Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Σύντομος ἱστορία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Οι Περσικοί πόλεμοι, η πολιορκία της Κωνσταντινούπολης και η ανάκτηση του Τιμίου Σταυρού

Η περσική προέλαση, η συμμαχία των Αβάρων και η πολιορκία της Βασιλεύουσας, οι νικηφόρες εκστρατείες του Ηρακλείου στην Ανατολή, η πτώση του Χοσρόη και η επιστροφή και ύψωση των Τιμίων Ξύλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 2 από 9

Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς στρατιὰν ὡς πλείστην ἀθροίσας ἐπὶ Ῥωμαίους ἐξέπεμψεν, ἡγεμόνα τῶν Περσικῶν Σάϊτον χειροτονήσας δυνάμεων. οὗτος ἐπὶ τὴν Ἀλεξάνδρου ἐφορμισθεὶς ταύτην ἀνὰ κράτος εἷλε καὶ τὴν ὅλην Αἴγυπτον ἠνδραπόδιζε καὶ τὴν ἑῴαν ἅπασαν μοῖραν κατεδῄου καὶ δοριαλώτους ὡς πλείστους ἦγε καὶ ἄλλους ἀνῄρει, οὐδεμιᾷ φειδοῖ εἰς αὐτοὺς χρώμενος. ταῦτα τοίνυν οὕτω διαθέμενος εἰς τὸ ἔπειτα πανστρατιᾷ κατὰ τὴν Χαλκηδόνος πόλιν ᾔει καὶ περιεκάθητο ταύτην χρόνον ἐπὶ συχνόν, ἠξίου τε βασιλέα εἰς ὁμιλίαν οἱ λόγων ἱκέσθαι. καὶ δὴ βασιλεὺς εἰσήκουε καὶ ὡς αὐτὸν διεπεραιοῦτο, βασιλικῇ δορυφορίᾳ τε καὶ πομπῇ χρώμενος. καὶ αὐτὸν ἰδὼν Σάϊτος ἐξανέστη τε τῆς καθέδρας καὶ πρὸς τοὔδαφος ἑαυτὸν ἀπορρίψας προσεκύνει· αὐτός τε ἐκ τοῦ ἀκατίου, ἐν ᾧ ἐπέπλει, τὸ χαῖρε αὐτῷ προσεφώνει καὶ δωρεαῖς ἠμείβετο. ὧδε πρὸς αὐτὸν Σάϊτος ἔλεξεν. “ἔδει μέν, ὦ βασιλεῦ, τοὺς Ῥωμαίων τε καὶ Περσῶν βασιλέας μήτε διίστασθαι ταῖς γνώμαις μηδ’ ὁπωστιοῦν ἀλλήλοις ἀντικαθίστασθαι, ἐς φιλίαν τε καὶ συμβάσεις ἰέναι ὡς προθυμότατα· (ὅπερ ἥδιστόν τε καὶ εὔχαρι ἀνθρώποις τοῖς πάλαι καὶ νῦν τυγχάνει ἅπασιν, ἅτε ζωῆς τε τῆς εὐκτέας καὶ εὐνομουμένης αἰτιώτατον·) καὶ τῷ περιόντι τῆς ἐξουσίας συμπαραμένειν καὶ τὸ τῆς συμβάσεως μέγεθος. καὶ γὰρ ἴσμεν ὡς ἥκιστα ταῖς ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε.

οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατύνασθαι, ὅπλα κατ’ ἀλλήλων αἴρεσθαι καὶ πημαίνειν οὐκ ἐν δίκῃ καὶ κακοῦν τὸ ὑπήκοον. ἐξ ὧν τί συμβαίνει; εἰ μὲν τὸ ὁμόγνωμον καὶ εἰρηνικὸν θήσεσθε, εὐδαίμονά τε ἑκάτερον ὑμῶν τῶν ἄλλων ἀνθρώπων μᾶλλον ὑπάρξαι, ζηλωτούς τε καὶ ἀξιαγάστους ἐς τὸν ἅπαντα βίον δείκνυσθαι· εἴς τε τὸ ἄμοχθον καὶ εὔθυμον ὁ πόνος ὑμῖν καὶ ἡ φροντὶς περιστήσεται. εἰ δ’ αὖ γε ταυτὶ μεθιέμενοι καὶ ἡλίκον οἷον ἀγαθὸν τὴν εἰρήνην ἐκποδὼν ποιήσασθαι ἕλοισθε, καὶ οὐδὲν ὅτι ὀνησιφόρον λογίσασθαι ὑμῖν οἶσον, δυσμένειαν δὲ τὴν εἰς ἀλλήλους καὶ τὸ ἔχθιστον ἀνθῃρημένοι, πολέμων μὲν ὡς πλείστων, ὅπερ ἀπηχὲς καὶ ἀπώμοτον, παραίτιοι γενήσεσθε, ἱδρῶτάς τε καὶ πόνους ὡς τὸ εἰκὸς ἀνελέσθαι μεγίστους, πολλὰ δὲ σώματα προϊέμενοι δαπανήσετε χρημάτων τε ἀνάλωσιν ὡς πλείστην ποιήσεσθε· καὶ ἁπαξαπλῶς εἰς μέγα κακοῦ τὸ τοῦ πολέμου ὑμῖν πέρας ἥξει. οἷα δὴ καὶ νῦν ὁρᾶν ὑμῖν πάρεστιν, ἀφ’ ὧν ἔγωγε εἰς τὴν Ῥωμαίων εἰσβαλὼν γῆν, τὰ δεινότατα εἶδε καὶ πέπονθεν. ἐντεῦθεν οὖν λελείψεται τὰ τῶν πολιτειῶν οἰκτρότατα καὶ ἀθλιώτατα διακείσεσθαι”. ταῦτα διώμνυτο λέγων αὐτὸς καὶ ὡς ἐν σπουδῇ τίθεσθαι τὰς πολιτείας Ῥωμαίων τε καὶ Περσῶν εἰς τὸ τὰ συμβατήρια ἥκειν.

