Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ὀνειροκριτικόν

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Δεύτερο παράρτημα: Ερμηνείες ονείρων (Ι έως Ω)

Το τελικό τμήμα του δεύτερου παραρτήματος και του συνόλου του έργου, με ερμηνείες ονειρικών συμβόλων από το Γιώτα έως το Ωμέγα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 7 από 7

Ι Ἱέρακα πετασθέντα χειρῶν, βλάβη. Ἱέρακα σχὼν οὗ θέλεις τύχῃς τάχος. Ἰλύι ἐμπεσὼν κακὴ αὕτη θέα. Ἱστὸν ἄνδρα ὑφαίνειν μάχην σημαίνει.

Κ Καμηλαυχίον εἰ φορεῖς, καλὴ θέα. Κάρα κενωθεὶς χρυσὸν εἰσφέρει τόδε. Κατοῦδα φανεῖσα γυνὴ κλέπτις πέλει. Κόρακα κρατῶν λαιμάργου ξένου κρίσις. Κριθάριν φανὲν εἰς κρίσιν ἔχειν θαρ<⏑>. Κρόμυα καὶ σκόροδα δηλοῦσι λύπας.

Κτένιον ἰδὼν κτιννύει τοὖναρ λέγει.

Λ Λέπρα λίμνη [τε] καὶ φρέαρ πορνικὴ ὕβρις. Λώβη κέρδος μέγιστον ἐλθεῖν εἰσδόκα.

Μ Μαϊούνια σώματος δηλοῖ νόσον. Μέθυ κάλλιστον εἰς θέαν· πλοῦτος πέλει. Μέλι βιβρώσκων δυσκλεὲς λίαν τόδε. Μύτιν ἰδὼν βούλευσις ἡ μῆτις λέγει. Νεκρὸν βλέπων ὄζοντα ἐχθρὸν κατίδῃς. Νεκρὸς γεγονὼς φροντίδων ἕξεις λύσιν.

Νεκρὸς λέγων ἅπαντ’ ἀληθῆ τυγχάνει. Νέος σοι ὀφθεὶς ἐχθρὸς οὗτος τυγχάνει. Νέος σὺ ὀφθεὶς τοῦτο ὕβριν σοι λέγει. Νήχων θαλάσσῃ καλὸν ἔσται σοι λίαν. Νόσοις ἐγκεῖσθαι δυσμενῶν ποιεῖ τρίβους.

Ξ Ξέεσθαι κακὸν εἰς ἁπάντας ἡ θέα. Ξένην κατοικήσας σὺ γῆν ἔσῃ ξένος. Ξένους θεωρεῖν πρὸς ξένους καὶ ἡ κρίσις. Ξόανα ἰδεῖν εἰς πρόσωπα ἡ κρίσις.

Ο Οἰγνύει κακὸν ἐμπεδοῦσθαι πρὸς τρίβους. Ὀρθῶς βαδίζειν καλὸν ἢ πρὸς τὰ κα<λά>. Ὄρνις φανεῖσα δουλίδα καλὴν νόει. Οὐρανόθεν πεσών τις οὐ σταθήσεται. Οὐρῶν καθ’ ὕπνους ἀμήριμνος ζημίας.

Π Παρειὰν τυπτηθεὶς κακὸν λίαν τόδε. Πέδῳ καθῆσθαι δυσχερὲς λίαν πέλει. Πεπλυμένα κρατῶν <τις> προσδόκα λύπας. Πήξεις θαλάσσης χρηστὸν ἔσται τὰ πά<ντα>. Πίτταν φαγεῖν ἢ κατέχειν κέρδος δόκα. Πρόσωπον ἁγνὸν ἰδεῖν εὐμενὲς τόδε.

Ρ Ῥάβδον κρατῶν τις τοῦτο ἰσχὺς καὶ κ<ράτος>. Ῥάγας ἐσθίειν ὑετοῦ βλύσιν δόκα. Ῥάπτειν καθ’ ὕπνους ἐργάσῃ τρόπους κρά<τους>.

Σ Σαπρύνειν καλὸν εἰς χρέους κρίσιν κρ<ίνε>. Σαρακηνοῖς σχεθεὶς κακόν ἐστιν ὄναρ. Σαρεῖν ἑαυτοῦ οἰκίαν κακὸν λίαν. Σάρκας τρωγήσας δυσκλεές τι προσ<δόκα>. Σάτυρον ἰδὼν τήρει σαυτὸν ὡς ἔχεις. Σεισμὸς ταραχῆς ἄγγελος πᾶσι πέλει.

Σεῦτλα συνάγειν ἢ βιβρώσκειν εἰς κέρδος. Σῖτος δοθείς σοι νοῦσον ἐλθεῖν σοι δ<όκα>. Στέαρ κατέχων κέρδος ἐκδέχου πέλειν. Στρουθοὺς ὁρῶν ἔλπιζε μάχας καὶ δίκας. Σῶμα καθαίρων φροντίδων ἕξεις λύσιν.

Σωτῆρα ἰδεῖν καλὸν εἰς ἅπαν τόδε.

Τ Τῆς ἡμέρας ὄνειρος εὔδηλος πέλει.

Υ Ὕδωρ βλύσαν ἄνωθεν ἐχθροὺς μηνύει. Ὕδωρ ποταμῶν ἂν πίῃς κόπον φέρει. Ὕδωρ <τὸ> πίνειν καθαρὸν μάλα καλόν. Ὑφαίνειν ἱστὸν εἰς δρόμον φέρει κρίσις.

Φ Φαλακρὸν ἰδεῖν ἄλλον ὄχλησιν νόει. Φθεῖρας ὁ κρατῶν καιρὸν ἀργὸν ἀνύσει. Φθεῖρας συνάγων κέρδος ἕξεις οὐ μέγα. Φόρτον φέρων σὺ μᾶλλον οὐ φόρτον λάβῃς. Φῶς λαμπρὸν ὀφθὲν χαρὰν ἐλθεῖν σοι δόκα.

Χ Χαλινὸν ἐν χειρὶ κρατῶν καλὴ θέα. Χερσὶ πετασθεὶς πλημέλειαν δεικνύει. Χῆνες φανεῖσαι δουλίδας καλὰς νόει.

Ω Ὠχρὸς δοκεῖσθαι κακὸν ἡ ὄψις φέρει.