Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Λόγοι

Νικήτας Στηθᾶτος

Επιστολές περί εκκλησιαστικής οικονομίας

Αλληλογραφία με τον ηγούμενο Αθανάσιο σχετικά με την εφαρμογή των ιερών κανόνων, τα επιτίμια και την πνευματική διάκριση στους μετανοούντες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 8 από 10

ΑΠΟ ΤΗΣ ΤΡΙΤΗΣ ΕΚΑΤΟΝΤΑΔΟΣ ΤΩΝ ΕΠΙΣΤΟΛΩΝ ΝΙΚΗΤΑ ΤΟΥ ΣΤΗΘΑΤΟΥ Ἀθανασίῳ ἡγουμένῳ τῆς μονῆς τοῦ Παναγίου περὶ κανόνων. Φασί τινες τῶν αὐχούντων σοφῶν εἰδέναι καλῶς καὶ νοεῖν <τὰ> τῶν ἱερῶν κανόνων καὶ νόμων τῆς Ἐκκλησίας μὴ δεῖν οἰκονομεῖσθαι τὴν τῶν μετανοούντων μετάνοιαν κατὰ τοὺς κειμένους νόμους καὶ ὅρους καὶ βαθμοὺς τῶν ἱερῶν κανόνων, λέγω δὴ τῶν ἀποστόλων Χριστοῦ καὶ τῶν πατέρων ἡμῶν, εἰ μή πού τις ἐξ αὐτῶν ἐν πράξει ἀπηγορευμένης ἐλεγχθείη τινὸς ἁμαρτίας. Ὁ τοιοῦτος γὰρ καὶ προσκλαίειν ὀφείλει μόνος ἔξω τῆς τοῦ προνάου πύλης τοῖς ὁρισθεῖσι χρόνοις καὶ ἐν τῇ ἀκροάσει καὶ ὑποπτώσει, καθὼς νενομοθέτηται, προσκαρτερεῖν, εἶτα μετὰ τῶν κατηχουμένων ἐξέρχεσθαι καὶ οὕτως τῶν περιόδων τοὺς ὅρους ἀποπληρῶν πρὸς τὴν τῶν πιστῶν σύστασιν ἔρχεσθαι καὶ τῶν ἁγιασμάτων μετὰ ταῦτα μετέχειν. Ὁ δέ γε κρυπτῶς ἐξαγορεύων τῶν ἀπηγορευμένων ἁμαρτίαν τινά, μοιχείαν τυχόν, ἀρρενομανίαν, ἢ φόνον, ἤ τι τῶν μεγίστων κακῶν, πρὸς τὸν μοναχικὸν ἐρχόμενος βίον ἀπὸ τοῦ κόσμου, ἄλλως οἰκονομεῖσθαι ὀφείλει ἐν τῇ αὐτοῦ μετανοίᾳ· συνίστασθαι γὰρ αὐτὸν χρὴ μετὰ τῶν πιστῶν, τελουμένης τῆς θείας λειτουργίας, καὶ μηδόλως μετὰ τῶν κατηχουμένων ἐξέρχεσθαι.

Καὶ αὕται μὲν αἱ τῶν σοφῶν ἀποφάσεις. Ἡμεῖς δέ, οἱ ταπεινοὶ καὶ ἀνόητοι, τοὺς κειμένους ἐρευνῶντες κανόνας τῶν θεσπεσίων πατέρων ἡμῶν, φημὶ δὴ τοῦ μεγάλου Βασιλείου καὶ τῶν λοιπῶν, εὑρίσκομεν ἐν τῇ πρὸς Ἀμφιλόχιον τρίτῃ ἐπιστολῇ οὕτως ἐπὶ λέξεως ἔχοντα· «Ὁ μοιχεύσας ἐν ιεʹ ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων» καὶ οὐ πρόσκειται τό· καὶ ἐλεγχθείς «ἐν τέσσαρσι μὲν προσκλαίων ἔτεσιν, ἐν πέντε δὲ ἀκροώμενος, ἐν τέσσαρσιν ὑποπίπτων, ἐν δυσὶ δὲ συνεστὼς ἄνευ κοινωνίας», εἶτ’ οὕτως μετέχειν τῶν θείων μυστηρίων· καὶ παλίν· «Ὁ ἐν ἀλόγοις τὴν ἑαυτοῦ ἐξαγορεύων ἀσέβειαν» καὶ οὐ πρόσκειται· καὶ ἐλεγχθείς «τὸν αὐτὸν χρόνον ἐξομολογούμενος παραφυλάξεται»· καὶ αὖθις· «Ὁ γοητείαν ἢ φαρμακίαν ἐξαγορεύων» καὶ οὐκ εἶπεν· ὁ ἐλεγχόμενος ἐπὶ τούτοις «τὸν τοῦ φονέως χρόνον ἐξομολογήσεται.» Καὶ καθεξῆς τὸ ὁ ἐξαγορεύων καὶ ἐξομολογούμενος πρόσκειται ἐν τοῖς κανόσι καὶ οὐχὶ ὁ ἐλεγχθείς.