ταῦτα ἐπιτελῆ ποιήσειν ὅγε ἐπήγγελτο, καί, ὡς τῶν ὀμωμοσμένων τὰ πιστὰ δοίη, προσέφερεν, ὅτι γε δὴ ταῦτα καὶ Χοσρόῃ βουλομένῳ [αἱρετέα] εἴη. “εἴ τι οὖν μοι” φησὶ “πείθεσθαι ἔχοιτε, αὐτίκα δὴ μάλα τοὺς ὡς Χοσρόην πρεσβευσομένους τούτων ἕκατι ἅμα ἐμοὶ ἐκπέμποιτε. πεισθείη δ’ ἄν μοι καὶ αὐτός, εὖ οἶδα, εἰς τοῦτο γνώμης καθιστάμενος σπείσεσθαι μεθ’ ὑμῶν καὶ τὴν εἰρήνην τὸ λοιπὸν εἰς τὸν ἅπαντα χρόνον βεβαίαν τε καὶ ἀκραιφνῆ καταστήσεσθαι”.

Βασιλεὺς δὲ Ἡράκλειος, ἐπεὶ τοῦτ’ οὖν ἐπέπυστο, τῷ προσηνεῖ καὶ θελκτηρίῳ τῶν λόγων συνηδόμενός τε καὶ κατακηλούμενος, ὑπέσχετο εἰς ἅπαντα πράσσειν ἑτοιμότατά τε καὶ σπουδαιότατα. καὶ οἷς ἐβουλεύετο τούτων πέρι συνέπραττόν τε μάλιστα καὶ συνῄνουν ὁ ἱερομύστης τε καὶ οἱ ἐν τέλει. καὶ ὅτι τάχιστα οἱ διαπρεσβευσόμενοι ἐξελέγοντο, Ὀλύμπιος μὲν ὁ τὴν τῶν ὑπάρχων τῶν πραιτωρίων διέπων ἀξίαν, Λεόντιος δὲ ὁ τῆς πόλεως ὕπαρχος, Ἀναστάσιός τε ὁ τὴν οἰκονομίαν τοῦ μεγίστου ἱεροῦ, ᾧ Σοφία ὁ θεῖος λόγος ἐπώνυμον, τῶν πραγμάτων πεπιστευμένος. τούτους παραλαβὼν Σάϊτος καὶ ἄρας ἐκ Χαλκηδόνος ὀπίσω ἀπήλαυνε καὶ πρὸς τὰ Περσικὰ ἤθη ἐχώρει· καὶ ἕως μὲν τῆς Ῥωμαίων ἐπέβαινε γῆς, διὰ τιμῆς ἦγε καὶ θεραπείας ἠξίου, τῇ Περσικῇ δὲ ἐμβαλὼν πέδας τὰς ἐκ σιδήρων αὐτοῖς περιθέμενος δεσμώτας παρὰ Χοσρόην ἐκόμισε. Χοσρόης δὲ ἐπεὶ ἔγνω ὡς Σάϊτος Ἡράκλειον ὡς βασιλέα εἶδέ τε καὶ τετίμηκεν, ἀλλ’ οὐ δοριάλωτον ἑλὼν ὡς αὐτὸν ἤγαγεν (ἐν τούτῳ γὰρ αὐτῷ τὰ τῆς ἐλπίδος ὠνειροπολεῖτο καὶ ἔκειτο), μεγάλα τε ἐπ’ αὐτῷ ἠγανάκτει καὶ τέλος εἰς ἀσκὸν αὐτῷ ἀπέδειρε τὴν δοράν, πικρὸν αὐτῷ καὶ βίαιον καταστήσας τὸν θάνατον. Ῥωμαίων δὲ τοὺς πρεσβευτὰς ἰδίᾳ διαστείλας ὡς ἕκαστον φρουραῖς ἀσφαλεστάταις ἀπέθετο καὶ ἐκάκου τὰ μέγιστα.

Ταῦτα οὐ μικρῶς ἠνία τὸν βασιλέα καὶ ἐπετάραττεν. ἐφ’ οἷς καὶ λιμὸς τηνικαῦτα τῇ πολιτείᾳ ἐπεφύη βαρύτατος· οὐ γὰρ ἡ Αἴγυπτος αὐτοῖς τὸ λοιπὸν ἐπεσίτιζεν, ἐξ οὗ καὶ τὰ πλεῖστα τῶν βασιλικῶν ἐπελελοίπει σιτηρεσίων. ἐν τούτοις καὶ νόσος λοιμώδης τοῖς ἐν τῇ πόλει ἐνσκήψασα θανάτῳ τὰ πλήθη τὰ ἐν αὐτῇ διέφθειρεν. ὧν ἁπάντων ἕνεκεν πολλὴ δυσθυμία καὶ ἀπορία τῷ κρατοῦντι περιεκέχυτο. καὶ οἴχεσθαι διὰ ταῦτα πρὸς Λιβύην βουλομένῳ ἦν. καὶ αὐτόθι χρήματα τέως πλεῖστα χρυσόν τε καὶ ἄργυρον καὶ λίθων τοὺς τιμιωτάτους προύπεμπεν· ὧν οὐκ ὀλίγιστα καταίροντα κλύδωνι μεγίστῳ περιπεπτώκει καὶ τοῖς ποντικοῖς ῥείθροις βρύχια γέγονε. ταῦτα τοίνυν τῶν πολιτῶν αἰσθόμενοι, ὡς δυνατὰ ἦν αὐτοῖς, διεκώλυον. ὁ γοῦν ἱεράρχης ἐπὶ τοῦ ἱεροῦ τοῦτον καλέσας ὅρκοις ἐνταῦθα περιεδέσμει ὡς ἥκιστα τῆς βασιλευούσης ἐξίστασθαι. οἷς εἴξας τὰς μὲν παρούσας τύχας ἀπωλοφύρετο, τὰς δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε.

Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ’ αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα εἰς Βυζάντιον εἰσῄει, μυεῖσθαι δὲ τὰ Χριστιανῶν βασιλέα ἐξῄτει. ὁ δὲ ἀσμένως αὐτὸν ὑπεδέχετο, καὶ οἱ Ῥωμαίων ἄρχοντες τοὺς Οὐννικοὺς ἄρχοντας καὶ τὰς ἐκείνων γαμετὰς αἱ τούτων αὐτῶν τῷ θείῳ λουτρῷ ἐτεκνώσαντο σύζυγοι. οὕτω τε τὰ θεῖα μυηθεῖσι δώροις βασιλικοῖς καὶ ἀξιώμασιν ἐφιλοτιμήσατο· τῇ γὰρ ἀξίᾳ τοῦ πατρικίου τὸν ἡγεμόνα τούτων τετίμηκε καὶ πρὸς τὰ Οὐννικὰ ἤθη φιλοφρόνως ἐξέπεμπε.

Μετὰ δὴ ταῦτα καὶ ὁ τῶν Ἀβάρων τοῦ ἔθνους ἡγεμὼν ἐπὶ συμβάσεσιν ὡς Ἡράκλειον ἐπικηρυκεύεται. ἐφ’ ᾧ λίαν ὑπεραγάμενος δώροις αὐτὸν ἠμείβετο καὶ δὴ καὶ ἔπεμπεν ὡς αὐτὸν ἀγγελιαφόρους, Ἀθανάσιον τὸν πατρίκιον, εἶτα μετ’ αὐτὸν καὶ Κοσμᾶν τὴν ἀξίαν ἣν δὴ κυαίστορα καλοῦσι, τὰ τῆς βασιλέως γνώμης αὐτῷ ἀπεροῦντας. ὁ Ἄβαρος δὲ τὰ πρὸς φιλίαν ὑποκρινόμενος αἱμύλα τε καὶ ἐπαγωγὰ πρὸς αὐτοὺς ἀποφθεγγόμενος ὑπήγετο, ὡς φίλος εἴη Ῥωμαίοις, καὶ ἥκειν ὡς βασιλέα ἐπὶ σπονδαῖς ἐπήγγελτο. οἳ δὴ καὶ ἀναζεύξαντες τὰ τῆς εὐνοίας ἐκείνου ἔνδηλα βασιλεῖ ἐποίουν. οἷς ἄγαν ὑπερηδόμενος βουλεύεται εἰς τὴν πόλιν Ἡράκλειαν, καθ’ ἃ ἦν αὐτοῖς συγκείμενον, τῷ Ἀβάρῳ συμβαλεῖν. τὴν θυμελικὴν σκευὴν προύπεμπε, καὶ ἱππικὴν ἀγωνίαν ἐπὶ τῇ δοχῇ αὐτοῦ τελεῖν εὐτρέπιζε, στολήν τε αὐτῷ λαμπρὰν καὶ τοῖς συνομαρτοῦσιν ἐκόμιζεν. εἶτα κατὰ τὴν Σηλυμβρίαν πόλιν ἀφιγμένος ηὐλίζετο. τρισὶ δὲ ὕστερον ἡμέραις ὁ χαγάνος σὺν πλήθει πολλῷ τῶν Ἀβάρων ἀμφὶ τὴν Ἡράκλειαν παρῄει. ἀποδασμὸν δέ τινα τῶν οἱ ἑπομένων, οἳ ἄλκιμοί τε καὶ μαχιμώτατοι ἐτύγχανον, ἀπολεξάμενος, κατὰ τὰ ὑπερκείμενα τῶν Μακρῶν λεγομένων Τειχῶν λοχμώδη τε καὶ ἀμφιλαφῆ ἐκπέμψας, σκεδάννυσι κρύβδην κατὰ τῶν ἐκεῖ ὀρῶν χωρήσειν τὰ λάσια, ὡς ἂν κατὰ νώτου τοῦ βασιλέως γενόμενοι, αὐτόν τε μέσον καὶ τοὺς περὶ αὐτὸν ἀποληψόμενοι, σχοῖεν εὐχείρωτον.

τούτους Ἡράκλειος αἰσθόμενος καὶ οὐ μετρίως τῷ παραλόγῳ καταπλαγείς, τὸ ἁλουργὸν ἀπαμφιέννυται ἔσθημα· οἰκτρὸν δέ τι καὶ πενιχρόν, ὡς ἂν ἰδιώτης τοῖς ἐντευξομένοις φαίνοιτο, περιβαλόμενος ἔνδυμα τόν τε στέφανον τὸν βασίλειον τῇ ὠλένῃ περιαψάμενος, ἀγεννῶς παραχρῆμα εἰς φυγὴν ἐτράπετο καὶ μόλις πρὸς τὸ Βυζάντιον διεσώζετο. οἱ δὲ Ἄβαροι σὺν θυμῷ κατὰ τὴν δίωξιν ἐπετίθεντο, καὶ πρὸς τὸ πεδίον τὸ πρὸ τῆς πόλεως ὃ Ἕβδομον καλοῦσι καταλαβόντες ἱδρύσαντο. ἐνθένδε τε σκεδάννυνται ἄχρι καὶ εἰς τὴν τοῦ Βαρβύσσου ποταμοῦ γέφυραν καὶ τὰ τῇδε χωρία πικρῶς κατεληΐζοντο καὶ τὸν Ῥωμαίων ὅμιλον ἀφειδῶς ἐκεράϊζον, τήν τε βασιλικὴν ἐσθῆτα καὶ τὰς στολὰς παραλαμβάνουσι, πρὸς δὲ καὶ τὰ θυμελικὰ ὄργανα καὶ τοὺς διακομίζοντας ἅπαντας. πλεῖστον δὲ ὅσον λαὸν ἀνδραποδισάμενοι δοριάλωτον ἄγοντες πρὸς τῇ σφετέρᾳ ἀπεκόμισαν· εἰς ἑβδομήκοντα δὲ καὶ διακοσίας χιλιάδας ἀνδρῶν τε καὶ γυναικῶν, καθάπερ ἔνιοι τῶν ἁλόντων διαδράντες ἀλλήλοις συνῳδὰ ἔφασαν, ὁ ἀριθμὸς αὐτοῖς ἅπας συνήνεκτο.

