Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἐπιστολὴ πρὸς Λέοντα γ΄ πάπαν

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Οικουμενικές Σύνοδοι, ιερές εικόνες και αναθεματισμοί

Αναφορά στην πρεσβεία των αγίων και την τιμητική προσκύνηση των εικόνων, αποδοχή των επτά Οικουμενικών Συνόδων και αναθεματισμός των αιρετικών προς διασφάλιση της εκκλησιαστικής κοινωνίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 5 από 7

Ἀποδέχομαι δὲ καὶ ἐξαιτῶ τάς τε πρεσβείας καὶ πρὸς Θεὸν ἐντεύξεις· πρῶτον μὲν καὶ ἐξαίρετον, τῆς πανάγνου καὶ παναμώμου καὶ ἀειπαρθένου δεσποίνης ἡμῶν Θεομήτορος· ἔπειτα τῶν θείων καὶ οὐρανίων δυνάμεων, τῶν ἁγίων καὶ πανευφήμων ἀποστόλων, τῶν μακαρίων προφητῶν, καὶ ἐνδόξων καὶ καλλινίκων μαρτύρων, καὶ Θεοφόρων Πατέρων, καὶ πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων τῷ Κυρίῳ· οἳ ζῶσι διαπαντὸς ἐν αὐτῷ· ψυχαὶ γὰρ δικαίων ἐν χειρὶ Κυρίου· ὡς μεγίστην σωτηρίαν ἐντεῦθεν ψυχῆς καὶ σώματος καρπούμενος.

Προσκυνῶ δὲ καὶ περιπτύσσομαι τὰ σεβάσμια αὐτῶν λείψανα, ὡς ἰατρεῖον ψυχικῶν τε καὶ σωματικῶν παθημάτων τυγχάνοντα. Ἀνυμνῶ οὖν αὐτῶν τὴν σεμνὴν καὶ ἔνθεον πολιτείαν καὶ τοὺς ἀοιδίμους αὐτῶν ἀγῶνας καὶ ἄθλους, γεραίρω τὰς θήκας, καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανῶ αὐτούς, ὅτι ὑπὲρ τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ τὸ αἷμα ἐξέχεαν, καὶ τῆς προσκαίρου ζωῆς διὰ τὴν εἰς αὐτὸν ἀγάπην κατεφρόνησαν, μιμηταὶ τοῦ ζωοποιοῦ καὶ σωτηρίου πάθους αὐτοῦ γενόμενοι; ἀσπαζόμενος ἅμα τῇ τοῦ πάντων Σωτῆρος Χριστοῦ σεβασμίᾳ εἰκόνι τῆς τε πανάγνου καὶ Θεομήτορος καὶ τοὺς σεπτοὺς καὶ ἁγίους αὐτῶν χαρακτῆρας, προσνέμων αὐτοῖς τὴν κατὰ τιμὴν προσκύνησιν.

Πρὸς τούτοις ἀσπασίως ἀποδέχομαι καὶ τιμῶ τὰς ἁγίας καὶ οἰκουμενικὰς ἑπτὰ συνόδους καὶ τὰ ἐν αὐταῖς δογματισθέντα καὶ κηρυχθέντα θεῖά τε καὶ ὑπερφυῆ καὶ σωτήρια δόγματα παρὰ τῶν ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν, οὒς κατὰ καιρὸν ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ποιμαίνειν τὴν Ἐκκλησίαν αὐτοῦ καὶ διέπειν.

Πρῶτα μὲν τὴν ἐν Νικαίᾳ συνελθοῦσαν τῶν τιηʹ ἀοιδίμων Πατέρων ἡμῶν σύνοδον, κατὰ τοῦ δυσσεβοῦς καὶ μανιώδους Ἀρείου· ὃν τῆς Ἐκκλησίας ἐξώσασα, πίστιν ἡμῖν ἀληθῆ καὶ εὐθυτάτην διὰ τοῦ ἱεροῦ καὶ θείου συμβόλου ἐξεφώνησε· τὸν Θεὸν Λόγον, καὶ τοῦ Θεοῦ Υἱόν, οὐ κτίσμα κατ’ αὐτόν, ὁμοούσιον δὲ τῷ Πατρὶ καὶ συνάναρχον, ὡς Θεὸν ἀληθινὸν καὶ κτίστην τῶν ἁπάντων ὀρθοδόξως ἐδογμάτισεν.