Κατὰ γοῦν τὴν τῶν κανόνων τῆς Ἐκκλησίας νομοθεσίαν, τοὺς πρὸς ἡμᾶς ἀπὸ τοῦ κόσμου ἐρχομένους καὶ ἐξομολογουμένους καὶ ἐνδυομένους τὸ τῆς μετανοίας πρόσχημα κανονίζομεν καὶ ἡμεῖς καὶ τὴν προσήκουσαν αὐτοῖς οἰκονομικῶς ἀπονέμομεν χώραν, τὴν τῆς ὑποπτώσεως δηλαδὴ μόνην ἔντος τῶν τοῦ ναοῦ πυλῶν, διὰ τὸ ἐκ προοιμίων ὑπεισέρχεσθαι αὐτοὺς εἰς ἀγῶνας καὶ δάκρυα καὶ ἱεροὺς ἱδρῶτας τῶν ἀρετῶν καὶ ὁμολογοῦντας μηκέτι πρᾶξαί τι τῶν ἀπηγορευμένων κακῶν. Τοῦτο δὲ οὐκ εἰς πάντας, ἀλλ’ εἰς ἐκείνους μόνους, ἐν οἷς ἐμισήθησαν τὰ τῆς ἁμαρτίας καὶ ἐξεκόπη καὶ ἀρχὴν ἔλαβεν ἡ τῶν ἀγαθῶν ἐντολῶν ἐργασία διὰ δακρύων τῆς μετανοίας καὶ ἀγώνων τῆς ἀρετῆς, οὓς καὶ δι’ ὀλίγων χρόνων μετὰ τῶν πιστῶν συνιστῶντες τῆς κοινωνίας μετέχειν τῶν ἁγιασμάτων ἐπιτρέπομεν, τοὺς καρποὺς δηλονότι ἀξίους ἐπιδειξαμένους τῆς μετανοίας καὶ τοὺς δοθέντας χρόνους πεπληρωκότας.

Τοὺς δέ γε λοιποὺς καὶ ἐξομολογουμένους κατὰ τὴν τῶν κανόνων οἰκονομοῦμεν ἀκρίβειαν, ἕως ἂν καρποὺς ἀξίους, ὡς εἴρηται, καὶ αὐτοὶ τῆς μετανοίας ποιήσωσιν καὶ ἡμῖν εἰς βεβαίωσιν τοῦ μίσους τῆς ἁμαρτίας ἐπιδείξωνται.

