Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Σύντομος ἱστορία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η εμφάνιση των Σαρακηνών, το τέλος του Ηρακλείου και οι δυναστικές κρίσεις

Οι πρώτες αραβικές επιδρομές, ο θάνατος του Ηρακλείου, η βραχύβια εξουσία της Μαρτίνας και του Ηρακλωνά, οι λαϊκές αντιδράσεις και η ανάδειξη του Κώνσταντος Β'.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 3 από 9

Οὐ πολὺς δὲ χρόνος ἐν μέσῳ, καὶ Σαρακηνοὶ τὰ περὶ τὴν Ἀντιόχειαν κατέτρεχον. εὐθέως δὲ Ἡράκλειος σὺν Μαρτίνῃ τῇ γυναικὶ καὶ Ἡρακλείῳ τῷ παιδὶ πρὸς τοῖς τῆς ἀνατολῆς χωρίοις ἐπεξῄει. αὐτόθι δὲ γενόμενος Θεοδώρῳ τῷ ἀδελφῷ ὀργίζεται· ὑπεψιθυρίζετο δέ τισι λοιδορεῖσθαι αὐτὸν τῷ βασιλεῖ Μαρτίνης ἕνεκεν, λέγοντα ὅτι “ἡ ἁμαρτία αὐτοῦ ἐνώπιον αὐτοῦ διὰ παντός”. καὶ αὐτὸν εἰς Βυζάντιον ἀποστέλλει, γράψας τῷ υἱῷ Κωνσταντίνῳ τοῦτον ἐπ’ ἀθροίσματος λαοῦ ἀτιμώσαντα ὡς ἐν φρουρᾷ κατέχειν. στρατηγόν τε ἀνατολῆς ἐκπέμπει Θεόδωρον, τῶν βασιλικῶν χρημάτων ταμίαν, τὸ ἐπίκλην Τριθύριον. Σέργιος γὰρ ὁ κατὰ Νικήταν τελευτᾷ τρόπῳ τοιῷδε. κάμηλον οἱ Σαρακηνοὶ ἀποδείραντες τοῦτον ἐγκατακλείουσι τῇ δορᾷ καὶ ἀπέρραπτον. τῆς βύρσης οὖν κατεσκληκυίας συναπεξηραίνετο καὶ ὁ ἐντὸς ἀπειλημένος ἄνθρωπος, καὶ οὕτως ἀπομαρανθεὶς πικρῶς διώλετο. αἰτίαν δὲ αὐτῷ ἐπῆγον ὡς αὐτὸς παρεσκεύασεν Ἡράκλειον μὴ συγχωρεῖν Σαρακηνοῖς ἐκ τῆς Ῥωμαίων γῆς ἐμπορεύεσθαι τάς <τε> συνήθως παρεχομένας αὐτοῖς τριάκοντα χρυσίου λίτρας δι’ ἐμπορικῆς ἀμοιβῆς ἐκ τῆς Ῥωμαϊκῆς πολιτείας ἐκπέμπειν· ἐντεῦθέν τε αὐτοὺς ἄρξαι τῇ Ῥωμαίων λυμαίνεσθαι χώρᾳ. ἐκ τούτου παρήγγειλε Θεόδωρος μὴ συμβάλλειν πρὸς μάχην Σαρακηνοῖς.

ὁ δὲ ὑπ’ αὐτὸν στρατηγὸς τὰ κατὰ γνώμην τῷ βασιλεῖ οὐκ ἔπραττεν, ἐπεὶ νεώτερα αὑτῷ βουλευσάμενος ἦν, καὶ ἐπεὶ παρήγοντο πολεμεῖν ὡς ἀνελπίστων περιέσεσθαι τῶν πολεμίων, καὶ συνεργὸν ὑπελάμβανον τὴν νίκην τῆς κατὰ τοῦ βασιλέως ἐπαναστάσεως. ἔτι τοίνυν ἐν τόπῳ καλουμένῳ Γαβιθὰ συγκαταμίγνυσι Σαρακηνοῖς. οἱ δὲ προλοχήσαντες καὶ ὀλίγοις τισὶν ἀκροβολισάμενοι Ῥωμαίοις ὑπήγοντο. εἰσπίπτουσι δὲ αὐτοῖς οἱ ἐκ τῶν ἐνεδρῶν ἐξαπιναίως, καὶ μέσον ἀπολαβόντες πολλοὺς ἔκτειναν στρατιώτας τε καὶ ἄρχοντας.

Κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον Μαρία ἡ ἀδελφὴ Ἡρακλείου χρήματα πρὸς τὸν χαγάνον Ἀβάρων ἔπεμψε καὶ τὸν υἱὸν Στέφανον ἀπέλαβε. τοῖς δὲ τοιούτοις δώροις ἡσθεὶς ὁ Ἄβαρος ἠρέθισεν Ἀνιανὸν τὸν μάγιστρον, ὡς καὶ αὐτὸς πέμψας δῶρα ἀπολήψεται καὶ τοὺς ἄλλους οὕσπερ κατεῖχεν ὁμήρους. καὶ δὴ καὶ ἐγένετο οὕτως.

Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἐπανέστη Κούβρατος ὁ ἀνεψιὸς Ὀργανᾶ ὁ τῶν Οὐνογουνδούρων κύριος τῷ τῶν Ἀβάρων χαγάνῳ, καὶ ὃν εἶχε παρ’ αὐτοῦ λαὸν περιυβρίσας ἐξεδίωξε τῆς οἰκείας γῆς. διαπρεσβεύεται δὲ πρὸς Ἡράκλειον καὶ σπένδεται εἰρήνην μετ’ αὐτοῦ, ἥνπερ ἐφύλαξαν μέχρι τέλους τῆς ἑαυτῶν ζωῆς· δῶρά τε γὰρ αὐτῷ ἔπεμψε καὶ τῇ τοῦ πατρικίου ἀξίᾳ ἐτίμησεν.

Ἐν ᾧ δὲ ἐν τοῖς ἀνατολικοῖς μέρεσι διέτριβεν Ἡράκλειος, Ἰωάννην τὸν Βαρκαίνης στρατηγὸν προχειρίζεται καὶ πέμπει κατὰ Σαρακηνῶν τῶν ἐν Αἰγύπτῳ· οἷς συμβαλὼν πίπτει καὶ αὐτός. ἔτι καὶ Μαρῖνος ὁ τῶν Θρᾳκικῶν ἐκστρατευμάτων ἡγεμὼν συμμίξας αὐτοῖς ἡττήθη, πολύν τε στρατὸν ἀποβαλὼν καὶ αὐτὸς μόλις διασώζεται. μετ’ ἐκεῖνον προβάλλεται στρατηγὸν Μαριανὸν κουβικουλάριον παρὰ Ῥωμαίων τὴν ἀξίαν καὶ πέμπει ἐκεῖσε, παραγγείλας ὡς ἀνακοινοῦσθαι Κύρῳ τῷ Ἀλεξανδρείας ἱεράρχῃ, καὶ ὡς ἂν κοινῇ βουλεύσοιντο <καὶ> τὰ πρὸς τοὺς Σαρακηνοὺς διάθοιντο.

Κῦρος δὲ ἦν δεδηλωκὼς βασιλεῖ σπείσεσθαι ἐπὶ τελέσμασιν Ἄμβρῳ τῷ τῶν Σαρακηνῶν φυλάρχῳ, ἃ δὴ καὶ ὑπέχειν δι’ ἐμπολαίου συνεισφορᾶς ἐσήμαινε, τὰ δὲ τῷ βασιλεῖ παρεχόμενα ἀδιάπτωτα μένειν· κατεγγυηθῆναι δὲ αὐτῷ Εὐδοκίαν τὴν Αὐγούσταν, [ἢ] μίαν τῶν θυγατέρων τοῦ βασιλέως, ὡς ἐντεῦθεν καὶ τῷ θείῳ λουτρῷ βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠνείχετο. ἐπειδὴ δὲ καὶ Μαριανὸς ταῦτα ἐξηπίστατο, διίστατο τῆς τοῦ Κύρου γνώμης, καὶ συμβαλὼν Σαρακηνοῖς πίπτει τε αὐτὸς καὶ σὺν αὐτῷ στρατὸς ἱκανός.

