Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Σύντομος ἱστορία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Οι αυτοκράτορες Κώνστας Β' και Κωνσταντίνος Δ': Αραβικές πολιορκίες, Βούλγαροι και η Έκτη Οικουμενική Σύνοδος

Ο μακροχρόνιος ναυτικός πόλεμος με τους Άραβες, η εμφάνιση και εγκατάσταση των Βουλγάρων στα Βαλκάνια και η σύγκληση της Έκτης Οικουμενικής Συνόδου για την καταδίκη του Μονοθελητισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 9

Κωνσταντῖνος οὖν ἐν Σικελίᾳ ὑπὸ τῶν ἰδίων ὑπηρετῶν δόλῳ φονευθεὶς ἐν τῷ λουτρῷ, ἤδη ἐν τῇ βασιλείᾳ εἰκοστὸν ἕβδομον ἀνύσας ἔτος, ἐτελεύτα. Μεθ’ ὃν Κωνσταντῖνος ὁ υἱὸς τὰ τῆς βασιλείας ἐγχειρίζεται σκῆπτρα. καὶ τούτου ἀρξαμένου εὐθὺς ὁ τῶν Σαρακηνῶν ἡγούμενος ναῦς πλείστας κατασκευάσας κατὰ τοῦ Βυζαντίου ἐκπέμπει, ἡγεμόνα τούτων ἐπιστήσας, ἅτε πιστότατον καὶ τὰ πολέμια ἔμπειρον, κατὰ τὴν ἑαυτῶν διάλεκτον Χαλὲβ ὀνομαζόμενον· ὃς ἀναχθεὶς προσωρμίζετο ἐν προαστείοις τοῦ Βυζαντίου, κατὰ τὸν παραθαλάσσιον τόπον τὸν καλούμενον Ἕβδομον. τοῦτον αἰσθόμενος Κωνσταντῖνος ἀντιπαρατάττεται καὶ αὐτὸς στόλῳ μεγάλῳ. ὑφ’ ὧν πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακηνῶν στόλος διαπεραιωθεὶς ἐν Κυζίκῳ διεχείμαζε, καὶ πάλιν ἔαρος ἀρχομένου ἐκεῖθεν ἀνταναχθεὶς ὡσαύτως τοῦ διὰ θαλάσσης πολέμου εἴχετο. ἑπτὰ οὖν ἔτεσι τοῦ πολέμου διαρκέσαντος τέλος οὐδὲν πλέον ὁ τῶν Σαρακηνῶν ἤνυσε στόλος, ἀλλὰ πολλούς τε ἄνδρας μαχίμους ἀποβαλόντες καὶ δεινῶς τραυματισθέντες καὶ χαλεπῶς ἡττημένοι ὑπενόστουν πρὸς τὰ οἰκεῖα καταίροντες. πρὸς δὲ τοῖς πελάζουσι τοῦ Συλλαίου γενόμενοι ὑπὸ σκληρῶν πνευμάτων καὶ θαλασσίου κλύδωνος καταληφθέντες πανστρατιᾷ διώλοντο.

ὁ δὲ τῶν Σαρακηνῶν βασιλεὺς τὸ τοῦ στόλου ἀκούσας δυστύχημα πρέσβεις ἀποστέλλει πρὸς Κωνσταντῖνον ὡς σπεισόμενος πρὸς αὐτὸν ἐπὶ τελέσμασιν ἐνιαυσίοις. ὁ δὲ τούτους δεξάμενος καὶ τὰ δηλωθέντα ἀκηκοὼς συνεκπέμπει αὐτοῖς Ἰωάννην τὸν πατρίκιον, τὸ ἐπίκλην Πιτζιγαύδιον, πολυπειρίᾳ καὶ φρονήσει διαφέροντα, ὡς τὰ ἐπὶ τῇ εἰρήνῃ διαλεχθησόμενον· ὃς πρὸς τὰ τῶν Σαρακηνῶν γενόμενος ἤθη συμβαίνει τε αὐτοῖς ὅρκοις τὴν εἰρήνην βεβαιωσάμενος ἐπὶ τριάκοντα ἔτεσιν, ὥστε παρέχεσθαι Ῥωμαίοις ὑπὸ τῶν Σαρακηνῶν ἀνὰ ἔτος ποσότητα χρυσίου τρεῖς χιλιάδας ἄνδρας τε αἰχμαλώτους πεντήκοντα καὶ ἵππους πεντήκοντα. ταῦτα ἀκηκοότες καὶ οἱ πρὸς τὰ ἑσπέρια οἰκοῦντες μέρη, τουτέστιν ὁ τῶν Ἀβάρων ἡγεμὼν καὶ οἱ ἐπέκεινα ἄρχοντες τῶν πρὸς δύσιν παρακειμένων ἐθνῶν διὰ πρέσβεων δῶρα τῷ βασιλεῖ στείλαντες εἰρήνην ἐζήτησαν· ἐφ’ οἷς εἴξαντος τοῦ βασιλέως εἰρήνη τὸ λοιπὸν καὶ γαλήνη ἔν τε τοῖς ἑῴοις ἔν τε τοῖς ἑσπερίοις ἐβραβεύετο. καὶ ταῦτα μὲν οὕτως ἔσχε.