Εἶτα τὴν μετ’ αὐτὴν ἐν ταύτῃ τῇ βασιλίδι τῶν πόλεων συναθροισθεῖσαν τῶν ρνʹ θεοπνεύστων Πατέρων· τὸν ἀνόσιον πνευματομάχον καθελοῦσαν Μακεδόνιον καὶ τὴν τοῦ ἱεροῦ συμβόλου ἔννοιαν ἐξαπλώσασαν, καὶ τοῖς τοῦ ἁγίου Πνεύματος λόγοις ἐπιτρανώσασαν, Θεὸν ἀληθινὸν ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ οὐ κτίσμα αὐτὸν βεβαιώσασαν, καὶ Ἀπολινάριον τὸν Λαοδικέα, τὸν ὄντως ἄφρονα καὶ ἀνόητον τῆς Ἐκκλησίας ἀποκηρύξασαν.

Μεθ’ ἣν τὴν ἐν Ἐφέσῳ τὸ πρότερον συναγηγερμένην, τῶν ἱερῶν διακοσίων διδασκάλων ἁγίαν σύνοδον κατὰ Νεστορίου τοῦ ματαιόφρονος καὶ τῶν ἐκείνου βλασφημιῶν, ὃν καθελοῦσα, μίαν τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν καθ’ ἕνωσεν ὑπόστασιν, καὶ δύο φύσεις ἀσυγχύτως καὶ ἀδιαιρέτως σοφῶς ἐδογμάτισε, τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον ἀποφήνασα, καὶ τὴν ἁγίαν Μαρίαν, κυρίως καὶ ἀληθῶς Θεοτόκον ὁμολογήσασα.

Μετὰ ταῦτα τῶν ἐν Καλχηδόνι συνδραμόντων ἑξακοσίων τριάκοντα ἐνθέων καὶ Θεοφόρων Πατέρων, ἥτις τοὺς δυσσεβεῖς, Εὐτυχέα καὶ Διόσκορον, καὶ τὴν ζοφώδη καὶ ἐσκοτισμένην αὐτῶν σύγχυσιν κατεδίκασε, καὶ τούτους ἀναθεματίσασα, τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον τὸν αὐτὸν Χριστὸν καὶ Θεὸν ἡμῶν ἐν δύο φύσεσι καὶ ὑποστάσει μιᾷ ἀσυγχύτως καὶ ἀδιαιρέτως εὐσεβῶς ἀνεκήρυξεν.

Ἔτι μὴν καὶ τὴν αὖθις κατ’ αὐτὴν τὴν Θεοφρούρητον πόλιν συγκροτηθεῖσαν ἁγίαν πέμπτην σύνοδον τῶν ρξεʹ ἁγίων Πατέρων ἡμῶν, ἥτις τὰ Θεοδώρου καὶ Νεστορίου, πρὸς δὲ καὶ Ὠριγένους, Διδύμου τε καὶ Εὐαγρίου καὶ τῶν ἀμφ’ αὐτοὺς κακοδόξων ἀσεβῆ δόγματα, τέως μὲν παρὰ τοῖς πολλοῖς κρυπτόμενα, τηνικαῦτα δὲ πικρῶς ἀναφυέντα καὶ ἀναβλαστήσαντα ἐξέτεμε· δι’ ὧν γὰρ αὐτοὶ ἐληρώδουν μυθολογημάτων, Ἰουδαϊκῇ τε καὶ Ἑλληνικῇ μᾶλλον, ἢ Χριστιανικῇ δόξῃ ἐπηκολούθησαν.

Ἑξῆς τὴν ἕκτην τῶν ροʹ ἱερῶν ἀνδρῶν οἰκουμενικὴν σύνοδον καὶ αὐτὴν κατὰ τοῦτο τὸ βασίλειον ἄστυ συνηγμένην, καὶ τῶν κατὰ Χριστὸν φύσεων τάς τε ἰδιότητας καὶ φυσικὰς ἐνεργείας καὶ θελήσεις κηρύξασαν, ἀναθεματίσασαν δὲ Θεόδωρον τὸν τῆς Φαρὰν ἐπίσκοπον, καὶ Ὁνώριον, Κῦρόν τε καὶ Σέργιον, Πύῤῥον, Παῦλον καὶ Πέτρον, τοὺς συγχωρήσει Θεοῦ κατὰ τὴν Ἐκκλησίαν ἐν τῇ ἱερωσύνῃ εἰσφθαρέντας· ἔτι καὶ Μακάριον τὸν Ἀντιοχείας ὀνομασθέντα πρόεδρον, καὶ Στέφανον τὸν τούτου μαθητήν· πρὸς δὲ καὶ Πολυχρόνιον, τὸν νηπιόφρονα γέροντα· οἳ ἓν θέλημα, καὶ μίαν ἐνέργειαν ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ Θεοῦ ἐδόξαζον.