Τούτῳ τῷ χρόνῳ ἀνέζευξε πρὸς τὰ οἰκεῖα Ἡράκλειος καὶ ηὐλίζετο ἐν τῷ παλατίῳ τῷ καλουμένῳ τῆς Ἱερίας· ἐδεδίει γὰρ ἐπιβῆναι θαλάσσης, πολλά τε ἀξιοῦντες οἵ τε ἄρχοντες καὶ οἱ τῆς πόλεως ἐν τῇ πόλει εἰσελθεῖν ἔπειθον οὐδαμῶς. ἐν δὲ ταῖς ἑορταῖς μόνους τοὺς υἱοὺς ἐξέπεμπε, καὶ οὗτοι ἐπιτελοῦντες ἐν τῷ ἱερῷ τὴν θείαν λειτουργίαν εὐθὺς πρὸς αὐτὸν ἐξῄεσαν. ὡσαύτως καὶ τοὺς ἱππικοὺς ἀγῶνας ἡνίκα ἐθεῶντο, πάλιν πρὸς τὸν πατέρα ἀπεχώρουν. ἐν ᾧ δὲ διέτριβεν ἐκεῖσε, ἀγγέλλεται αὐτῷ ὡς ὁ υἱὸς αὐτοῦ Ἀταλάριχος καὶ Θεόδωρος ὁ τὴν ἀξίαν μάγιστρος, Θεοδώρου δὲ τοῦ βασιλέως ἀδελφοῦ υἱός, σὺν ἄλλοις τισὶν ἐπιβουλεύειν αὐτῷ ἤμελλον· καὶ τοῖς μηνύσασι πεισθεὶς τούτων τὰς ῥῖνας καὶ τὰς χεῖρας ἐξέτεμε, καὶ Ἀταλάριχον μὲν εἰς τὴν νῆσον τὴν λεγομένην Πρίγκιπον ἐξόριστον ἔπεμψε, Θεόδωρον δὲ πρὸς τὴν νῆσον Γαυδομελέτην προσαγορευομένην, ἐπιτρέψας τῷ ἐκεῖσε δουκί, ἡνίκα πρὸς αὐτὸν καταλάβοι, καὶ τὸν ἕτερον τῶν ποδῶν ἀφελέσθαι. κατὰ ταῦτα δὲ καὶ τοὺς συγγνόντας αὐτοῖς τὰ τῆς ἐπιβουλῆς ἐτιμωρήσατο.

Χρόνου δὲ ἱκανοῦ διελθόντος παρασκευάζουσιν οἱ τοῦ βασιλέως ἄρχοντες τὸν ἔπαρχον ὡς συναγαγεῖν πλεῖστα πλοῖα καὶ ἐχόμενα ἀλλήλοις ἐξάψας ὥσπερ γεφυρώσει τὸν πορθμὸν τοῦ καλουμένου Στενοῦ, κλώνοις τε δένδρων καὶ φυλλάσιν ἑκατέρωθεν διατειχίσειεν, ὡς μηδὲ ὁρᾶσθαι παριόντι τὴν θάλασσαν. καὶ δὴ τὸ ἔργον εἰς τάχος προυχώρει, καὶ ὁ βασιλεὺς ἱππεὺς διὰ θαλάττης ὥσπερ διὰ τῆς ἠπείρου κατὰ τὰς ἀκτὰς τοῦ λεγομένου κόλπου Φιδαλείας ἐπεραιοῦτο, οὗ τε τὸν παράκτιον χῶρον παραμείψας διὰ τῆς γεφύρας τοῦ Βαρβύσσου ποταμοῦ πρὸς τὸ Βυζάντιον εἰσῄει. καὶ μετὰ ταῦτα Ἡράκλειον τὸν Καίσαρα στέφει βασιλέα.

