Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ὀνειροκριτικόν

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Δεύτερο παράρτημα: Ερμηνείες ονείρων (Α έως Θ)

Έναρξη του δεύτερου παραρτήματος του έργου, το οποίο περιέχει πρόσθετες ερμηνείες συμβόλων από το γράμμα Άλφα έως το Θήτα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 6 από 7

APPENDIX ALTERA Α Ἄγγελον ἰδὼν νίκας ἕξει ἡ πόλις. Ἅγιος ὀφθεὶς τοῦτο εὔθετον πέλει. Ἀθιγγάνους νόησον δαίμονας πέλειν. Αἴξ σοι φανεῖσα ἐχθρὸν ἄγριον δόκα. Ἀλέκτορ [α] ’ ἰδὼν δοῦλον προσδόκα μέγα<ν>.

Ἄλλος δοκεῖ φαίνεσθαι ἀντὶ ἁγίου. Ἄμπελον κρατῶν ἀγκαλεῖσθαι προσδόκα. Ἀναρτεῖσθαι ἔνδοξον ὀφθῆναι δόκα. Ἀνάστασις νεκρῶν δίκαιον εἰσφέρει. Ἀποδηλοῦνται καὶ λόγοι πρὸς τὴν θέαν. Ἄρθρα δὲ τρίβειν ἐχθρικὴν δηλοῖ βλάβην.

Ἄρκος φανεῖσα ἐχθρὸν ἰσχυρὸν δόκα. Ἄσταχυν ἰδὼν εἰς χρόνους πλοῦτον τόδε. Ἄτακτον ἰδὼν δαίμονος θέαν νόει. Αὐλοὺς νόει θρηνούς τε καὶ κλαυθμοὺς γόου. Ἄφρων σὺ ὀφθεὶς πλοῦτον ἕξεις ἐν τάχει. Ἄφωνον ἰδὼν σαυτὸν ἔχθιστον τόδε.

Ἄχυρα ἰδὼν πρὸς χαρὰν τάχα φέρει.

Β Βάδισμα γοργὸν προκοπὴν δηλοῖ βίου. Βάθει ἐμπεσὼν κίνδυνόν σοι σημαίνει. Βάλανοι καλὸν καὶ ὁραθέντες μόνοι. Βέλη καθ’ ὕπνους φαρμάκων δηλοῖ λύπην. Βότανον ἰδὼν ἢ κρατῶν καλὸν δόκα. Βρύγματα κυνῶν ἐχθρικοὺς λόγους δόκα.

Γ Γαλῆς φανεῖσα κλεπτικὴ γυνὴ πέλει. Γένειον ἐκσπᾶν τοῦ γένους σου ἐκπέσῃς. Γραῖαν γαμηθεὶς εὔθετον λίαν τόδε. Γράφειν καθ’ ὕπνους εἰς καλὸν φέρει τόδε.

Δ Δάκτυλοι χειρῶν καὶ ποδῶν· δοῦλοι τόδε. Δέσποιναν ἰδὼν τὴν Θεοτόκον νόει. Δράκοντα ἰδὼν βασιλεὺς δεινὸς πέλει.

Ε Ἐγερθεὶς καλὸν ἀπὸ χαμαὶ κειμένου. Ἔγχελυς κακὸν κἂν φανεῖσα καὶ μόνον. Εἰκόνας ἰδὼν εἰς πρόσωπα ἡ κρίσις. Ἐκκλησίαν κτίζων σὺ ἐργάσῃ γάμον. Ἐλάδιν, ἐλθεῖν ἀντικρύς σοι τὸν Ἅιδην. Ἔσχατα φαγεῖν κερδανεῖς ἄλλου βίον.

Εὐνᾶσθαι στρωμνῇ μειζόνῳ καλὸν λίαν.

Ζ Ζάλη καθ’ ὕπνους πλοῦτος ἔσται σοι τάχος. Ζέσιν ἀνθράκων παγετὸν ἔχεις δρόμον. Ζέσις ἅπασα βάρος ἐστι τοῦ βίου. Ζουλάπιν πιὼν καλόν ἐστιν εἰς ἅπαν. Ζύμην ἐσθίων πάγκακον τοὖναρ πέλει. Ζώνην λαβοῦσα εὔχρηστον πάνυ τοῦτο.

Ζῷον ἀπολέσαντα τιμῆς ἐκπέσῃς.

Η Ἠλακάτην φέρων τις ἐμποδὼν τόδε. Ἡμέρα καλὸν νὺξ κακὸν δὲ τὸ σκότος. Ἡνίας ἐν χειρὶ κρατῶν καλὴ θέα. Ἤχους ἀκούων τερπνότατέ σοι νόει.

Θ Θέρος βλέπειν, δρέπανόν ἐστι θανάτου. Θέρος κατιδεῖν θανατικοὺς προσδόκα. Θῆλυ γυναικὸς γυμνὸν κατίδῃς τάφον. Θολὸς οὐρανὸς οὐ καλὴ αὕτη θέα.