Ἡρακλείῳ δέ, καίτοι τῶν κοινῶν αὐτῷ πραγμάτων ἐπὶ τοσοῦτο δυσχερείας καὶ ἀνωμαλίας ἡκόντων, οὐ μὴν οὐδὲ τὰ οἰκεῖα εὖ θέσθαι φροντὶς ἐγεγόνει, ἀλλ’ ὅγε πρὸς πρᾶξιν ἄθεσμον καὶ ἣν Ῥωμαίων ἀπαγορεύουσι νόμοι ἰδών, τὸ πρὸς τὴν ἀνεψιὰν Μαρτῖναν ἠσπάσατο κῆδος. θυγάτηρ αὕτη Μαρίας τῆς αὐτοῦ ἐτύγχανεν ἀδελφῆς, πατρὸς δὲ Μαρτίνου, ὃν Μαρία πρὸ Εὐτροπίου γαμέτην ἐκέκτητο. καὶ δὴ δύο υἱεῖς ἐξ αὐτῆς τίκτει, ὧν τὸν μὲν Φλάυιον τὸν δὲ Θεοδόσιον προσηγόρευσεν. ἡ δίκη δὲ ἐθριάμβευε τὸ ἀθέμιτον, καὶ τοῦ μὲν πρεσβυτέρου παρειμένον ἐδείκνυ τὸν αὐχένα ὡς μηδ’ ἑτέρωθι ἐπιστρέφεσθαι οἷόν τε εἶναι, τοῦ δ’ αὖ νεωτέρου τὴν ἀκουστικὴν ἀφῄρητο αἴσθησιν καὶ κωφὸν ἤδη ἀπέφαινε. διήλεγχον δὲ αὐτοῦ μάλιστα τὸ ἄσεμνον συνοικέσιον ἐπὶ ταῖς ἱππικαῖς ἁμίλλαις καὶ οἱ τοῦ πρασίου δημόται χρώματος, <οἱ δὲ τοῦ ἀντικειμένου χρώματος> συνῄνουν τε [ἐπὶ ταύτῃ] καὶ συνέπραττον.

Σέργιος δὲ ὁ τῶν Βυζαντίων ἱεράρχης γράμμασιν αὐτὸν λιπαρῶς ἐγκείμενος ἐνουθέτει τὴν πρὸς τὸ γύναιον τοῦτο κοινωνίαν ἀνήνασθαι. ὁ δὲ αὐτῷ ἀπελογεῖτο ὡς “εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ’ ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆς πράξεως”. κατὰ δὲ τὸν αὐτὸν καιρὸν διεπιπράσκοντο τὰ τῶν ἐκκλησιῶν κειμήλια καὶ εἰς ὑπαγωγὴν φόρων τοῖς βαρβάροις ἐξενεμήθη.

Αὖθις οὖν ἐπιστρατεύει Χοσρόης ὁ τῶν Περσῶν βασιλεὺς κατὰ Ῥωμαίων, Σάρβαρον ἡγούμενον τῆς στρατιᾶς ἐκπέμψας, ὃς κατεδῄου πᾶσαν τὴν ἀνατολικὴν χώραν. καταλαμβάνει δὲ τῶν ἁγίων τόπων τὰ ζῳοποιὰ ξύλα τοῦ σωτηρίου σταυροῦ, Μωδέστου τηνικαῦτα Ἱεροσολύμων προεδρεύοντος. παρεσκευάζοντο δὲ οἱ Πέρσαι καὶ ἠπείγοντο [μέχρις] ἐλθεῖν εἰς Χαλκηδόνα. ὁ οὖν Ἡράκλειος ἔκ τε Περσῶν καὶ Ἀβάρων θορυβούμενος ἅμα καὶ λιμῷ πιεζομένης τῆς Ῥωμαϊκῆς πολιτείας καὶ λοιμικῷ θανάτῳ φθειρομένης, προσεκαλεῖτο Σέργιόν τε τὸν τῆς πόλεως πρόεδρον, ἔτι τε καὶ ἄρχοντας καὶ τὸ λοιπὸν τοῦ λαοῦ μέρος, καὶ παρατίθεται αὐτοῖς τοὺς παῖδας, καὶ Βῶνον τὸν πατρίκιον ἐγχειρίζει τὰς τῶν πραγμάτων διοικήσεις, καὶ ἀπάρας διὰ τοῦ Εὐξείνου ἐπειρᾶτο διὰ Λαζικῆς εἰς τὴν Περσικὴν εἰσβαλεῖν· καθ’ ἣν τίκτεται αὐτῷ υἱὸς ἐκ Μαρτίνης τῆς γυναικός (μεθ’ ἑαυτοῦ γὰρ ταύτην ἤγετο), ὃν καὶ ἐπωνόμασεν Ἡράκλειον. ἐντεῦθεν ἀποστέλλει δῶρα πρὸς τὸν Τούρκων κύριον, ἐπὶ συμμαχίᾳ τῇ κατὰ Περσῶν συγκαλούμενος· ὁ δὲ δεξάμενος ὑπέσχετο συμμαχήσειν. ἐν τούτῳ ἡσθεὶς Ἡράκλειος ὥρμησε καὶ αὐτὸς πρὸς αὐτόν, κἀκεῖνος τὴν τοῦ βασιλέως παρουσίαν ἀκηκοὼς σὺν πλήθει Τούρκων πολλῷ τῷ βασιλεῖ ὑπηντίαζε, καὶ ἀποβὰς τοῦ ἵππου τῷ βασιλεῖ κατὰ γῆς προσκυνεῖ. ἐποίει δὲ τοῦτο καὶ ὁ σὺν αὐτῷ πᾶς ὄχλος.