Κατὰ δὲ τὴν δωδεκάτην ἰνδικτιόνα ἐτελεύτα Σέργιος ὁ τοῦ Βυζαντίου πρόεδρος. καὶ ἐπειδήπερ προσέκειτο Ἡράκλειος Πύρρῳ, ἀδελφόν τε ἐκάλει, ὡς ἡνίκα τῷ θείῳ λουτρῷ ἐφωτίζετο ἡ τοῦ βασιλέως ἀδελφὴ χερσὶν ἐδέξατο, καὶ ἅμα ᾠκειωμένον Σεργίῳ καὶ συνδιαιτώμενον ἐγίνωσκε, τοῦτον ἀρχιερέα τοῦ Βυζαντίου ἀνηγόρευσεν. ἤδη χρόνοις τισὶ πρότερον Κῦρον τὸν Ἀλεξανδρείας πρόεδρον μετάκλητον εἰς Βυζάντιον ἦν πεποιηκώς, καὶ ἐν αἰτίᾳ μεγάλῃ εἶχεν ὡς τὰ τῆς Αἰγύπτου πάσης Σαρακηνοῖς καταπροέμενον πράγματα. τηνικαῦτα δὲ περὶ τῶν αἰτιαθέντων ἐπὶ πλείστου ἀθροισθέντος τοῦ τῆς πόλεως ἐπεξῄει δήμου. ὁ δὲ ἀπελογεῖτο ὡς οὐδαμῶς τούτων ἔνοχος καθειστήκει, ὡς εἰ ἡ βουλὴ αὐτοῦ προυχώρει καὶ τοῖς Σαρακηνοῖς δι’ ἐμπολῆς τὰ τῆς φορολογίας παρεῖχε καὶ ἐφ’ ἑαυτοῖς ἡσύχαζον, καὶ τὰ τῷ βασιλεῖ παρεχόμενα οὐ καθυστερίζοιτο. ἄλλους τε ταῦτα ἐπῃτιᾶτο πράξαντας, καὶ αὑτὸν μάτην ὑπὲρ τούτων ἐγκαλούμενον ἰσχυρίζετο. ὁ δὲ ἕλληνα τὸν Κῦρον ἀπεκάλει ὡς ἕλληνι καὶ θεομάχῳ καὶ κατὰ Χριστιανῶν φρονοῦντι τῷ Ἄμβρῳ τῷ τῶν Σαρακηνῶν φυλάρχῃ συμβουλεύσαντα τὴν τοῦ βασιλέως κατεγγυηθῆναι θυγατέρα. ἐν τούτοις οὖν ἀγανακτήσας κατ’ αὐτοῦ καὶ ἀναιρήσειν ἀπειλῶν, τῷ τῆς πόλεως αὐτὸν ὑπάρχῳ ὡς αἰκισομένῳ παραδίδωσι.

Μετὰ τοῦτο ἐδικαίου τὸν υἱὸν Ἡράκλειον ὑπατεῦσαι, Δαβίδ τε καὶ Μαρτῖνον τοὺς υἱοὺς αὐτοῦ Καίσαρας ἀνηγόρευσεν, Αὐγουστῖναν δὲ καὶ Μαρτῖναν τὰς θυγατέρας Αὐγούστας. χρόνου δὲ διελθόντος νόσῳ ὑδερικῇ περιπίπτει, καὶ ὀρῶν τὸ πάθος δυσίατον—ἐπὶ τοσοῦτο γὰρ ἐπετείνετο ὡς καὶ ἡνίκα ἀπουρεῖν ἤμελλε σανίδα κατὰ τοῦ ἤτρου ἐπετίθει· ἐστρέφετο γὰρ αὐτοῦ τὸ αἰδοῖον καὶ κατὰ τοῦ προσώπου αὐτοῦ τὰ οὖρα ἔπεμπεν. ἔλεγχος δὲ ἦν τοῦτο τῆς παρανομίας τῆς ἑαυτοῦ, ὑπὲρ ἧς ταύτην δίκην ὑστάτην ἐξέτισε τοῦ εἰς τὴν ἀνεψιὰν τὴν οἰκείαν γάμου. διαθήκας οὖν ἐξετίθει, ὥστε Κωνσταντῖνον καὶ Ἡράκλειον τοὺς υἱοὺς αὐτοῦ βασιλεῖς ἰσοτίμους εἶναι, καὶ Μαρτῖναν τὴν αὐτοῦ γυναῖκα τιμᾶσθαι παρ’ αὐτῶν ὡς μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτεται δὲ ἐν τῷ ἱερῷ τῶν πανευφήμων ἀποστόλων, καὶ τρισὶν ἡμέραις ἀσκεπές, ὥσπερ ἦν διατάξας ἔτι περιών, τὸ ὑποδεξάμενον αὐτοῦ σῶμα διετέλει μνῆμα, περικαθημένων αὐτὸ εὐνούχων ὑπηρετῶν.

