Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ὀνειροκριτικόν

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Γράμματα Κ-Ξ

Ερμηνεία ονειρικών συμβόλων που ξεκινούν από το γράμμα Κάππα έως το Ξι.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 3 από 3

Ὀδόντα ῥῖψαι καὶ πάλιν φῦναι κέρδος. ὀδόντα ῥῖψαι συγγενὴν θανεῖν νόει. ὀδόντας ἰδεῖν ἐξω<σ>θέντας οὐ καλόν. ὀδοὺς πεσὼν ἐξ αὑτοῦ <σοι> δηλοῖ βλάβην. οἰγνύει κακὸν ἐμπεδοῦσθαι πρὸς τρίβους. οἶκον θεωρεῖν πυρπολούμενον καλόν· οἶκον δὲ καπνίζοντα μὴ βλέπειν θέλε. οἴκου πεσόντος ζημίαν ἐλθεῖν δόκα. οἶνος ῥυπώδης ἐκτρανοῖ πολλὰς λύπας. οἶνος χυθεὶς ἔπαυσεν ὀργίλους μάχας. οἴνου μετασχὼν προσδόκα δεινὰς μάχας. ὁλὸν καθαίρειν φροντίδων δηλοῖ λύσιν. ὁμιχλοειδὴς ὄψις ἐμποιεῖ ζάλην. ὄναρ ὀνείροις νητρεκὲς πέλει λέγειν. ὄνῳ καθῆσθαι δυσπραγεῖς δηλοῖ τρόπους. ὀξύτερον κατασχών, οὗ θέλεις, τύχοις. ὄρει προσέρπειν πραγμάτων δηλοῖ βίαν. ὀρθῶς βαδίζειν καλὸν ἢ πρὸς τὰ κ<αλά>. ὄρνις φανεῖσα δουλίδα καλὴν νόει. ὀρυζοτραφεὶς κέρδος ἐλθεῖν προσδόκα. ὁρωμένη πορφύρα σημαίνει νόσον. οὐλὸς φυείς σοι κακὸν ἡ ὄψις λέγει. οὐρανόθεν πεσών τις οὐ σταθήσεται. οὐρῶν καθ’ ὕπνους ἀμέριμνος ζημίας. ὄφεις ἀναιρῶν τοὺς ἐναντίους νόει. ὄφεις πατῶν τὰ κέντρα τῶν ἐχθρῶν νόει. ὀφθαλμὸς οὐ μέγιστος εἰς ζωὴν ἄγει. ὄφις θεαθεὶς τῆς κλίνης εὐπραγία. ὄφις φανεὶς δὲ δυσμενῶν δηλοῖ βλάβην. ὀχλουμένῳ συνεῖναι δυσχερὲς τόδε.

Παῖδα κρατεῖν δύσμορφον εἰς νόσον φέρει. παρειὰν [ἐπ]τύπτειν τε κακὸν λίαν τόδε. παστὴν φαγεῖν ἢ καὶ φέρειν κέρδος τ<οῦτο>. πέδας βαστάζειν κινδύνους ἐλθεῖν δόκα. πέδῳ καθῆσθαι δυσχερὲς λίαν πέλει. πεπλυμένα κρατῶν <σὺ> προσδόκα λύπας. πέρδικα κρατῶν θῆλυ κρατῆσαι νόει. περιστερὰν βλέπων τις χαρὰν μηνύει. πετᾶν καθ’ ὕπνους μηνυτικὸν ἀξίας. πέτεσθαι καλὸν πράξεως χρηστῆς τόδε. πέτρᾳ καθεσθεὶς χρηστὰς ἐλπίδας ἔχε. πηγὴ διαυγὴς τῆς ψυχῆς λύει λύπας. πῆξις θαλάσσης χρηστὸν ἔσται τὰ πά<ντα>. πίπτων οὐρανὸς οὐκ ἀγαθὰ μηνύει. πίτταν φαγεῖν ἢ κατέχειν κέρδος δόκα. πόδας καθαίρειν εὐμαρεῖς δηλοῖ τρίβους. πόδας κρατεῖσθαι ταῖς πέδαις ὄχλον φέρει. πόδες πλατεῖς δηλοῦσι λύπας ἀθρόας. ποδῶν κοπέντων μηδόλως ἄρχου τρίβου. ποταμοῦ ῥύσις δυσμενῆ δηλοῖ κάραν. πράσα τε καὶ κρόμυα δηλοῦσι λύπας. πρόσωπον ἁγνὸν ἰδεῖν εὐμενὲς τόδε. πτηνὰ κρατῶν φεύγοντα προσδόκα βλάβην. πῦρ μὴ καπνῶδες ἀγαθὴν φέρει κρίσιν. πύργος πεσὼν δείκνυσιν ἀρχόντων μόρον. πῶλον βλέπειν θέοντα μυστικὸν νόει.

Ῥάβδον κρατῶν τις τοῦτο ἰσχὺς καὶ κ<ράτος>. ῥάβδος θλασθεῖσα πέρας οὐ καλὸν φέρει. ῥάβδου ἐρεισμὸς ἀνάπαυσιν σημαίνει. ῥάβδῳ δὲ τυφθεὶς χρήματα λά<βοις τάχει>. ῥᾶγας ἐσθίειν ὑετοῦ βλύσιν δόκα. ῥάπτειν καθ’ ὕπνους ἐργάσῃ τρόπους κρά<τους>. ῥαφὴ καθ’ ὕπνους φαρμάκων δηλοῖ πόσιν.