ὁ δὲ βασιλεὺς τὸ ὑπερβάλλον τῆς τιμῆς θεασάμενος ἐδήλου αὐτῷ ὡς εἰ τὰ τῆς φιλίας αὐτῷ βέβαια εἴη, καὶ ἐποχούμενον πλησιάζειν, καὶ ἅμα τέκνον ἴδιον ἀποκαλῶν. οὕτως οὖν οὗτος ἀσπάζεται τῷ βασιλεῖ. ὁ δὲ ὃν περιέκειτο στέφανον τῆς κεφαλῆς λαβὼν τῇ τοῦ Τούρκου κεφαλῇ περιέθετο, συμποσιάσας τε αὐτῷ πάντα τὰ εἰς ὑπηρεσίαν τοῦ συμποσίου σκεύη ἅμα καὶ στολῇ βασιλικῇ καὶ ἐνωτίοις ἐκ μαργάρων κεκοσμημένοις δωρεῖται αὐτῷ. ὡσαύτως δὲ καὶ τοὺς περὶ αὐτὸν ἄρχοντας τοῖς ὁμοίοις ἐνωτίοις αὐτοχειρίᾳ ἐκόσμει. εἶτα δεδιὼς μὴ τὰ αὐτὰ τῷ Ἀβάρῳ καὶ παρ’ ἐκείνου πείσεται, ἐπικρατέστερα δ’ αὐτῷ καὶ τὰ τῆς συμβάσεως ἀπεργάζεται, παραδείκνυσιν αὐτῷ τῆς θυγατρὸς Εὐδοκίας εἰκόνα ἔφη τε πρὸς αὐτὸν ὡς “ἥνωσεν ἡμᾶς ὁ θεός, σὲ τέκνον ἐμὸν ἀπέδειξεν. ἰδοὺ δὴ αὕτη θυγάτηρ μού ἐστι καὶ Ῥωμαίων Αὐγούστα. εἰ οὖν συναίρεις μοι καὶ βοηθεῖς κατὰ τῶν ἐχθρῶν, εἰς γυναῖκα δίδωμί σοι αὐτήν”. ὁ δὲ τῷ κάλλει τῆς εἰκόνος καὶ τῷ περὶ αὐτὴν κόσμῳ τρωθεὶς ἔρωτι τοῦ ἀρχετύπου ἔτι μᾶλλον ἐπὶ τῇ συμμαχίᾳ ἐπέκειτο. εὐθὺς οὖν ἄρχοντα καὶ πλῆθος Τούρκων τῷ βασιλεῖ παραδίδωσι· σὺν αὐτοῖς τε εἰς τὴν Περσικὴν εἰσβαλὼν τάς τε πόλεις καθῄρει καὶ τὰ πυρεῖα διέστρεφεν.

ἐφ’ ἑνὸς δὲ τούτων εὕρηται, ὡς Χοσρόης ἑαυτὸν θεοποιήσας ἐν τῇ τούτου στέγῃ ἑαυτὸν καθήμενον ὡς ἐν οὐρανῷ ἀνεστήλωσεν, ἄστρα καὶ ἥλιον καὶ σελήνη συγκατασκευάσας, καὶ ἀγγέλους περιεστῶτας αὐτῷ, καὶ βροντὴν διὰ μηχανῆς ποιεῖν καὶ ὕειν ὁπότ’ ἂν θελήσειεν. τοῦτο τὸ βδέλυγμα θεασάμενος Ἡράκλειος εἰς γῆν κατέρριψε καὶ ὡς κονιορτὸν διέλυσε. Χοσρόης τοίνυν ἀκούσας τά τε ἄλλα πάντα καὶ ὡς Τοῦρκοι συμμαχοῦσιν Ἡρακλείῳ, δῆλα ἐποίει πάντα διὰ γραφῆς τῷ Σαρβάρῳ, καὶ ὡς ταχέως πρὸς αὐτὸν ἐκ τῆς Ῥωμαϊκῆς ἀναζευγνύναι καὶ Ἡράκλειον ἀμύνασθαι· μηδὲ γὰρ δύνασθαι τῷ πλήθει τῷ ἐκείνου ἀντικαθίστασθαι. τὸ δὲ γράμμα περιτραπὲν Ἡρακλείῳ ἐγχειρίζεται. ὁ δὲ τοῦτο ἀναγνοὺς ταῦτα μὲν ἐξηφάνισεν, ἑτέραν δὲ γραφὴν ὡς ἀπὸ Χοσρόου σκηψάμενος τῷ Σαρβάρῳ ἐκτίθεται, τῇ ἐκείνου σφραγῖδι σημηνάμενος, ἔχουσαν οὕτως “ὁ Καῖσαρ Ῥωμαίων φιλίαν μετὰ Τούρκων ἐσπείσατο καὶ εἰσῆλθε μέχρι τοῦ Ἀδορβαδιγάνου καλουμένου τόπου, καὶ ὅτι πέμψας στρατιὰν κατ’ αὐτοῦ αὐτόν τε καὶ τοὺς Τούρκους διώλεσα, οἱ δὲ περιλειφθέντες ἔφυγον. μὴ οὖν ἀπάρῃς ἐκ τῆς Ῥωμαίων γῆς, ἀλλὰ τῇ Χαλκηδόνι προσέδρευε, Ῥωμαίους αἰχμαλωτεύων καὶ ληϊζόμενος”. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο.

Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν πρὸς Πέρσας ἐκστρατεῦσαι δώροις πρὸς αὐτοὺς ταύτας ἐβεβαίου, ὑποσχόμενος παρέχειν αὐτοῖς νομισμάτων μυριάδας εἴκοσι, ὁμήρους αὐτοῖς δεδωκὼς ἕνα τῶν υἱῶν Ἰωάννην τοὔνομα, ὃν δὴ καὶ Ἀταλάριχον ἐκάλεσε, νόθος δὲ ἦν αὐτῷ ἐκ παλλακῆς, καὶ Στέφανον ἀνεψιὸν αὐτοῦ, υἱὸν Μαρίας τῆς ἀδελφῆς αὐτοῦ καὶ Εὐτροπίου, ἔτι δὲ καὶ Ἰωάννην ἕτερον, υἱὸν Βώνου τοῦ πατρικίου, καὶ αὐτὸν ἐκ παλλακῆς αὐτῷ γεγονότα), καὶ αὐτοὶ ἐκστρατεύοντες τῷ τείχει τοῦ Βυζαντίου πελάζουσιν, εὐθύς τε πάντα ἐνεπίπρων τὰ προάστεια. καὶ ὥσπερ ἀναμερισάμενοι ἑκάτεροι τὸν Θρᾳκικὸν Βόσπορον Πέρσαι μὲν τὰ τῆς Ἀσιάτιδος μοίρας καθῄρουν, Ἄβαροι δὲ τὸν ἐπὶ Θρᾴκης διέφθειρον χῶρον. ἀλλήλοις τε λόγοις οἱ βάρβαροι συνετίθεντο συμφωνήσαντες ἑλεῖν τὸ Βυζάντιον. οἱ οὖν Ἄβαροι μηχανήματα τειχομάχα ἐτέκταινον· πύργοι δὲ ἦσαν ξύλινοι καὶ χελῶναι τὰ κατασκευάσματα. καὶ ἐπεὶ προσῄεσαν τῷ τείχει τὰ ὄργανα, θεία δύναμις ἐξαπιναίως ταῦτα διέλυσε καὶ τοὺς ἐν αὐτοῖς τῶν Ἀβάρων μαχητὰς διώλεσεν.

ἐπειδὴ δὲ καὶ Σκλαβηνὰ πλήθη οἱ Ἄβαροι ἐπεφέροντο καὶ εἰς συμμαχίαν ἐχρῶντο, δεδώκεσαν δὲ αὐτοῖς σημεῖον ὡς ἡνίκα ἂν ἴδοιεν πυρσοὺς ἀναφθέντας εἰς τὸ Βλαχερνῶν προτείχισμα, τὸ καλούμενον Πτερόν, εὐθὺς ἅμα τοῖς μονοξύλοις ἀκατίοις κἀκεῖνοι ἐπεξίοιεν, ὡς πλοΐμῳ ἀναφανέντες τὴν πόλιν κραταιῶς θορυβήσωσιν αὐτοί τε ἀδείας λαβόμενοι ἐκ τῶν τειχῶν ἀνατρέχοντες ἐντὸς τῆς πόλεως γένωνται. δῆλα οὖν ταῦτα Βώνῳ τῷ πατρικίῳ ἐγένοντο, καὶ αὐτὸς διήρεις μὲν καὶ τριήρεις ἁρμόσας, εἰς τὸν χῶρον ἐν ᾧ τὸ σημεῖον ἐδέδοτο καθοπλίσας προσώρμισεν, ὡσαύτως καὶ πρὸς τὴν ἀντιπέρα ἀκτὴν τὰς διήρεις ἐπέλασεν διαφρυκτωρεῖσθαί τε εὐθέως ἐπέτρεψεν. ὅπερ δὴ οἱ Σκλάβοι θεασάμενοι ἐκ τοῦ ποταμοῦ τοῦ καλουμένου Βαρβύσσου ἀφώρμων καὶ κατὰ τῆς πόλεως ᾔεσαν. αἱ δὲ ἐπεκδραμοῦσαι καὶ εἰς μέσον αὐτοὺς ἀπολαβοῦσαι ἐκ τοῦ εὐθέως ἔκτεινον, καὶ αἵματι πολλῷ τὸ θαλάσσιον ὕδωρ ἐφοινίσσετο. ἐν τοῖς πτώμασιν οὖν τῶν ἀναιρεθέντων καὶ γυναῖκες Σκλαβηναὶ κατεφαίνοντο. ἀλλὰ ταῦτα οἱ Ἄβαροι θεασάμενοι καὶ τῆς προσεδρίας ἀπειπόντες πρὸς τὴν αὑτῶν ἀνεζεύγνυον. ὁ δὲ ἀρχιερεὺς τῆς πόλεως σὺν Κωνσταντίνῳ τῷ βασιλεῖ εὐχαριστηρίους λιτὰς τῷ θεῷ προσέφερον ἐν τῷ νᾷ τῆς θεομήτορος, τῷ ἐν Βλαχέρναις ἱδρυμένῳ ἀφικόμενοι· τεῖχος δὲ εὐθὺς δωμησάμενοι τοῦ ἱεροῦ ἐκείνου ναοῦ φρούριον κατέστησαν. καὶ τὰ μὲν Ἀβάρων οὕτω πῃ ἔσχε.

Μαθὼν δὲ Χοσρόης Ἡράκλειον πλησιάσαντα τοῖς βασιλείοις Περσῶν ἐκπέμπει κατ’ αὐτοῦ στρατηγόν τινα Ῥαζάτην ὄνομα, γενναῖον ὄντα καὶ ἔμπειρον τὰ πολέμια. οὗτος ἐλθὼν τῷ βασιλεῖ παρατάσσεται, καὶ τῆς οἰκείας ἀφορμῶν φάλαγγος μόνος πρὸς μόνον προυκαλεῖτο διαμάχεσθαι.