Μετὰ τοῦτο Μαρτῖνα ἡ Αὐγούστα προσκαλεῖται Πύρρον τὸν ἀρχιερέα καὶ τοὺς βασιλικοὺς ἄρχοντας, ἐκκλησιάσασα καὶ τὸν περὶ τὸ Βυζάντιον λαόν, τάς τε διαθήκας Ἡρακλείου ὑπεδείκνυ, ὡς περὶ αὐτῆς καὶ τῶν τέκνων διέθετο. ὁ δὲ παρὼν ἅπας δῆμος Κωνσταντῖνον καὶ Ἡράκλειον τοὺς βασιλεῖς ἐπεζήτει· ἡ δὲ ἦγεν αὐτούς, καὶ ἅμα διελέγετο νομίζουσα ἅτε βασίλισσα τὰ πρῶτα εἰς τὴν βασιλείαν φέρεσθαι. τινὲς δὲ τοῦ συνεστῶτος λαοῦ ἀνεφώνουν πρὸς αὐτὴν ὅτι “σὺ μὲν τιμὴν ἔχεις ὡς μήτηρ βασιλέων, οὗτοι δὲ ὡς βασιλεῖς καὶ δεσπόται”. ἐξαίρετον δὲ ἐδίδουν γέρας Κωνσταντίνῳ ὡς πρώτῳ εἰς τὴν βασιλείαν κατὰ τὴν ἡλικίαν ἐκ παιδὸς προχειρισθέντι. “οὐδὲ γὰρ βαρβάρων ἢ ἀλλοφύλων πρὸς τὰ βασίλεια εἰσερχομένων, ὦ δέσποινα,” ἔφασκον, “δύνασαι ὑποδέχεσθαι ἢ λόγοις ἀμείβεσθαι· μηδὲ δοίη θεὸς ἐν τούτῳ τάξεως τὴν Ῥωμαϊκὴν ἐλθεῖν πολιτείαν”. καὶ κατήρχοντο ἀνευφημοῦντες τοὺς βασιλεῖς. ταῦτα ἀκούσασα πρὸς τὸ ἑαυτῆς ὑπεχώρει παλάτιον.