Σαπρύνειν καλὸν εἰς χρέους κρίσιν κρί<νοις>. Σαρακηνοῖς σχεθεὶς κακόν ἐστιν ὄναρ. σαρεῖν ἑαυτοῦ οἰκίαν κακὸν λίαν. σάρκας τρωγήσας δυσκλεές τι προσ<δόκα>. σάρκες μελαναὶ σύμβολον δυσπρα<γίας>. σὰρξ ἐμβραχεῖσα μηνύει σοι τὴν λύπην. σάτυρον ἰδὼν τήρει σαυτόν, ὡς ἔχεις. σαυτὸν βλέπων πλούσιον ὑπάρξεις πένης. σεισμὸς ταραχῆς ἄγγελος πᾶσι πέλει. σεῦτλα συνάγειν ἢ βιβρώσκειν εἰς κέρδος. σηπίαν ἔσθειν εἰς μακρὰν νόσον φέρει. σῖτος δοθείς σοι νοῦσον ἐλθεῖν σοι δ<όκα>. σκότει καθεύδειν δυσφορία πραγμάτων. σκώληκές <σοι> δηλοῦσιν ἐχθρικὴν βλάβην. στέαρ κατέχων κέρδος ἐκδέχου πέλειν. στολὴν φορῶν μέλαιναν οὐ καλὴ θέα. στολὴ δὲ λευκὴ εἰς καλὸν πέρας φέρει. στολὴ δ’ ἁλουργὴς εἰς μακρὰν νόσον φέρει. στολὴ δ’ ἐρυθρὰ εἰς καλὴν πρᾶξιν φέρει. στολὴν φορεῖν ἄνακτος ἐλπίδος λύσις. στρουθοὺς κρατῶν φεύγοντας ἐκδέχου βλάβην. στῦλον κρατῶν τις ἐκδέχου θείαν χάριν. σῦκα βιβρώσκειν φληνάφων δηλοῖ λόγους. σφῆκες φανεῖσαι δυσμενῶν εἰσι βλάβαι. σῶμα καθαίρων φροντίδων ἕξεις λύσιν. σωτῆρα ἰδεῖν καλὸν εἰς ἅπαν τόδε.

Τείχει καθεσθεὶς εὐτυχὴς ἔσῃ τύχῃ. τῆς ἡμέρας ὄνειρος εὔδηλος πέλει. τράγοι φανέντες εὐτρεπίζουσιν τρίβους. τρέχων καθ’ ὕπνους εὐτελὴς ἔσῃ τύχῃ. τρίχας καρῆναι πραγμάτων δηλοῖ βλάβην. τριχῶν πεσουσῶν κίνδυνον μέγαν δόκα. τυφλόν τιν[α] ὄντα πρὶν ἴδῃς <κακὸν> φάσκε. τυφλὸν φέρεσθαι πάγκαλον τοὖναρ νόει.

Ὕδωρ βλύσαν ἄνωθεν ἐχθροὺς μηνύει. ὕδωρ βλύσαν κάτωθεν ἐχθροὺς μηνύει. ὕδωρ διαυγὲς εἰ πίῃς, κέρδος δόκα. ὕδωρ ὑλῶδες εἰ πίης, λύπας δόκα. ὕδωρ ποταμοῦ ἂν πίῃς, κόπον φέρει. ὕδωρ τὸ πίνειν καθαρὸν μάλα καλόν. ὕδωρ [τὸ] πίνειν ῥυπαρὸν λυπηρὸν πάνυ. ὑλακὰς κυνῶν ἐχθρικὸν νόει κ<ρότον>. ὕμνους ἀκούων θρῆνον ἢ μάχην δόκα. ὑφαίνειν ἱστὸν εἰς δρόμου φέρει κρί<σιν>.

Φαλακρὸν ἰδεῖν ἄλλον ὄχλησιν ἄγει. φθεῖρας ὁ κρατῶν καιρὸν ἀργὸν ἀνύει. φθεῖρας συνάγων κέρδος ἕξεις οὐ μέγα. φθεῖρας φέρειν φθόνον φέροις τοῖς πλ<ου>σ<ίοις>. φιλεῖν ἐγείρει δαιμόνων μακρὰς πάλας. φίλοις συνέσθειν εἰς καλὴν πρᾶξιν ἄγει. φόρτον φέρων σὺ μᾶλλον οὐ φόρτον λάβοις. φῶκαι σκώληκες φαίνουσιν ἐχθρῶν βλάβας. φωνῆς ἀκούσας πιστὸν ὑπάρχει τοὖναρ. φῶς λαμπρὸν ὀφθὲν χαρὰν ἐλθεῖν σοι δόκα. φωστῆρας ἰδεῖν πραγμάτων δηλοῖ φάος.

Χαβιάριον <ἔσθειν> εἰς κέρδος φέρει. χαλινὸν ἐν χειρὶ κρατῶν καλὴ θέα. χεῖρας καθαίρειν φροντίδων δηλοῖ λύσιν. χερσὶ πετασθεὶς πλημμέλειαν δεικνύει. χῆνες φανεῖσαι δουλίδας καλὰς νόει. χιτὼν μέλας δείκνυσιν αἰσχύνης τρόπον. χιτὼν ῥαγεὶς ἔρρηξε φροντίδων βάρος. χιὼν φανεῖσα δυσμενῶν μάχας φέρει. χλωρὰν πόαν κρατοῦν τι καλὰ καὶ λάβοι.

Ψύλλας θεωρῶν δυσμενεῖς ἔσῃ βλέπων. Ὠιὰ κρατεῖν ἕψειν τε δεικνύει λύπας. ᾠὰ φαγεῖν ὀπτὰ νόει πλοῦτον τ<οῦτο>. ὠχρὸς δοκεῖσθαι κακὸν ἡ ὄψις φέρει.