Ἔργον
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ὀνειροκριτικόν
Ονειροκριτικόν: Γράμματα Α-Δ
Έναρξη του ονειροκριτικού κειμένου και ερμηνεία συμβόλων που ξεκινούν από το γράμμα Άλφα έως το Δέλτα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ονειροκριτικόν: Γράμματα Α-Δ
Έναρξη του ονειροκριτικού κειμένου και ερμηνεία συμβόλων που ξεκινούν από το γράμμα Άλφα έως το Δέλτα.
☩ Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου πατριάρχου Κωνσταντινουπόλεως ὀνειροκριτικὸν διὰ στίχων ἰάμβων κατὰ στοιχεῖον. Πρόλογος. Ἄρχε πρὸ πάντων καὶ παθῶν καὶ κοιλίας καὶ δάκρυον στάλαξον ἐκ τῶν ὀμμάτων, εὐχὰς προπέμπων ἐξ ὅλης τῆς καρδίας καὶ χεῖρας αἴρων τῷ θεῷ καὶ δεσπότῃ, ὅταν πρὸς ὕπνον ὡς βροτὸς νεῦσαι θέλῃς. οὕτω γὰρ ὄψῃ καὶ σαφεῖς καὶ συντόμους ἐκ τῶν ὀνείρων τὰς σκιώδεις ἐμφάσεις. ψευδεῖς δ’ ὀνείρους κοιλίας δηλοῖ γόμος, πολλὴ πόσις τε καὶ κάρωσις ἀκράτου καὶ φροντίδων σκότωσις καὶ παθῶν ζόφος.
Ἀρχὴ κατὰ ἀλφάβητον. Ἄγγελον ἰδὼν νίκας ἕξει ἡ πόλις. ἅγιος ὀφθεὶς τοῦτο εὔθετον πέλει. ἀετὸν ἰδὼν ἄγγελον θεοῦ νόει. Ἀθιγγάνους νόησον δαίμονας πέλειν. αἴξ σοι φανεῖσα ἐχθρὸν ἄγριον δόκα. ἄκανθας ἰδὼν δυσμενῶν δηλοῖ τρόπους. ἄκουσμα φωνῆς νητρεκὲς λέγειν δόκα. ἀλέκτορ[α] ἰδὼν δοῦλον προσδόκα μέγα. ἀληθές ἐστιν τοὖναρ ἀλεκτρυόνος. ἄλλος δοκεῖ φαίνεσθαι ἀντὶ ἁγίου. ἁλουργίδα φορῶν <σὺ> νόσον προσδόκα. ἀλώπεκα κρατῶν <σὺ> κρατήσεις κέρδους. ἄμπελον κρατῶν ἀγκαλεῖσθαι προσδόκα. ἄνακτι προσλαλῶν τις ἄπρακτος μένει. ἀναρτεῖσθαι ἔνδοξον ὀφθῆναι δόκα. ἀνάστασις νεκρῶν δίκαιον εἰσφέρει. ἀνδρὶ πλακεὶς φιλοῦντι εὔθετον νόει. ἄνθραξι βαίνειν ἐχθρικὴν δηλοῖ βλάβην. ἄνω τρέχειν κάλλιστον, ἄχρηστον κάτω. ἄπεις κρατῶν τις ἀστοχεῖ τῶν ἐλπίδων. ἀποδηλοῦνται καὶ λόγοι πρὸς τὴν θέαν. ἀργῶς κινεῖσθαι δυστυχεῖς δηλοῖ τρίβους. ἀρθεὶς νόον γίνωσκε γῆν ναίειν ξένην. ἄρθρα δὲ τρίβειν ἐχθρικὴν δηλοῖ βλάβην. ἄρκος φανεῖσα ἐχθρὸν ἰσχυρὸν δόκα. ἄρματα κρατῶν ἰσχὺν ἴσχειν προσδόκα. ἄρτους δυσειδεῖς ἐσθίειν δηλοῖ νόσον. ἄρτους ζέοντας ἐσθίειν δηλοῖ νόσον. ἄρτους καθαροὺς ἐσθίειν χρηστὸν τόδε. ἄσταχυν ἰδὼν εἰς χρόνους πλοῦτον τόδε. ἀστέρας ἰδεῖν πραγμάτων δηλοῖ φάος. ἄστρα βλέπειν κάλλιστον ἀνθρώποις πέλει. ἄτακτον ἰδὼν δαίμονος θέαν νόει. αὐλοὺς νόει θρήνους τε καὶ κλαυθμοὺς γόου.
ἄφρων σὺ ὀφθεὶς πλοῦτον ἕξεις ἐν τάχει. ἄφωνον ἰδὼν σαυτὸν ἔχθιστον τόδε. ἄχυρα ἰδὼν πρὸς χαρὰν τάχα φέρει.
