Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ὀνειροκριτικόν

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Γράμματα Ε-Ι

Ερμηνεία ονειρικών συμβόλων που ξεκινούν από το γράμμα Έψιλον έως το Ιώτα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 2 από 3

Θάλασσαν ἰδεῖν μειδιῶσαν εὖ ἔχει. θάλασσαν ἰδεῖν ξηρὰν ἐκκοπὴ κακῶν. θαλάσσης ἀγρίας ῥοῖζος δηλοῖ λύπας. θαλάσσης ἡμέρου ῥοῖζος καλὸν ὄναρ. θαλάσσης φλοισβὸς πραγμάτων δηλοῖ κλόνον. θαλάσσης φυγὴ πᾶσιν οὐ καλὴ θέα. θανὼν καθ’ ὕπνους φροντίδων ἔσῃ δίχα. θέρος βλέπειν δρέπανόν ἐστι θανάτου. θέρος κατιδεῖν θανατικοὺς προσδόκα. θῆλυ γυναικὸς γυμνὸν κατίδοις τάφον. θῆρας ἰδεῖν λαλοῦντας ὄχλησιν νόει. θῆρας τρέχοντας ἰδεῖν ταραχὴν νόει. θλασθεῖσα ῥάβδος οὐ καλὸν φέρει πέρας. θολὸς οὐρανὸς οὐ καλὴ αὕτη θέα. θρίδακας ἔσθειν σώματος δηλοῖ νόσον. θρὶξ τῆς κεφαλῆς εἰ κομᾷ, τιμὴν λέγε. θυρῶν πεσουσῶν τοῖς ἔχουσιν ἡ βλάβη.

Ἱέρακα σχών, οὗ θέλεις, τύχοις τάχος· ἱέρακα πετασθέντα χειρῶν, βλάβη. ἰλύϊ ἐμπεσὼν κακὴ αὐτὴ θέα. ἰλὺν ὑπεισδὺς ψυχικὴν βλάβην νόει. ἱμάτιον ἁλουργὸν εἰς νόσον φέρει. ἱμάτιον ἄνακτος ἐλπίδος λύσις. ἱμάτιον ἐρυθρὸν εἰς καλὸν φέρει. ἱμάτιον λευκὸν καλὴν θέαν φέρει. ἱμάτιον μέλαν κακὴ θέα τόδε. ἵππου πεσὼν καθ’ ὕπνους εἰς πτῶσιν ἴῃς. ἵππους κατιδὼν ἀγγέλων δηλοῖ φάσιν. ἵππους μελανοὺς οὐ καλὸν πάντως βλέπειν.

Ἰσμαηλίταις συσχεθεὶς καλὸν νόει. ἱστὸν ἄνδρα ὑφαίνειν μάχην σημαίνει. ἰχθύας ἔσθειν οὐκ ἀηδές σοι τόδε. Καθῆσθαι ἀργῶς δυστυχεῖς δηλοῖ τρόπους. καλὸν ὀπώρας κατὰ καιρὸν ἐσθίειν· παρὰ δὲ καιρόν, εἰσφέρει πρὸς ζημίαν. καμηλαύχιον εἰ φορεῖς, καλὴ θέα. κανδῆλα συντριβεῖσα σκανδάλου λύσις. κάρα κενωθὲν χρυσὸν εἰσφέρει τόδε. κάρας χυθὲν μυελὸν εὐμενὲς τόδε. κατοῦδα φανεῖσα γυνὴ κλέπτις πέλει. κεράμοις βαίνων δυσμενῶν βρόχους φύγοις. κερδῷ συνών τις κέρδος ἐκδέχου τάχ<ει>. κέρκον κατασχών, οὗ θέλεις, πάντως τύχοις. κηροὺς κρατεῖν ἅπτοντας εὔχρηστον τόδε. κηροὺς κρατεῖν σβεσθέντας ἀτυχὲς τόδε. κλαίειν σκοτεινῶς θλίψιν ἀργὴν μηνύει. κλαίων καθ’ ὕπνους πάγχαρις ἔσῃ τάχει. κλεῖδας κατασχὼν σύνθεσιν γνώσῃ τρόπων. κλῆμα κρατήσας ἐγκαλεῖσθαι προσδόκα. κλήσεις δηλοῦσι τῶν ὁρωμένων τρόπους. κλοιὸν φορῶν τις οὐ μακρὰν τοῦ κινδύνου. κόπρῳ καθεσθεὶς ζημίαν ἀπεκδέχου. κόρακα κρατῶν λαιμάργου ξένου κρίσις. κόρακας ἰδὼν δαίμονας τούτους νόει. κρατεῖν ῥομφαίαν πᾶσι καλὸν σημαίνει. κρέας βιβρώσκειν ὠμὸν οὐ καλὸν τοῦτο. κρημνοῦ πεσών τις δυστυχὴς ἔσται τάχ<ει>. κριθάριν φανὲν εἰς κρίσιν ἔχειν θάρ<ρει>. κριοὶ φανέντες ἡγεμόνας θεάσῃ. κριτὰς θεωρεῖν εἰς κριτήριον φέρει. κρόμυα καὶ σκόροδα δηλοῦσι λύπας. κτένιον ἰδὼν κτιννύει τοὖναρ λέγει. κυνῶν ὑλαγμὸς ἐχθρικὸν δηλοῖ κρότον.