Οὕτω τοίνυν τὴν τῶν ἐξομολογουμένων μετάνοιαν οἰκονομοῦντες ἐγκαλούμεθα παρὰ τῶν σοφῶν μὴ νοεῖν τὰ τῶν κανόνων μηδὲ πράττειν κατὰ τοὺς νόμους τῆς Ἐκκλησίας, ἐπειδὴ οὕτως ἐν ὀλίγοις χρόνοις ἀφορίζομεν αὐτοὺς καὶ τὴν προσήκουσαν αὐτοῖς ἀπονέμομεν χώραν, καθάπερ εἴρηται καὶ τῷ μεγαλῷ Γρηγορίῳ δοκεῖ οὕτω λέγοντι· «Καὶ ὅταν δέξωμαι τοὺς μεταγνῶντας, τὴν προσήκουσαν ἀπονέμω χώραν, καμπτομένους καὶ ἀξίως ἀντεισηκοῦντας τῷ κακῷ τὴν διόρθωσιν.» Διὰ δὴ τοῦτο ἀξιοῦμεν τὴν ἐν Χριστῷ σου πρὸς ἡμᾶς ἀγάπην, σεβασμιώτατε, γράψαι πρὸς ἡμᾶς τὰ τέκνα σου τὴν ἀκριβῆ τούτων εἴδησιν, καὶ εἴ γε καλῶς νοοῦμεν τὰ τῶν ἱερῶν κανόνων οὕτω ποιοῦντες ἢ μή, καὶ εἰ μᾶλλον, ὡς ἐκεῖνοι λέγουσιν, οὕτως ὀφείλει γίνεσθαι ἐπὶ τῇ τῶν μετανοούντων οἰκονομίᾳ, καὶ οὐχὶ ὡς ἡμεῖς, ἵνα παρὰ τῆς σῆς ὁσιότητος τὴν ἀλήθειαν ἀκριβέστερον ἐγνωκότες μὴ σφαλλώμεθα πράττοντες ἀπεναντίας τῶν ἱερῶν νόμων τῆς Ἐκκλησίας εἰς βλάβην τῶν μετανοούντων καὶ πρὸς ἡμᾶς ἐρχομένων ἀπὸ τοῦ κόσμου, ἀλλὰ κανονικῶς ποιοῦντες πρόξενοι γινώμεθα ὠφελείας αὐτοῖς.

Καὶ γὰρ οὐ μικρῶς, περὶ ὧν ἀποφαίνονται, ἡμῶν ἡ διάνοια ἐνδοιάζει. Φέρεται γὰρ ἐν τοῖς δόγμασι τῶν Μασσαλιανῶν τῆς αἱρέσεως, ὅτι τοὺς ἀπὸ διαφόρων ἁμαρτημάτων αὐτοῖς προσιόντας, ἄνευ καρποῦ τινος μετανοίας, ἄνευ ἱερέως αὐθεντίας, ἄνευ βαθμῶν τῶν τοῖς ἐκκλησιαστικοῖς κανόσι διηγορευμένων τάχιστα καθαίρειν παντὸς ἁμαρτήματος ἐπαγγέλλονται, ὡς καί τινας τῶν τοιούτων πρὸ τῆς ἀπαλλαγῆς τῶν ἁμαρτημάτων ἄγειν αὐτοὺς εἰς κληρικῶν χειροτονίας· οὐ μόνον δέ, ἀλλὰ καὶ ἀφορισμῶν ἱερέων ῥαδίως καταφρονεῖν ἐκδιδάσκουσι.

Ταῦτα τοίνυν καὶ τούτων ἐπέκεινα καὶ οὗτοι σαφῶς ἀποφαίνονται. Δεσμοὺς γὰρ λύουσι ἱερέων καὶ καταφρονεῖν τῶν ἀφορισμῶν, καθὰ δὴ κἀκεῖνοι προστάσσουσιν, εὐλογεῖν δὲ ποτήριον ἱερέως καὶ τράπεζαν καὶ τὸν τυχόντα ἄνθρωπον τὸν μηδαμῶς ἱερατικὴν χειροτονίαν ἔχοντα ἐκδιδάσκουσιν.

Διὰ ταῦτα παρακαλοῦμεν τὴν ἡγιασμένην ψυχήν σου γράψαι περὶ πάντων τούτων, ὡς εἴρηται, ἵνα τῷ εὐθῇ κανόνι τῶν δογμάτων τῆς Ἐκκλησίας, ᾧ καὶ στοιχοῦμεν ἐκ νεότητος, τὸ τῆς ψυχῆς ἰθύνωμεν φρόνημα καὶ μὴ περιέργοις ἀπατηλοῖς τε καὶ κενοῖς φρονήμασι τῶν τοῦ κόσμου σοφῶν τῆς εὐθείας κινώμεθα. Εἰρήνη σοι.