Ἐξ οὗ καὶ Κωνσταντῖνος τῆς βασιλείας ἦρχε. προσαγγέλλει δὲ αὐτῷ Φιλάγριος, ὃς ἦν τῶν βασιλικῶν χρημάτων ταμίας, ὡς ἀσθενοῦντος τοῦ πατρὸς Ἡρακλείου χρήματα Πύρρῳ τῷ ἀρχιερεῖ παρατίθεσθαι Μαρτίνης τῆς βασιλίσσης ἕνεκεν, ὡς μή ποτε αὐτὴ ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως καὶ προγόνου ἐκ τῶν βασιλείων διωθουμένη χρημάτων καθυστερίζοιτο. ὁ δὲ Πύρρον μεταστειλάμενος διεπυνθάνετο εἰ οὕτω ταῦτα ἔχοι. Πύρρος δὲ ὑπὸ Φιλαγρίου διελεγχόμενος προεδίδου καὶ οὐκ ἐθέλων τὰ χρήματα. ἐπεὶ δὲ νόσῳ χρονίᾳ Κωνσταντῖνος συνείχετο καὶ εὐκρασίας ἀέρων ἕνεκεν ἐν Χαλκηδόνι διέτριβεν ἐν τῷ ὑπ’ αὐτοῦ κτισθέντι παλατίῳ, ἰδὼν Φιλάγριος ἀρρώστως αὐτὸν διακείμενον, καὶ ἐλπίσας τάχιον ἀποβιῶσαι, ἐδεδίει Ἡράκλειον καὶ Μαρτῖναν ὡς αὐτὸν κακώσοντας. ἐκ τούτου Κωνσταντίνῳ συνεβούλευε γράφειν τοῖς στρατευομένοις ὡς τελευτῆς συμβαινούσης αὐτῷ ἀντιλαβέσθαι τῶν τέκνων αὐτοῦ, καὶ μὴ συγχωρεῖν ἀδικεῖσθαι μηδὲ τῆς βασιλείας διωθεῖσθαι.

ἐφ’ οἷς ἡσθεὶς Κωνσταντῖνος Οὐαλεντῖνον τὸν Φιλαγρίου ὑπασπιστὴν τά τε γράμματα καὶ τὴν λοιπὴν τοῦ πράγματος ἐργασίαν ἐγχειρίσας πρὸς τὸ στράτευμα ἐξέπεμψε, δεδωκὼς αὐτῷ χρήματα συντελοῦντα εἰς ποσότητα ἀριθμοῦ μυριάδων [πέντε] διακοσίων καὶ ἔτι μύρια καὶ ἑξακισχίλια νομίσματα, ὑποθέμενος πείθειν τοὺς τοῦ στρατιωτικοῦ καταλόγου μετὰ τελευτὴν Κωνσταντίνου ἀντικαθίστασθαι Μαρτίνῃ καὶ τοῖς τέκνοις αὐτῆς. συμβασιλεύσας δὲ τῷ πατρὶ ἔτη ὀκτὼ καὶ εἴκοσι, καὶ ἐπιβιοὺς εἰς τὴν βασιλείαν ἔτι ἡμέρας ἑκατὸν τρεῖς, ἐτελεύτησε.

Μεθ’ ὃν αὐτοκράτωρ τῆς βασιλείας ἀναγορεύεται Ἡράκλειος, ᾧ συνελάμβανεν εἰς τὰ τῆς βασιλείας πράγματα καὶ ἡ μήτηρ Μαρτῖνα. εὐθὺς οὖν τὸν τοῦ πατρὸς στέφανον, ὃν καὶ συνέθαψαν αὐτῷ καὶ ὁ υἱὸς Κωνσταντῖνος τοῦ ναοῦ ἐξήνεγκε τιμηθέντα μέχρι χρυσίου λιτρῶν ἑβδομήκοντα, τῷ θεῷ προσφέρει ἐν τῷ ἱερῷ, Κῦρον δὲ τὸν πρόεδρον Ἀλεξανδρείας τῷ οἰκείῳ θρόνῳ ἀποκαθίστησι. Φιλάγριον δὲ ἀποκείρας ἐξόριστον εἰς τὸ Σέπται λεγόμενον φρούριον πρὸς ἥλιον δύνοντα κατὰ [τὰ] θάτερα τῶν Ἡρακλέος στηλῶν πρὸς τῇ Λιβύῃ κείμενον παρέπεμψεν. ἑτέρους τε πλείστους, οὓς εὗρε φίλους καὶ ὑπηρέτας αὐτοῦ, πληγαῖς καὶ ἑτέραις αἰκίαις ἠμύνατο. Οὐαλεντῖνος δὲ ὁ Φιλαγρίου ὑπασπιστὴς ταῦτα αἰσθόμενος τὸ στρατιωτικὸν κατὰ Μαρτίνης καὶ τῶν τέκνων αὐτῆς ἐτάραττε· μεθ’ ὧν τὴν Χαλκηδόνα καταλαμβάνει ὡς τοῖς τέκνοις Κωνσταντίνου ἐπικουρήσων, καὶ αὐτοῦ διέτριβεν.