Ἡράκλειος δὲ ἐπεὶ οὐδένα τοῦ οἰκείου στρατοῦ προθυμούμενον ἐπεγίνωσκεν, αὐτὸς ἐξῄει κατὰ τοῦ βαρβάρου. ὁ δὲ ὡς τὴν τοξικὴν ἔμπειρος ὀϊστὸν ἠφίει καὶ ἄκρων χειλέων τοῦ βασιλέως καθήπτετο· εἶτα καὶ ἄλλον ὀϊστὸν ἐξέπεμψε καὶ τὸ σφυρὸν τοῦ ποδὸς ἐπέξυσεν. αὐτὸς δὲ Ἡράκλειος τῷ ἵππῳ ἐπῄει, καί τις τῶν αὐτοῦ δορυφόρων προφθάσας τὸν ὦμον Ῥαζάτου ξίφει ἀπέτεμε, καὶ αὐτὸν πεσόντα ὁ βασιλεὺς κατηκόντισε καὶ εὐθὺς τὴν τούτου κεφαλὴν ἀπέτεμεν. ἐπὶ δὲ τῇ νίκῃ ταύτῃ προθυμίας ὁ τῶν Ῥωμαίων στρατὸς πλησθείς, αἰσθόμενος τὴν τοῦ βασιλέως παρρησίαν, κατὰ Περσῶν ἐχώρουν συντονώτατα, καὶ ἀνὰ κράτος ἡττηθέντας ἐδίωκον καὶ πλῆθος αὐτῶν πολὺ ἀπέκτειναν.

Οἱ δὲ Περσῶν ἄρχοντες ἐπεὶ διεγνώκεσαν ὡς ὁ τῶν Ῥωμαίων βασιλεὺς ὑπὲρ τῆς ἑαυτοῦ πολιτείας τῆς οἰκείας ζωῆς κατεφρόνησε, μετὰ Σειρόου τοῦ υἱοῦ Χοσρόου βουλεύονται Χοσρόην ἀνελεῖν, μέγα περὶ τῆς οἰκείας πολιτείας καταφρονήσαντα. τοῦτον οὖν ἐφ’ ἑνὶ τῶν βασιλικῶν οἴκων κατέκλεισαν, καὶ τροφὴν μὲν οὐκ ἐδίδοσαν, προύθηκαν δὲ χρυσὸν καὶ ἄργυρον καὶ λίθον πλεῖστον λέγοντες “τούτων ἀπόλαυε οἷς κατεμάνης καὶ ἅπερ ἠγάπησας καὶ συνήγαγες”. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύεται δῶρά τε ἐξέπεμψεν ὡς σπείσεσθαι αὐτῷ. γράφει δὲ πρὸς αὐτὸν ἑνοῦσθαί τε ἀλλήλαις τὰς ὑπ’ αὐτοὺς πολιτείας καὶ εἰρήνην παρὰ θεοῦ ἀσπάζεσθαι, ὡς ἑκάστην καθ’ ἑαυτὴν ἐφησυχάζειν. ᾧ ἀντέγραφε καὶ Ἡράκλειος, τέκνον τὸν Σειρόην καλῶν, καὶ ὡς οὐκ ἦν αὐτῷ ποτε κατὰ γνώμην βασιλέα τῆς ἑαυτοῦ δόξης ἐκπεπτωκέναι· διὸ οὐδὲ Χοσρόην. “ἀλλ’ εἰ καὶ πλεῖστα καὶ κάκιστα Ῥωμαίοις καὶ Πέρσαις ἐπέδειξεν, ἔσπευσα ἄν”, ἔφασκε, “περισωθέντα, εἰ καὶ τὰ μάλιστα ἐπικρατέστερος ἐγενόμην, εἰς τὴν ἑαυτοῦ ἀποκαθιστᾶν βασιλείαν. θεὸς δὲ τὴν ἐκείνου πρόθεσιν ἐγνωκὼς μετῆλθεν αὐτῷ ἀξίαν τὴν δίκην, ὡς μὴ τῶν πολλῶν γενέσθαι κατάλυσιν, ἡμῖν νῦν τὴν ἕνωσιν παρασχόμενος”.

περί τε τῶν ζῳοποιῶν ξύλων ὧν εἷλε Σάρβαρος ἐξ Ἱεροσολύμων λιπαρῶς ἐπέκειτο ἐπιζητῶν· ὁ δὲ ὑπέσχετο δώσειν, εἴπερ αὐτῷ κατάφωρα γένοιτο· περί τε τῶν πρεσβευτῶν οὓς Σάϊτος πρὸς Χοσρόην ἀπήγαγε δόλῳ, <ἔφασκεν> ὡς Λεόντιος μὲν κοινῷ θανάτῳ ἐτελεύτα, τοὺς δὲ ἄλλους Χοσρόης ξύλοις ἔκτεινεν, αἰσθόμενος τὸν Ἡράκλειον εἰς τὴν Περσικὴν εἰσβαλόντα.

Εὐθὺς οὖν Σειρόης ἐτελεύτα, κρατεῖ δὲ τῆς βασιλείας Περσῶν Καβόης, ὅστις οὐ μετὰ πολὺ τέθνηκε. μεθ’ ὃν βασιλεύει Περσῶν Ὁρμίσδας, ὃς καὶ αὐτὸς διαπρεσβεύεται πρὸς Ἡράκλειον, τόν τε ἴδιον υἱὸν σὺν χρήμασι καὶ δώροις πολυτιμήτοις πρὸς αὐτὸν ἀπέστειλεν. ἐσήμαινε δὲ διὰ γραμμάτων τάδε “ὃν τρόπον λέγετε τὸν θεὸν ὑμῶν δοθῆναι γηραιῷ τινι ἀνθρώπῳ Συμεὼν εἰς τὰς ἀγκάλας, οὕτως καὶ τὸν δοῦλόν σου τὸν υἱόν μου δίδωμι εἰς τὰς χεῖράς σου. γνοίη δὲ θεὸς ὃν σέβῃ, ὡς ποιήσεις αὐτῷ”. ὁ δὲ δεξάμενος μεγάλως ἐτίμησε, καὶ εἶτα τελευτήσαντος Ὁρμίσδου βασιλέα Περσῶν ἐτίμησε.