Ἀντιρρητικὴ εἰς αὐτό. Ἀθανάσιος Νικήτᾳ. Εἰ καὶ τὰ μάλιστα, σεβασμιώτατε πατέρ, ἀνεπιτήδειοι πρὸς τὸ δογματίζειν ἡμεῖς καὶ ἀγύμναστοι, ἀλλά γε διὰ τὴν ἀγάπην ᾗ πάντα εἴκει, καίτοι μὴ σχολὴν ἄγοντες πρὸς τὸ τὰς ἱερὰς βίβλους ἐκμελετῆσαι, ἃ νῦν ἡμῖν ἡ μνήμη φέρει ὥσπερ εἰκὸς σχεδιάσομεν.

Οὔ μοι δοκεῖ καλῶς ἔχειν σοφοὺς ὀνομάζεσθαι τοὺς σοφούς σου· ὃ γὰρ αὐχοῦσι πάνυ ἐστὶν ἄσοφον καὶ πόρρω τῆς εὐθείας ὁδοῦ. Ὁ γὰρ ἐλεγχθεὶς καὶ φανερῶς εὑρεθεὶς ἐν ἀπηγορευμένῃ πράξει τί καὶ ἐξαγορεύσει ὃ πολλοὶ ἴσασιν; Οὐκ ἔστι τοῦτο ἐξαγόρευσις· ὁ γὰρ ἐξαγορεύων τῶν κρύπτων ἐστιν ἐξαγγέλτης, ἐπεί, ἐάν εἰσι φανερά, οὐκ εἴσιν ἐξαγορεύσεις. Ἄλλως τε δὲ τὸν ἐλεχθέντα μοιχὸν ἢ φονέα ἤ τι τῶν ἀπηγορευμένων πράξαντα οἱ πολιτικοὶ παραλαμβάνοντες νόμοι τὰ ἑαυτῶν ποιοῦσιν εἰς αὐτὸν ποιναῖς ὑποβάλλοντες αὐστηραῖς. Ἡ δέ γε τῶν ἱερῶν κανόνων ἀκρίβεια ἐν τοῖς κρυπτοῖς ἁμαρτήμασι θεσμοθετεῖ καὶ δεῖ πρὸς αὐτοὺς ἀνθυποφέρειν, οὐχ ὃ ἀνθυπέφερες μόνον, ὅτι τὴν προσήκουσαν αὐτοῖς ἀπονέμομεν χώραν—οὐ γάρ ἐστιν ἡ προσήκουσα αὕτη—, ἀλλὰ καὶ τὴν ἑτέραν ἀπόφασιν τοῦ αὐτοῦ σοφοῦ, εἴ γε διὰ τὸ μὴ φανεροῦσθαι τοὺς ἁμαρτάνοντας τοῦτο δογματίζουσιν οἱ καινοὶ δογματισταί, ἀντίστησον αὐτοῖς· «Μὴ ἐπαισχυνθῇς ἐξαγορεῦσαί σου τὴν ἁμαρτίαν, ἐπεὶ καὶ τοῦτο μέρος τῆς ἐκεῖ κολάσεώς ἐστιν, ἵνα τῇ ἐνταῦθα αἰσχύνῃ τὴν ἐκεῖθεν φύγῃς καὶ δείξῃς ὅτι τὴν ἁμαρτίαν ὄντως ἐμίσησας, παραδειγματίσας αὐτὴν καὶ θριαμβεύσας ὡς ἀξίαν ὕβρεως».

Ἐπεὶ οὖν μέρος τῆς ἐκεῖ κολάσεως ὠνόμασε, διὰ τὴν στάσιν τὴν ἔξω τῶν ἱερῶν περιβολῶν οὕτως αὐτὴν ἐκάλεσεν, ἥτις τὴν ἐκεῖθεν εἰκονίζει παράστασιν, ἣν τότε οἱ μὴ ταύτην ἀσπαζόμενοι ὑπομενοῦσιν ἐνώπιον πάντων ἀγγέλων καὶ ἀνθρώπων.