Λεκτέον δὲ ἤδη περὶ τῆς τῶν λεγομένων Οὔννων καὶ Βουλγάρων ἀρχῆς καὶ καταστάσεως αὐτῶν. περὶ τὴν Μαιῶτιν λίμνην κατὰ τὸν Κώφινα ποταμὸν καθίσταται ἡ πάλαι καλουμένη μεγάλη Βουλγαρία καὶ οἱ λεγόμενοι Κότραγοι, ὁμόφυλοι αὐτῶν καὶ οὗτοι τυγχάνοντες. ἐν δὲ τοῖς Κωνσταντίνου χρόνοις ὃς κατὰ τὴν δύσιν ἐτελεύτα, Κοβρᾶτός τις ὄνομα κύριος γενόμενος τῶν φύλων τούτων τὸν βίον μεταλλάξας πέντε καταλιμπάνει υἱούς, ἐφ’ οἷς διατίθεται μηδαμῶς τῆς ἀλλήλων ἀποχωρισθῆναι διαίτης, ὡς ἂν διὰ τῆς πρὸς ἀλλήλους εὐνοίας τὰ τῆς ἀρχῆς αὐτῶν διασώζοιτο. οὗτοι μικρὰ τῆς πατρικῆς φροντίσαντες παραινέσεως ὀλίγου παρῳχηκότος χρόνου διέστησαν ἀλλήλων, ἕκαστος αὐτῶν τοῦ λαοῦ ἴδιον μέρος ἀποτεμνόμενος. ὧν ὁ μὲν πρῶτος υἱὸς λεγόμενος Βαϊανὸς κατὰ τὰ ἐνταλθέντα αὐτῷ παρὰ τοῦ πατρὸς ἐν τῇ προγονικῇ γῇ διέμεινε μέχρι τοῦ δεῦρο, ὁ δὲ δεύτερος λεγόμενος Κότραγος τὸν Τάναϊν περαιωθεὶς ποταμὸν ᾤκησε τούτου ἀντικρύ, ὁ δὲ τέταρτος τὸν Ἴστρον ποταμὸν διαβὰς ἐν Παννωνίᾳ τῇ νῦν ὑπὸ Ἀβάροις κειμένῃ αὐλίζεται ὑπόσπονδος τῷ ἐγχωρίῳ ἔθνει γενόμενος, ὁ δὲ πέμπτος κατὰ τὴν Ῥαβεννησίαν Πεντάπολιν ἱδρυσάμενος ὑπόφορος Ῥωμαίοις ἐγένετο.

τούτων ὁ λοιπὸς τρίτος ἀδελφὸς ὄνομα Ἀσπαροὺχ τὸν Δάναπριν καὶ τὸν Δάναστριν ποταμὸν περαιωθεὶς περὶ τὸν Ἴστρον οἰκίζεται, τόπον πρὸς οἴκησιν ἐπιτήδειον, Ὄγγλον τῇ σφῶν καλούμενον φωνῇ, καταλαβόμενος, δυσχερῆ τε καὶ ἀνάλωτον πολεμίοις ὑπάρχοντα· ἀσφαλής τέ ἐστι τὰ μὲν ἔμπροσθεν τῇ τε δυσχωρίᾳ καὶ τῷ τελματώδης εἶναι τυγχάνων· τὰ δ’ οὖν ὄπισθεν κρημνοῖς ἀβάτοις τετειχισμένα. οὕτω τοίνυν τοῦ ἔθνους διαιρεθέντος καὶ σκεδασθέντος, τὸ τῶν Χαζάρων φῦλον ἀπὸ τοῦ ἐνδοτέρου τῆς Βερσιλίας λεγομένης χώρας ὡς πλησίον τῶν Σαρματῶν ᾠκημένον πλείστης ἀδείας ἐντεῦθεν †ἐπέτρεχον. τὰ τοιαῦτα πάντα κατέδραμον χωρία τῆς ὑπὲρ Πόντου τὸν Εὔξεινον γῆς καὶ θαλάττης ἐπέρασε·† μεθ’ ὧν καὶ Βαϊανὸν ὑπεξούσιον ποιησάμενον εἰς ὑπαγωγὴν φόρων κατέστησε.