Ἐπὶ ταύτης δὲ πάλιν καὶ μετὰ ταῦτα τὴν ἐν Νικαίᾳ τὸ δεύτερον συνελθοῦσαν τῶν ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ρνʹ Πατέρων ἑβδόμην καὶ ἱερὰν σύνοδον, ἥτις πάσας τὰς προλαβούσας ἁγίας συνόδους ἐπεσφράγισε, καὶ τὰ τούτων δόγματα, τῶν σεπτῶν καὶ ἱερῶν εἰκόνων τὴν ἀρχῆθεν παραδεδομένην τῇ Ἐκκλησίᾳ προσκύνησιν ἀνεδέξατο, ὁρίσασα παραπλησίως αὐτὰς τῷ τύπῳ τοῦ ζωοποιοῦ σταυροῦ προσκυνεῖσθαι. Ἀπεβάλομεν τῆς Ἐκκλησίας τοὺς ἐφ’ ὕβρει καὶ καταστροφῇ τούτων κενολογήσαντας, καὶ τῶν Χριστιανῶν κατηγορήσαντας, ὅτι ὡς θεοῖς αὐτοῖς προσεκύνησαν· τουτέστι Θεοδόσιον, Βασίλειον, Σισίννιον, τοὺς παροράσει Θεοῦ ἱερατικῶν θρόνων ἄρξαντας.

Καὶ ταύτας τὰς εἰρημένας ἁγίας οἰκουμενικὰς συνόδους ἀποδέχομαι, καὶ πάντων τῶν ἐκκρίτων καὶ μακαρίων Πατέρων τά τε δόγματα καὶ πονήματα ἀσπάζομαι, ὡς διδασκαλίαν ἀνεπίληπτον καὶ σωτηρίας θεμέλιον, καὶ οὓς ἢ καθολικὴ Ἐκκλησία προσίεται ἀποδέχομαι, καὶ οὓς ἀποτρέπεται ἀποστρέφομαι. Ἀποβάλλομαι δὲ καὶ παντελῶς ἀποτρέπομαι τοὺς ἀπὸ Σίμωνος τοῦ Μάγου, καὶ μέχρι τοῦ δεῦρο τῆς εὐσεβείας παντάπασιν ἀποπεπτωκότας, καὶ δόξαις πονηρῶν δογμάτων καὶ φθοροποιῶν ἐμφυρέντας, καὶ τὴν τῶν ἁγίων παράδοσιν ἀθετήσαντας, καὶ τὸν πικρὸν τῶν ζιζανίων σπόρον συναναμίξαι τῇ τῆς ὀρθοδοξίας ἀρούρᾳ τολμήσαντας αὐτούς τε ἀναθεματίζω, καὶ πάντας τοὺς ἑπομένους αὐτοῖς, καὶ ὡς λύμην τῆς κατὰ Χριστὸν Ἐκκλησίας διαπτύω καὶ τῷ ἀναθέματι καθυποβάλλω. Ἡμεῖς μὲν οὖν τὸ ἡμέτερον φρόνημα τοῖς μακαριωτάτοις ὑμῖν καὶ Θεοδιδάκτοις κατὰ ταῦτα δεδηλωμένων προσπεφωνήκαμεν τῷ ἄνωθεν κεκρατηκότι ἐκκλησιαστικῷ θεσμῷ ἑπόμενοι, οἷόν τινι ἐμψύχῳ κήρυκι, τῷ δὲ ἡμῶν προσχρησάμενοι τῷ γράμματι, τῆς ἐν Χριστῷ ἀγάπης καὶ πρὸς ἀλλήλους συμπνοίας καὶ ὁμονοίας τὰς ἐγγύας ἐπαγομένῳ.