Τὸ δὲ ὑμέτερον, ὅτι τῶν ἱερῶν ἔσω πυλῶν τοὺς κατηχουμένους ἱστᾶτε, ἔξω τῶν θείων καὶ ἱερῶν ἐστι κανόνων. Ὅταν γὰρ ὁ βασιλεὺς τῆς δόξης εἰσπορεύηται μετὰ τῶν οὐρανίων δυνάμεων προέλευσιν ποιούμενος, πῶς ἐκεῖ κατηχούμενον ἵστασθαι δεῖ; Πάντῃ γὰρ τοῦτο ἀνόσιον· καὶ τοῦτο ἀπὸ τῶν βασιλικῶν εἰσόδων ἔξεστι κατανοεῖν. Τίς γὰρ ἐν τοῖς βασιλικοῖς οἴκοις μὴ ἀξιωματικῶς ἐστολισμένος, μή τί γε καὶ ῥυπαρῶς, ἀναστρέφεται, ἢ ἀναστρεφόμενος μὴ πόρρω βάλλεται, πληγὰς οὐκ ὀλίγας δεχόμενος; Ὅταν οὖν ἐγκαλῇς αὐτοῖς ὅτι ὡς ἀγνοοῦντας ἡμᾶς διασύρουσιν ὅτι ὅλως ἢ καὶ ἐν ὀλίγῳ χρόνῳ μετὰ τῶν κατηχουμένων τοὺς τοιούτους ἱστᾶτε, ἀντεγκάλεσε σεαυτῷ·

Διὰ τί ἐν ὀλίγῳ χρόνῳ ταῦτα ὁρίζεσθε καὶ διὰ τί ἐντὸς τῶν ἱερῶν περιβόλων—ἀμφότερα γὰρ πάντῃ ἀνάξια—, καὶ μὴ μᾶλλον τὰ νενομισμένα καὶ τοῖς θείοις διατετυπωμένα κανόσιν ἔξω τῶν ἱερῶν πυλῶν τελέσαντας οὕτως τοῦ ἁγίου ἀξιοῦτε; Πῶς δὲ καὶ ἐν ὀλίγῳ χρόνῳ τὰ τῇ θεολόγῳ γλώσσῃ διηγορευμένα, ἃ καὶ σὺ προέφερες, ὅτι «οὐδὲ ἐγὼ δέχομαι τοὺς μὴ καμπτομένους, ἢ μὴ ἀξίως ἀντεισηκοῦντας τῷ κακῷ τὴν διόρθωσιν»; Ταῦτα γὰρ πολλῶν ἡμερῶν καὶ κοπῶν δεῖται καὶ ὀδυρμῶν καὶ θρήνων, ὡς εἴρηται.

Περὶ δὲ τῆς εὐλογίας, σύντομον αὐτοῖς ποιήσομεν τὴν ἀπόφασιν. Εἰ βούλοιντο σαφέστατον ἔλεγχον οἱ σοφοί σου τῆς ἀγνωσίας αὐτῶν, τὸν εἰκοστὸν ἕβδομον κανόνα τῆς πρὸς Ἀμφιλόχιον δευτέρας ἐπιστολῆς τοῦ μεγάλου ἐντυχέτωσαν Βασιλείου· καὶ εἴσονται πάντως ἐξ αὐτῆς τίς ὁ ἰδίᾳ καὶ δημοσίᾳ, ὁ μικρὰν καὶ μεγάλην εὐλογίαν ποιεῖν ἐπιτετραμμένος. Τί γὰρ καὶ προσθεῖναι δεῖ περὶ τούτου τὴν τῶν ἀποστόλων διάταξιν, παρ’ ἧς ὁ μέγας Βασίλειος τὴν γνῶσιν λαβὼν τὸν παρόντα κόσμον ἐξέθετο; Εἰ γὰρ τῷ ἐκπεπτωκότι πρεσβυτέρῳ εὐλογεῖν ἕτερον ἢ ἰδίᾳ ἢ δημοσίᾳ οὐ συγχωρεῖ ὁ κανών, πῶς τῷ μηδαμῶς χειροτονηθέντι εὐλογεῖν ὅλως συγχωρήσει; Ὃ γὰρ οὐκ ἔλαβεν διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ ἐπισκόπου πῶς μεταδώσει ἑτέρῳ; Πόρρω γὰρ τοῦτο τῆς ἐκκλησιαστικῆς εὐταξίας.

Ἀλλὰ ταῦτα μὲν ἐκ πολλῶν ὀλίγα, ἐκ διανοίας ὀλίγης· εἰ δὲ χρεία καὶ ἄλλων γένηται, ὅταν ἐν ταὐτῷ γενώμεθα, μαθησόμεθα παρ’ ἀλλήλων.

