Ὁμολογῶ τοίνυν πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, τὸν πάντων ποιητὴν καὶ δεσπότην καὶ κύριον· καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἀληθινὸν Θεόν, τὸν προαιώνιον Λόγον, τὸν ἀνάρχως καὶ ἀφράστως ἐξ αὐτοῦ γεννηθέντα, ἀλήπτως καὶ ἀπερινοήτως πάσῃ νοητῇ καὶ αἰσθητῇ κτίσει· καὶ εἰς τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ ζωαρχικὸν καὶ πανάγιον· Τριάδα ὁμοούσιον, ὑπερούσιον, ἀόρατον, ἀκατάληπτον, ἀχώριστον, ἀναλλοίωτον, ἁπλῆν καὶ ἀμερῆ καὶ ἀσύνθετον, ἀδιάστατον, ἀΐδιον, ἀσώματον, ἄπιον, ἄποσον, ὁμότιμον, ὁμόδοξον καὶ ὁμόθεον· ἀναφῆ τε καὶ ἀψηλάφητον, καὶ ἀσχημάτιστον, ἀπειράγαθον, φῶς ἀειλαμπές, τριλαμπές, ὑπέρφωτον, ἀεὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχουσαν· πάντων ἐποπτικὴν καὶ τελειωτικὴν δύναμιν, πᾶσι τοῖς λογικοῖς τε καὶ νοεροῖς, νοερῶς καὶ ἀμερῶς τῇ προνοίᾳ [προχύσει] τοῦ θείου φωτὸς ἐπιλάμπουσαν ἀναλόγως ταῖς τῶν φωτιζομένων παραδοχαῖς, καὶ πρὸς τὸ εἶναι [καὶ εὖ εἶναι] διατηροῦσαν ἐν ὑφεστῶσι πράγμασι καὶ οὐ ψιλοῖς ὀνόμασι γνωριζομένην, μιᾷ θεότητι, καὶ ἐξουσίᾳ, καὶ βασιλείᾳ δοξαζομένην, καὶ προσκυνουμένην ὑπὸ πάσης ὁρωμένης καὶ ἀοράτου κτίσεως.