Σάρβαρος δὲ ἀκούσας ὅτι Χοσρόης καὶ Σειρόης, Καβόης καὶ Ὁρμίσδας ἐτελεύτησαν, ἐκ τῆς Ῥωμαίων ὑπενόστει χώρας, γράφει τε ἀπολογίαν πρὸς Ἡράκλειον, ὡς οὐχ ἑκὼν ἀλλὰ γνώμῃ τοῦ ἀποστείλαντος ἔπραττεν ἅπερ εἰς Ῥωμαίους πεποίηκε, καὶ παραγενέσθαι ὡς αὐτὸν ἐξῄτησε καὶ ὡς δοῦλον παρίστασθαι. λόγοις τε πίστεως παρὰ βασιλέως βεβαιωθεὶς ἧκεν πρὸς αὐτὸν καὶ χρήματα ἐκ Περσίδος διδόναι ὑπισχνεῖτο, δι’ ὧν πάλιν καινίζοιντο ὅσα ἂν αὐτὸς ἐν χώρᾳ τῇ Ῥωμαίων κατεστρέψατο. ἐν τούτοις ἐπιβουλεύεται καὶ ἀναιρεῖται ὁ υἱὸς Ὁρμίσδου, καὶ Σάρβαρος παρὰ βασιλεῖ τὴν Περσῶν ἀρχὴν ἐξαιτεῖ. ὁ δὲ ἐδίδου, καὶ ἀλλήλοις συνετίθεντο πάντα τὰ ἐκ Ῥωμαίων ὑπὸ Πέρσαις γενόμενα Ῥωμαίοις ἀνασώζεσθαι. εἰρήνης τε βραβευθείσης εὐθὺς τήν τε Αἴγυπτον καὶ πᾶσαν τὴν ἀνατολικὴν γῆν Ῥωμαίοις ἀποδίδωσι Σάρβαρος, τοὺς ἐκεῖσε Πέρσας ἐξελών, τά τε ζῳοποιὰ ξύλα πρὸς βασιλέα στέλλει. Ἡράκλειος δὲ Νικήταν υἱὸν Σαρβάρου πατρικίου ἀξίᾳ ἐτίμησε, Νίκην τε τὴν θυγατέρα αὐτοῦ Θεοδοσίῳ τῷ ἐκ Μαρτίνης υἱῷ αὐτοῦ γαμετὴν πεποίηκε.

Γρηγορίαν τε τὴν θυγατέρα Νικήτα ἐκ Πενταπόλεως ἐνέγκας Κωνσταντίνῳ τῷ βασιλεῖ Ῥωμαίων ζεύγνυσιν· ἣν δὴ καὶ προμνηστευσάμενος ἦν περιόντος ἔτι τοῦ αὐτῆς πατρός. Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἐκ τοῦ Αἰθρίβου λεγομένου Σαρακηνοὶ διεφαίνοντο (χώρα δὲ τοῦτο τῆς εὐδαίμονος Ἀραβίας) καὶ τὰ ἐκεῖσε χωρία προσπελάζοντα ληΐζεσθαι ἐπεχείρουν.

Ἡράκλειος δὲ τὴν θυγατέρα Εὐδοκίαν τοῦ Βυζαντίου ἐξιέναι ἐπέτρεψεν ὡς τῷ Τούρκῳ ταύτην κατεγγυήσας· καὶ ἐπειδὴ ἔγνωστο ὅτι σφαγῇ ὁ Τοῦρκος ἀνῄρητο, ταύτην ὑποστρέφειν ἐκέλευεν. ὑπάρχοντι δὲ Ἡρακλείῳ ἐν τῇ Περσικῇ ἐτελεύτησαν αὐτῷ δύο υἱοὶ καὶ θυγατέρες δύο. αὐτὸς δὲ λαβὼν τὰ ζῳοποιὰ ξύλα ἐσφραγισμένα, καθάπερ ἐλήφθησαν διαμείναντα, πρὸς τὰ Ἱεροσόλυμα ἀφίκετο, καὶ Μωδέστῳ τῷ ἀρχιερεῖ καὶ τῷ αὐτοῦ κλήρῳ ταῦτα ὑπέδειξεν. οἱ δὲ τὴν σφραγῖδα σώαν ἐπεγίνωσκον· καὶ ὡς ἀνέπαφα καὶ ἀθέατα βεβήλοις καὶ μιαιφόνοις χερσὶ τῶν βαρβάρων διετηρήθησαν, εὐχαριστήριον ᾠδὴν τῷ θεῷ ἀνέθεσαν. τήν τε κλεῖδα τὴν ἐπ’ αὐτοῖς ὁ ἱεράρχης μείνασαν παρ’ αὐτῷ ἤγαγε, καὶ ἀνοιγνὺς προσκυνοῦσιν ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς εἰς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρναι τῆς θεομήτορος) λιτανεύων ὑπεδέξατο καὶ πρὸς τὴν μεγίστην ἐκκλησίαν ἀγαγὼν ταῦτα ἀνύψωσε. δευτέρα δὲ ἦν ἰνδικτιὼν ἡνίκα ταῦτα ἐπράττοντο.

Μετ’ οὐ πολὺ δὲ καὶ Ἡράκλειος πρὸς τὸ Βυζάντιον ἐχώρει, ὑπὸ πολλῆς εὐφημίας καὶ δόξης ὑπερβαλλούσης παρὰ τῶν ἐκεῖσε δεχθείς. τέσσαρας δὲ ἦγεν ἐλέφαντας, οὓς δὴ καὶ εἰς τοὺς ἱππικοὺς ἀγῶνας ἐθριάμβευεν ἐπὶ τῇ τῆς πόλεως τέρψει, ἡμέρας τε ἐπινικίους ἐπ’ εὐφροσύνῃ πᾶσι δωρεαῖς φιλοτιμούμενος ἐπετέλει. ἐπειδὴ δὲ ἦν ἑλὼν τῆς οὐσίας τῆς μεγάλης ἐκκλησίας, ἐκέλευσεν ἐκ τοῦ βασιλικοῦ ταμιείου αὐτῇ τε καὶ τῷ κατ’ αὐτὴν κλήρῳ ἐτήσια χρήματα παρέχεσθαι. καὶ μετὰ τοῦτο παρασκευάζει Κωνσταντῖνον τὸν υἱὸν ὑπατεῦσαι, Ἡράκλειον δὲ τὸν ἀπὸ Μαρτίνης Καίσαρα προχειρίζεται.