Νικήτας Ἀθανασίῳ, περὶ κανόνων οἰκονομίας. Ἃ διετράνωσεν ἡμῖν ἡ σὴ ὁσιότης περὶ τῶν παρ’ ἡμῶν ζητηθέντων σαφέστατα διὰ τῆς πεμφθείσης ἐπιστολῆς, οὐδὲ ἡμῖν ἀγνοούμενα πάντως ὑπῆρχε—πῶς γάρ; — τὴν μελέτην ἐν τούτοις ἔχουσιν ἀεὶ καὶ τὴν ἔρευναν. Ἀλλ’ ἐπεὶ λέγων πείθειν μόνος οὐκ εἶχον τῷ δυσέρει τῶν ἡμῖν ἀντιδιατιθεμένων σοφῶν, δεῖν ἔκρινα καί σε εἰς βοήθειαν τοῦ λόγου λαβεῖν, ἀγνοοῦντος προσωπεῖον ὑποκριθείς τινα τρόπον, ἵν’ ἐκ περιουσίας λόγων καὶ μαρτυρίας ἑτέρων ἐπιστωμισθῶσιν εἰς τέλος πάντες οἱ ἀντικείμενοι ἡμῖν καὶ τῆς οἰκείας ἀγνωσίας ἐν ἐπιγνώσει γένωνται.

Ὅτι δὲ ἡ τῶν κανόνων ἀκρίβεια φυλάττεσθαι βούλεται τὴν ἐν τοῖς κατηχουμένοις οἰκονομίαν, κατὰ τοὺς κειμένους τῶν ἐπιτιμίων βαθμοὺς καὶ ἐν ἑνὶ ἑκάστῳ βαθμῷ, τῇ προσκλαύσει, φημί, τῇ ἀκροάσει, τῇ ὑποπτώσει καὶ τῇ συστάσει, τὸν διάφορον ἐν τούτοις τηρεῖσθαι τῶν καιρῶν ἀριθμόν, ὡς ἂν διὰ χρόνων πολλῶν δακρύων τε καὶ πόνων τῆς μετανοίας τὸν ῥύπον οἱ μετανοοῦντες καὶ τὸν ἰὸν ἀποβάλλωνται τῆς πολυσχιδοῦς ἁμαρτίας, εὖ οἶδα καὶ αὐτὸς ἐγὼ ἀκριβῶς, εἰ καὶ ἀγνοοῦντος προσωπεῖον ὑπεδυσάμην.

Ἀλλὰ σκοπεῖν ἔξεστι τὰς διαθέσεις τῶν μετανοούντων, σεβασμιώτατε, καὶ διακρίνειν καὶ διαιρεῖν αὐτὰς τῷ ἐπιστήμονι λόγῳ τῆς διακρίσεως, ἐπεὶ πολλή τίς ἐστιν ἡ διαφορὰ ἐν αὐτοῖς καὶ οὐχ ὁμοία καὶ ἴση πάντως ἐστὶν ἡ μετάνοια, ὥσπερ οὐδὲ τὰ συμπτώματα ἐν πᾶσι τὰ ὅμοια καὶ αὐτά. Εἰ δὲ διάφορά ἐστι ταῦτα ἐν διαφόροις τοῖς ἐν φαύλῃ διαθέσει τὰ τοῦ ἀλογωτέρου μέρους τῆς ψυχῆς πράττουσι, διάφοροι ἄρα καὶ τῶν τοῖς ἐπιτιμίοις ὑποπιπτόντων αἱ διαθέσεις· εἰ δὲ διάφοροι τούτων αἱ διαθέσεις, διάφορος καὶ ὁ ἐν τούτοις ἀφορισμός.

