἠκούοντο, καὶ εἴ τις ἄλλος κατ’ αὐτοὺς περὶ τῷ πνεύματι. Διὰ τοῦτο συλλαμβάνεσθέ μου τῇ ἀσθενείᾳ, καὶ χεῖρας ὁσίας εἰς ὕψος διάρατε.

Πεπείσμεθα γὰρ ὑπεῖναι ἀπὸ τῆς παῤῥησίας τὴν δύναμιν, ἄνωθεν ἡμῖν τὸν ἔλεον ἕλκοντες, καὶ ἵλεων τὸν Θεὸν ἡμῖν ἐργαζόμενοι, δυναμῶσαι καὶ ἐπιῤῥῶσαι τὸ ἀσθενές τε καὶ ἄτονον, καὶ τὸν θώρακα ἠμφιεσμένους τῆς πίστεως καὶ τὴν περικεφαλαίαν περιβαλλομένους, στῆναι γενναίως πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, πρὸς ἃς ἡμῖν ἡ πάλη καθέστηκεν, ἑδραῖόν τε καὶ ἀκατάβλητον τῆς ψυχῆς φυλαχθῆναι [διαφυλαχθῆναι] τὸ σύντονον, ἔτι καὶ πρὸς ἀπειθοῦντας καὶ ἀντιτείνοντας, αἰσίως καὶ δεξιῶς φέρεσθαι, καὶ ὡς τέκνα τούτους τῆς Ἐκκλησίας υἱοποιεῖσθαι, καὶ πρόβατα λογικῆς [λογικὰ] τῆς ἐκλεκτῆς τοῦ Χριστοῦ ποίμνης καταρτίζοντες, καὶ τῇ θείᾳ μάνδρᾳ τῆς Ἐκκλησίας ἐναυλίζεσθαι παρασκευάζοντες, ἀνάλωτα τοῖς ἀνηλεῶς σπαράσσουσι λύκοις γίνεσθαι τοῖς ὁμονοίας καὶ συμπνοίας σημάντροις ἐσφραγισμένους, ἀνεπιβουλεύτους καὶ ἀτρώτους ἐπάρχοντας [διαμένοντας], ἵνα τῇ πάντων ἡμῶν κεφαλῇ Χριστῷ τῷ ἀρχιποίμενι ὑποτάσσοιντο καὶ εὐήνιον αὐτῷ τὸν αὐχένα ὑποφέροιεν.

Καθαρθῆναι δὲ ἡμᾶς καὶ λαμπρυνθῆναι, καὶ γενέσθαι τέλεια τελείου φωτὸς γεννήματα, ὥστε δύνασθαι καὶ ἄλλοις μεταδιδόναι λαμπρότητος καὶ καθάρσεως, δοθῆναι δὲ ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος εἰς τὸ πληροῦν τοὺς ἀκροωμένους πνεύματος, καὶ κηρύσσειν ἀόκνως καὶ συντονωτάτως τῶν καθ’ ἡμᾶς μυστηρίων τὴν δύναμιν, χάριτι τοῦ τρανοῦντος γλῶσσαν μογγιλάλον [μογιλάλων], καὶ πόδας ὀρθοῦν δυναμένου χωλεύοντας, καὶ τρέχειν καλῶς πρὸς τὴν τοῦ Εὐαγγελίου ἑτοιμασίαν κρατύνοντος καὶ στηρίζοντος· πολλαπλασιάσαι δὲ τὸ συγχωρηθὲν τάλαντον καὶ ἐν καιρῷ ἀποδοῦναι σὺν τόκῳ τῷ δεσπότῃ τὸ ὀφειλόμενον· ἐργάζεσθαι δὲ εἰς τὸν καλὸν ἀμπελῶνα, καὶ τὸ δόκιμον τῆς ἐργασίας ἀπενέγκασθαι, διενεγκόντας μὲν τῶν πόνων μεγαλοψύχως τὸ βαρύ τε καὶ δυσαχθέστατον καὶ βαστάσαντας γενναίως τῆς ἡμέρας τὸν καύσονα, καὶ τοῖς περὶ τὴν ἑνδεκάτην εἰσιοῦσιν ἀσυμφώνους ἐν τῇ διανομῇ τῆς μισθαποδοσίας συγκαταλεχθήσεσθαι· αὐγασθῆναι δὲ ἡμῶν τῆς διανοίας τὸ ὀπτικόν, καὶ τῇ διόπτρᾳ ἐνατενίζοντας τῇ τοῦ πνεύματος, ὥστε προφητικῶν φωνῶν ἀκροατὰς γίνεσθαι, θείων τε προσταγμάτων προθύμους ὑπηρέτας καὶ τούτου ὑποδεδεγμένους τὴν δωρεάν, τὸ θολοῦν τὸν τῆς ψυχῆς ὀφθαλμὸν καὶ τὸ ἐν ἡμῖν νοερὸν ἐπισκιάζον ἐκκαθαίρεσθαι καὶ ἀπονίπτεσθαι, πανταχόθεν μὲν ἑαυτοὺς περιφρουρεῖν, καὶ συντηρεῖν ταῖς τῶν ἐναντίων βολίσι μένειν ἀπροσβλήτους, προβλέπειν δὲ τὴν ῥομφαίαν, ἡνίκα ἐπὶ τοῖς ἁμαρτάνουσι θεήλατος παραγίνεται, ἵνα εἰ μὲν οἷόν τε παράσχῃ Θεός, ὅτε, σημαίνων τὴν ἔφοδον τὸ θεῖον ἐξιλεούμενος, αὐτός τε καὶ οἱ κηρυσσόμενοι ἐκ τῆς ὀργῆς διαφύγοιεν· εἰ δὲ μὴ τοῦτο, τὴν γοῦν ἐμαυτοῦ διασώσωμαι ψυχήν· κατὰ τὸν Λὼτ ἐκεῖνον, τὸν δίκαιον, ὃς σῶσαι τὴν ἑαυτοῦ ψυχὴν τοῦ ἐμπρησμοῦ διεπραγματεύσατο.