Βάδισμα γοργὸν προκοπὴν δηλοῖ βίου. βάθει ἐμπεσὼν κίνδυνόν σοι σημαίνει. βαΐα κρατῶν καλὸν <ἐλθεῖν> προσδόκα. βαίνειν καθ’ ὕπνους δυσμενῶν δηλοῖ κλίσιν. βαίνων κεράμοις δυσμενῶν φεύξῃ βλάβην. βάλανοι καλὸν καὶ ὁραθέντες μόνοι. βασιλέως φίλημα τιμὴν μηνύει. βέλη καθ’ ὕπνους φαρμάκων δηλοῖ λόγους. βίβλον λαβὼν νόμιζε τιμὴν λαμβάνειν. βόες νεκροὶ φέρουσιν λιμὸν τῷ χρόνῳ. βότανον ἰδὼν ἢ κρατῶν καλὸν δόκα. βότρυας ἔσθειν ὀμβρικὴν δηλοῖ βλύσιν. βοῦς θεώμενος εἰς κακὴν πρᾶξιν φέρει. βρίθων τὸ σῶμα δυσκλεὴς ἔσῃ λίαν. βρονταὶ καθ’ ὕπνους ἀγγέλων εἰσὶ λόγοι. βρύγματα κυνῶν ἐχθρικοὺς λόγους δόκα. βυθῷ κρατεῖσθαι δεινὸν εἰς ἅπαν πέλει.
Γάλα γαληνοὺς προξενεῖ σοι τοὺς τρόπους. γάλα σκεδάζει δυσμενῶν συμβουλίας. γαλῆ φανεῖσα κλεπτικὴ γυνὴ πέλει. γελῶν καθ’ ὕπνους δυσφορήσεις ἐξ ὕπνου. γένειον ἐκσπᾶν τοῦ γένους σου ἐκπέσεις. γέροντα ἰδών τινα σαυτὸν προβλέπεις. γέροντα σαυτὸν εἰ βλέπεις, ἕξεις γέρας. γλυκεῖα βρῶσις πικρίαν σοι μηνύει. γνάθους τυπεὶς ἐλεύθερον σαυτὸν νόει. γοῦνα καὶ κάπα εἰς <μακρὰν> νόσον φέρει. γραῖαν γαμηθεὶς εὔθετον λίαν τόδε. γράμματα ἐρυθρά σοι τιμὴν ἢ μόρον. γράφειν καθ’ ὕπνους εἰς καλὸν φέρει τόδε. γρήγορσις ὑπνώττουσα νητρεκὲς πέλει. γυμνὸς καθεσθεὶς γυμνὸς πραγμάτων ἔσῃ. γυναῖκα γήμας τοῦ βίου τροπὴν νόει.
Δάκτυλοι χειρῶν καὶ ποδῶν δοῦλοι τόδε. δαμάσκηνα βρωθέντα μηνύει νόσον. δένδρα κοπέντα πτῶσιν ἀνδρῶν μηνύει. δένδρα ξηρὰ φανέντα οἱ κόποι κενοί. δέσποιναν ἰδὼν τὴν θεοτόκον νόει. δήγματα κυνῶν εἰσιν ἐξ ἐχθρῶν βλάβαι. διδάσκειν καλόν, κἂν ὅστις πέλ<ῃ, δόκα>. δράκοντα ἰδὼν βασιλεὺς δεινὸς πέλει. δρόμου πεσὼν νόμιζε τοῦτο ζημίαν. δρυοὺς ξηροὺς φανῆναι οὐ καλὸν τόδε. δυσωδίαν νόμιζε κακὸν εἰσφέρειν. δώρου μετασχὼν οὐ μακρὰν κέρδους ἔσῃ.
Ἐγερθεὶς καλὸν ἀπὸ χαμαὶ κειμένου. ἔγχελυς κακόν, κἂν φανεῖσα καὶ μόνον. εἰ θυμιᾷ σέ τις, πικρὸν τ’ ὄναρ πέλει. εἰκόνας ἰδὼν εἰς πρόσωπα ἡ κρίσις. ἔκδηλός ἐστι βόρβορος ψυχῆς ῥύπος. ἐκκλησίαν κτίζων σὺ ἐργάσῃ γάμον. ἐκκλησίαις ἑστώς τις ἔγκλησιν φέρει. ἔλαιον ὁρῶν ἐκφύγοις πᾶσαν βλάβην. ἐλαιῶν καρποὺς εἰσορᾶν καλὸν πέλει· ἐλάδιν, ἐλθεῖν ἄντικρύς σοι τὸν ᾅδην. ἑορτὰς ἰδὼν ἐκ θεοῦ ταύτας νόει. ἔσθων ῥοιὰς ἔλπιζε παλαίειν νόσῳ. ἔσχατα φαγεῖν κερδανεῖς ἄλλου βίον. εὐνᾶσθαι στρωμνῇ μειζόνῳ καλὸν λίαν. εὐνοῦχον ἰδὼν ἄγγελον εἶναι νόει. ἔχειν μεγάλους ὦπας εἰς κέρδος φέρει. ἐχθροῖς συνέσθειν εἰς καταλλαγὴν φέρει. ἔχις φανεῖσα δυσμενῶν φράζει βλάβην.
Ζάλη καθ’ ὕπνους πλοῦτος ἔσται σοι τάχος. ζέσις ἅπασα βάρος ἐστὶ τοῦ βίου. ζουλάπιν πιὼν καλόν ἐστιν εἰς ἅπαν. ζώνη κοπεῖσα τὴν ὁδὸν λύει τάχος. ζωσθέντα ἰδεῖν κέρδος σοι εἶ<ναι> νόει. Ἠλακάτην φέρων τις ἐμποδὼν τόδε. ἥλους κρατῶν τὰ κέντρα τῶν ἐχθρῶν νόει. ἡμέρα καλόν, νὺξ κακὸν δὲ τὸ σκότος. ἡνίας ἐν χειρὶ κρατῶν καλὴ θέα. ἤχους ἀκούειν πρὸς τὸν ἦχον ἡ κρίσις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.