Ἡράκλειος δὲ τήν τε πόλιν ἐν τῷ ἀσφαλεῖ εἶχε, καὶ πᾶσιν ἀπελογεῖτο ὡς Ἡράκλειος ὁ υἱὸς Κωνσταντίνου ἀπήμαντος διαμένει, καὶ πᾶσιν ὑγιᾶ καὶ σῶον ὑπεδείκνυ, καὶ ἅμα ὡς τέκνου γνησίου περιείχετο. καὶ τοῦτο ἐπιστοῦτο τῷ ἐκ τοῦ σωτηριώδους βαπτίσματος ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι’ αὐτοῦ οὔτε δι’ ἑτέρου τὰ τοῦ Κωνσταντίνου τέκνα βλαβήσεται. Οὐαλεντῖνον δὲ ἀπισχυρίζετο δεικνύειν ὡς ἐπιβουλεύσαντα αὐτοῖς καὶ τῆς βασιλείας ἐπορεγόμενον. ὡς δὲ εἰς πλεῖον ἅπαντας βεβαιώσηται, συλλαβὼν μεθ’ ἑαυτοῦ Ἡράκλειον πρὸς Οὐαλεντῖνον περαιοῦται, καὶ πάλιν ἐβουλεύετο διόμνυσθαι καὶ πείθειν αὐτοὺς ὡς φιλοστόργως διάκειται πρὸς Ἡράκλειον. Οὐαλεντῖνος δὲ οὐκ ἐδέχετο ἀλλ’ ἀπέπεμπε, καὶ δὴ ὑπενόστει καὶ διηγεῖτο πάντα τοῖς τῆς πόλεως. οἱ δὲ ἐπείθοντο καὶ Οὐαλεντῖνον ἐδυσφήμουν.

Τῆς τρύγης δὲ ἐπιλαβούσης, οἱ τῆς πόλεως αἰσθόμενοι ὡς ὁ μετὰ Οὐαλεντίνου στρατὸς τούς τε ἀμπελῶνας αὐτῶν διαφθείρει κἀκείνους οὐ συγχωρεῖ ἐκεῖσε περαιοῦσθαι, συνίστανται Πύρρῳ βοῶντες στέφειν Ἡράκλειον τὸν Κωνσταντίνου υἱόν. Πύρρος δὲ τὴν ταραχὴν καὶ τὴν στάσιν τοῦ λαοῦ περιαθρήσας ἀπελογεῖτο ὡς οὐ διὰ τοῦτο αὐτοὶ στασιάζουσιν, ἀλλ’ Οὐαλεντίνῳ τὴν βασιλείαν περιποιοῦνται. ἔτι οὖν ἐπικειμένου τοῦ ὄχλου δῆλα ποιεῖ βασιλεῖ ἅπαντα. ὁ δὲ συλλαβόμενος τὸν ἀνεψιὸν Ἡράκλειον εὐθέως ἐπὶ τὸ ἱερὸν ἐχώρει καὶ ἀνέρχεται ἅμα Πύρρῳ ἐν τῷ ἄμβωνι καὶ προτρέπεται στέφειν Ἡράκλειον. οἱ δὲ ὄχλοι τὸν βασιλέα ἐβιάζοντο τὸ ἔργον ἐπιτελεῖν. ὁ δὲ λαβὼν ἐκ τῆς ἐκκλησίας τὸν τοῦ πατρὸς Ἡρακλείου στέφανον τὸ ἔργον ἐπλήρου. εὐθὺς οὖν τὸν στεφθέντα Κωνσταντῖνον οἱ ὄχλοι μετονομάζουσι. τὸ οὖν ἀχυρῶδες καὶ ἀγροικωδέστερον τοῦ λαοῦ κατὰ Πύρρου τὰς χεῖρας ὥπλιζον, καὶ πρὸς τὸ ἱερὸν γενόμενοι αὐτὸν μὲν οὐχ εὗρον, κατὰ δὲ τὸν καιρὸν τῆς τοῦ λυχνικοῦ συνάξεως εἰσέρχονται ἐπαγόμενοι Ἑβραίων καὶ ἄλλων κακοδόξων ὅμιλον ἐν τῷ θυσιαστηρίῳ. καὶ τὴν μὲν ἐνδυτὴν διαρρηγνῦσι, καὶ τὸν ἱερὸν χῶρον αἰσχρῶς κατερρύπαινον, τάς τε κλεῖς τῶν πυλῶν λαβόντες ἐπὶ κοντοῦ ἀνήρτων, καὶ οὕτω τὴν πόλιν ἀθέσμως περιῄεσαν.