Κωνσταντῖνος δὲ ἐπειδὴ ἔγνω ὡς τὸ σκηνῶσαν <παρὰ> τὸν Ἴστρον ἔθνος τὰ πλησιάζοντα τῆς ὑπὸ Ῥωμαίων ἀρχῆς χωρία καταθέον διαφθείρειν ἐπεχείρει, στρατὸν ὁπλίτην ἐπὶ τὴν Θρᾳκῴαν διαβιβάσας χώραν, ἔτι τε καὶ στόλον ὁπλίσας κατὰ τοῦ ἔθνους ὡς ἀμυνόμενος ᾤχετο. οἱ δὲ Βούλγαροι τῶν τε ἱππικῶν καὶ πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν Ῥωμαίων μὴ δυνηθέντων αὐτοῖς πολέμῳ συμμῖξαι διὰ τὴν δυσχωρίαν τοῦ τόπου, ἀνελάμβανόν τε αὑτοὺς καὶ προθυμότεροι ἐγίνοντο. ὁ δὲ βασιλεὺς νόσῳ ποδαλγικῇ συσχεθεὶς καὶ ὀξυπαθήσας ἐπὶ Μεσήμβρειαν τὴν πόλιν ἀπέπλει θεραπείας ἕνεκεν, προστάξας τοῖς ἄρχουσι καὶ τοῖς λαοῖς προσεδρεύειν τῷ ὀχυρώματι καὶ ὅσα πρὸς ἄμυναν τοῦ ἔθνους κατεργάσασθαι. φήμη δέ τις ἐδέδοτο τὸν βασιλέα φεύγειν μηνύουσα, δι’ ἣν θορυβηθέντες οὐδενὸς διώκοντος συντόνως ἔφευγον. οἱ δὲ Βούλγαροι ἐπιδόντες ἐπεδίωκον καρτερῶς, καὶ ὅσους μὲν τοῦ λαοῦ κατελάμβανον ἀνῄρουν, πλείστους δὲ καὶ ἐτραυμάτιζον. περαιωθέντες δὲ τὸν Ἴστρον ἐπὶ τὴν λεγομένην Βάρναν πλησίον Ὀδύσσου καὶ τοῦ ὑπερκειμένου μεσογαίου, τὸ ὀχυρὸν καὶ ἀσφαλὲς τοῦ τόπου πάντοθεν ἔκ τε τοῦ ποταμοῦ καὶ τῆς ἄγαν δυσχωρίας θεασάμενοι ἐνταῦθα σκηνοῦσι.

κρατοῦσι δὲ καὶ τῶν [ἐγγιζόντων] παρῳκημένων Σκλαβηνῶν ἐθνῶν, καὶ οὓς μὲν τὰ πρὸς Ἀβάρους πλησιάζοντα φρουρεῖν, οὓς δὲ τὰ πρὸς Ῥωμαίους ἐγγίζοντα τηρεῖν ἐπιτάττουσιν. ἐν τούτοις ὀχυρωθέντων καὶ αὐξηθέντων τὰ ἐπὶ Θρᾴκης χωρία τε καὶ πολίσματα καταδῃοῦν ἐπεχείρουν. τῷ βασιλεῖ δὲ ἀνάγκη ἦν ταῦτα ὁρῶντι ἐπὶ τελέσμασι πρὸς αὐτοὺς σπένδεσθαι.

Οὕτως τοιγαροῦν εἰρηνευούσης πάντοθεν τῆς Ῥωμαίων βασιλείας ἡ τῶν Μονοθελητῶν δυσσεβὴς αἵρεσις ἐκρατύνετο, ἤδη τῶν ἀφ’ Ἡρακλείου τοῦ βασιλέως χρόνων λαβοῦσα τὴν ἀρχήν· καὶ σχίσμα ἦν περὶ τὴν καθολικὴν ἐκκλησίαν. ταῦτα διαγνοὺς Κωνσταντῖνος σύνοδον οἰκουμενικὴν συγκροτεῖ, ἣ τὰς μὲν προλαβούσας πέντε ἁγίας οἰκουμενικὰς συνόδους ἐκύρωσε καὶ τὰ δύο ἐπὶ τοῦ σωτῆρος Χριστοῦ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας, τέλειον αὐτὸν ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι διατρανώσασα καὶ τῷ ἀναθέματι τοὺς τῆς αἱρέσεως ἄρξαντας παραπέμψασα. οὕτως ἐν γαλήνῃ καὶ εἰρηνικῇ καταστάσει τὸ λοιπὸν τῆς ζωῆς διατελέσας τῷ ἑπτακαιδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐτελεύτα. καὶ κατατίθεται αὐτοῦ τὸ λείψανον ἐν τοῖς βασιλείοις τῶν ἁγίων ἀποστόλων μνήμασι.