Λαγωὸς φανεὶς δυστυχεῖς ποιεῖ τρίβους. λάκκῳ καθεσθεὶς σ[ε]αυτῷ οὐ καλὸν τόδε. λέοντας ἰδεῖν δυσμενῶν εἰσι στίφη. λέπρα λίμνη [τε] καὶ φρέαρ πορνικὴ ὕβρις. λευκαὶ τρίχες δηλοῦσι πράξεις εὐθέτους. λευκὰς ὁρᾶν τὰς σάρκας εὔθετον λίαν. λόγου ἄκουσμα νητρεκὲς πέλει τόδε. λύκος κεχηνὼς φληνάφων δηλοῖ τρόπους. λώβῃ κέρδος μέγιστον ἐλθεῖν σοι δόκα.

Μαϊούνια σώματος δηλοῖ νόσον. μαργαρῖται δηλοῦσι δακρύων ῥύσιν. μάχαιρα συνθλασθεῖσα δυσμενῶν βλάβη. μάχην μάχαιρα ζωγραφεῖ κρατουμένη. μέθυ κάλλιστον εἰς θέαν πλοῦτος πέλει. μέλαν πρόσωπον εἰς μακρὰν νόσον φέρει. μέλας φανείς τις ἄγγελος νόσου πέλει. μέλι βιβρώσκων δυσκλεὲς λίαν τόδε. μῆλον κρατῶν ἔρωτι συνεῖναι δόκα. μητρὶ συμπλακεὶς καλὸν ἔσται σοι λίαν. μῖξις ἅπασα προξενεῖ μακροὺς πόνους. μορφὰς ἁγνὰς ἰδών τις εὐμενὲς τόδε. μύκητας ἔσθειν φαρμάκων δηλοῖ δόσιν. μύλαις συνεῖναι ἢ βλέπειν σκαιὸν τόδε. μῦς ἀναφανεὶς δῆλον ἐμποιεῖ τρόπον. μύτιν ἰδὼν βούλευσις ἡ μῆτις λέγει.

Νεκρὸν βλέπων ὄζοντα ἐχθρὸν κατίδοις. νεκρὸς γεγονὼς φροντίδων ἔξεις λύσιν. νεκρὸς λέγων ἅπαντ’ ἀληθῆ τυγχάνει. νεκροὺς ὁρῶν νέκρωσιν ἕξεις πραγμάτων. νενησμένα κρατῶν τις προσδόκα λύπας. νέος σοι ὀφθεὶς ἐχθρὸς οὗτος τυγχάνει. νέος σὺ ὀφθεὶς τοῦτο ὕβριν σοι λέγει. νῆξις θαλάσσης ἡμεροῦ καλὸν τ’ ὄναρ. νήχων θαλάσσῃ καλὸν ἔσται σοι λίαν. νόσοις ἐγκεῖσθαι δυσμενῶν ποιεῖ τρίβους. νύξ σοι φανεῖσα δυσκλεὲς λίαν τόδε.

Ξέεσθαι κακὸν εἰς ἅπασι ἡ θέα. ξένην κατοικήσας σὺ γῆν ἔσῃ ξένος. ξένους θεωρεῖν πρὸς ξένους καὶ ἡ κρίσις. ξίφος κατασχὼν ὅπλον ἰσχύος ἔχεις. ξόανα ἰδεῖν εἰς πρόσωπα ἡ κρίσις. ξύλα θεωρεῖν ἢ κρατεῖν κακὸν λίαν.