Πύρρος δὲ ταῦτα μαθὼν τῇ ἐπιούσῃ νυκτὶ ἐν τῷ ἱερῷ παραγίνεται καὶ πάντα τὰ ἱερὰ ἀσπάζεται καὶ τὸ περικείμενον αὐτῷ ὠμόφορον περιελὼν τῇ ἱερᾷ ἀποτίθεται τραπέζῃ, φήσας “τῆς ἱερωσύνης μὴ ἀφιστάμενος ἀποτάσσομαι λαῷ ἀπειθεῖ”. ἐκεῖθεν ἡσυχῇ ἐξελθὼν παρὰ μιᾷ θεοσεβεστάτῃ γυναικὶ κρυφῇ κατήγετο καὶ καιροῦ εὐθέτου λαβόμενος πρὸς τὴν Χαλκηδόνα ἀπέπλει. οὗ τὴν ἔλευσίν τινες τῶν μοναζόντων ἐκεῖσε ἀκηκοότες περὶ τῶν ἐκτεθέντων παρὰ τοῦ πάλαι Ἡρακλείου τοῦ βασιλέως καὶ Σεργίου τοῦ τῆς πόλεως ἱεράρχου, ἕνεκεν τῶν δύο ἐπὶ τοῦ σωτῆρος Χριστοῦ θελημάτων καὶ ἐνεργειῶν ἀνηρεύνων, ὧν προασπισταὶ ἐτύγχανον Μάξιμος καὶ Θεοδόσιος ὄντες ἐν Ἀφρικῇ. καὶ τὰ μὲν κατὰ Πύρρον οὕτω πως ἔσχεν.

Ἐπεὶ οὖν τοὺς περὶ Οὐαλεντῖνον ἡ Χαλκηδὼν εἶχεν, ἀναγκαιοτέρως <ἔσχον> Ἡράκλειος καὶ Μαρτῖνα, ὡς μὴ ἐπὶ πλεῖον τὰ ἐκεῖσε προάστεια βλάπτοιτο, ἑνωθῆναί τε αὐτῷ καὶ ὅρκοις τὰ πρὸς ἀλλήλους θέσθαι· καὶ ἀξίᾳ αὐτὸν ἐτίμησαν ἣν Ῥωμαῖοι καλοῦσι κόμητα ἐξσκουβιτόρων, καὶ μηδ’ ὅλως ἐγκαλεῖσθαι περὶ ὧν παρὰ Κωνσταντίνου ἐδέξατο χρημάτων, φιλοτιμηθῆναι δὲ χρήμασι τοῖς συνελθοῦσιν αὐτῷ στρατιώταις, στεφθῆναί τε καὶ Δαβὶδ τὸν Καίσαρα καὶ μετονομασθῆναι Τιβέριον. καὶ τούτων οὕτω τελεσθέντων προχειρίζεται Παῦλος, οἰκονόμος γεγονὼς τῆς μεγάλης ἐκκλησίας, ἀρχιερεὺς Κωνσταντινουπόλεως, κατὰ τὸν Ὀκτώβριον μῆνα τῆς πεντεκαιδεκάτης ἰνδικτιόνος.