Ἄλλως γάρ, ἴσθι, ὁ φοραθεὶς ἐπὶ τῷ κακῷ διά τινος ὑποψίας ἢ κατηγορίας ἀκουσίως ἀπελεγχθεὶς ἀφορίζεται, καὶ ἄλλως ὁ ἀφ’ ἑαυτοῦ πρὸς τὴν ἐξαγόρευσιν τῆς ἁμαρτίας ὁρμήσας, καθὰ καὶ τοῖς θείοις πατράσι δοκεῖ. Ἄλλως ὁ ἀποκοπὴν μὲν τοῦ κακοῦ ποιήσας, θερμὴν δὲ μὴ ποιούμενος δάκρυσι μετάνοιαν, ἀφορίζεται, καὶ ἄλλως ὁ ἀποκοπὴν μὲν σὺν τῇ ἐξομολογήσει τοῦ κακοῦ ποιησάμενος, ἐργαζόμενος δὲ σπουδαίως τὰς ἐντολὰς ἐξ αὐτῆς καὶ παλαίων ἐν πάσῃ κακοπαθείᾳ τοῖς πάθεσι καὶ τιτρώσκων τοὺς τρώσαντας αὐτὸν δαίμονας, μήπω δὲ τῆς ὀχλήσεως καὶ τοῦ πολέμου αὐτῶν ἀπαλλαγείς· καὶ ἄλλως ὁ σὺν τῇ ἐξομολογήσει λόγον διδοὺς μηκέτι πρᾶξαί τι τῶν φαύλων ἐκείνων, ἐν οἷς ἐνησχύνθη, καὶ σὺν τῷ λόγῳ λιβάδας καταφέρων δακρύων—ὃς καὶ σκυθρωπάζων πορεύεται, ὡς ὁ λούων καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα τὴν κλίνην αὐτοῦ—, οὐ μόνον δέ, ἀλλὰ καὶ εἰς ἀγῶνας ἑαυτὸν ἐμβάλλει μεγάλους τῶν ἀρετῶν καὶ ὁσημέραι τοῖς κρείττωσιν ἐπεκτείνεται, προκοπὰς ἐν ταπεινοφροσύνῃ καὶ ἀναβάσεις διατιθέμενος. Τούτων ὁ μὲν ἐπιτεταμένως καὶ ἐπὶ πολλοὺς χρόνους, ὁ δὲ ἐπὶ τοὺς τὸ μέσον ἔχοντας, ὁ δὲ ἐπὶ τοὺς τὸ ἔλαττον καὶ ἐν φιλανθρωποτέροις γίνεται τοῖς ἐπιτιμίοις.

Καὶ πειθέτωσάν σε, εἰ βούλει, οἱ τὴν τοῦ Χριστοῦ μετὰ τοὺς ἀποστόλους κανονίζοντες Ἐκκλησίαν, Βασίλειος ὁ μέγας καὶ ὁ Νύσσης Γρηγόριος, οἱ τὴν φύσιν καὶ τὴν ἀρετὴν ἐπίσης αὐτάδελφοι, οὕτω τοῖς ἀναδόχοις τῶν λογισμῶν εὐδιακρίτως καὶ ὡς εἰκὸς δηλαδὴ ἐντελλόμενοι.

Ὁ μὲν γὰρ μέγας Βασίλειος εἰς τὴν πρὸς Ἀμφιλόχιον ἐπιστολήν· «Πάντα δὲ ταῦτα, φησί, γράφομεν ὥστε τοὺς καρποὺς δοκιμάζεσθαι τῆς μετανοίας· οὐ γὰρ πάντως τῷ χρόνῳ κρίνομεν τὰ τοιαῦτα, ἀλλὰ τῷ τρόπῳ τῆς μετανοίας προσέχομεν.» Ὁ δέ γε θεῖος Γρηγόριος· «Ἐπὶ τῶν σπουδαιοτέρως κεχρημένων, φησί, τῇ ἐπιστροφῇ καὶ τῷ βίῳ δεικνύντων τὴν πρὸς τὸ ἀγαθὸν ἐπάνοδον, ἔξεστι τῷ οἰκονομοῦντι πρὸς τὸ συμφέρον τῇ ἐκκλησιαστικῇ οἰκονομίᾳ συντεμεῖν τὸν χρόνον τῆς ἀκροάσεως καὶ ταχίον εἰς ἐπιστροφὴν ἀγαγεῖν, καὶ πάλιν τοῦτον συντεμεῖν τὸν χρόνον καὶ ταχίον ἀποδοῦναι τὴν κοινωνίαν, ὅπως ἂν τῇ ἑαυτοῦ δοκιμασίᾳ ἐγκρίνοι τὴν τοῦ θεραπευομένου κατάστασιν.

Ὥσπερ γὰρ τὸ τοῖς χοίροις ῥίπτειν τὸν μαργαρίτην ἀπείρηται, οὕτως καὶ τὸ ἀποστερεῖν τοῦ τιμίου μαργαρίτου τὸν ἤδη ἄνθρωπον διὰ τῆς καθαρότητός τε καὶ ἀπαθείας γενόμενον, τῶν ἀτόπων ἐστί.» Καὶ πάλιν· «Ἡ αὐτή, φησί, παρατήρησις ἔσται καὶ ἐπὶ τῶν ἄλλων παρὰ τοῦ οἰκονομοῦντος τὴν ἐκκλησίαν καὶ πρὸς τὸν λόγον τῆς ἐπιστροφῆς συντμηθήσεται αὐτῷ καὶ ἡ τοῦ ἐπιτιμίου παράτασις, ὥστε ἀντὶ ἐννέα ἐτῶν ἐφ’ ἑκάστῳ βαθμῷ ὀκτὼ ἢ ἑπτὰ ἢ ἓξ ἢ πέντε μόνα γενέσθαι, εἴπερ τὸ μέγεθος τῆς ἐπιστροφῆς νικώῃ τὸν χρόνον καὶ ὑπερβάλλοιτο τῇ σπουδῇ τῆς διορθώσεως τοὺς ἐν τῇ μακρᾷ προθεσμίᾳ ῥαθυμότερον ἑαυτοὺς ἀπὸ τῆς κηλῖδος καθαίροντας.» Καὶ πάλιν. «Πανταχοῦ δὲ ἐν πλημμελήματος εἴδει τοῦτο καθορᾶν προσήκει πρὸ πάντων μὴ τὸν χρόνον οἴεσθαι πρὸς θεραπείαν ἀρκεῖν, —τίς γὰρ ἂν ἐκ τοῦ χρόνου ἴασις γένοιτο; —ἀλλὰ τὴν προαίρεσιν τοῦ ἑαυτὸν δι’ ἐπιστροφῆς θεραπεύοντος.» Τούτοις οὖν καὶ ἡμεῖς οἱ ταπεινοὶ πειθαρχοῦντες, διαφόροις οὖσι τοῖς ἁμαρτήμασιν ἐν διαφόροις τοῖς τῇ μετανοίᾳ προσφεύγουσι καὶ ἐξομολογουμένοις Θεῷ διάφορον καὶ τὸν ἀφορισμὸν ἐν κατηχουμένοις ποιούμεθα, μὴ πρὸς παράτασιν, ὡς ἔγραψας, χρόνων βλέποντες, κἂν δοκῇ τῇ σῇ ὁσιότητι, ἀλλὰ πρὸς τὰς διαθέσεις καὶ τὴν ἐπιστροφὴν καὶ τοὺς πόνους τῶν μετανοούντων καὶ τὴν τούτων φυγὴν τοῦ κακοῦ, ὡς τοῖς ἀποστόλοις Χριστοῦ καὶ τοῖς θείοις πατράσι δοκεῖ.

Ὅπερ καὶ αὐτὸς εἰδώς, μὴ θέλε ἀσκέπτως καὶ οὕτως ἁπλῶς ἐπιλαμβάνεσθαί τινων οἰκονομούντων ἴσως πρὸς τὸ συμφέρον τοὺς τῶν ἐξομολογουμένων ἀφορισμοὺς καὶ πρὸς ἓν βλεπόντων, τὴν τῶν μετανοούντων σωτηρίαν καὶ καταλλαγὴν πρὸς Θεόν. Ὥσπερ γὰρ οὐ καλὸν μὴ τῆς ἀκριβείας τῶν ἱερῶν κανόνων ἀντέχεσθαι, οὕτω καὶ τὸ ἐπιλαμβάνεσθαι καὶ καταγινώσκειν εὐκόλως τινῶν, μή τί γε τῶν οἰκονομούντων εὐδιακρίτως τὰ θεῖά τε καὶ ἀνθρώπινα πράγματα, θρασύν, εὖ ἴσθι, ὁμοῦ καὶ ἐπίψογον. Εἰρήνη σοι.