Ἔργον
Νικήτας Στηθᾶτος – Κεφάλαια πρακτικά ἑκατόν
Το πένθος, τα είδη των δακρύων και ο μοναχικός βίος
Η διάκριση μεταξύ κοσμικής και κατά Θεόν λύπης, τα δάκρυα της κατανύξεως και η σύγκριση κοινοβιακής ασφάλειας και αναχώρησης στην έρημο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το πένθος, τα είδη των δακρύων και ο μοναχικός βίος
Η διάκριση μεταξύ κοσμικής και κατά Θεόν λύπης, τα δάκρυα της κατανύξεως και η σύγκριση κοινοβιακής ασφάλειας και αναχώρησης στην έρημο.
νζʹ. Ὁπόταν τῆς ἐπιμόνου τῶν ἐμπαθῶν λογισμῶν ὀχλήσεως ἡ ψυχὴ ἀνεθῇ, καὶ ἡ φλὸξ ἡ τύραννος ἀπομαρανθῇ τῆς σαρκός, ἔσο τηνικαῦτα εἰδὼς τὴν ἐπέλευσιν γίνεσθαι τοῦ ἁγίου Πνεύματος, ἐν ἡμῖν, μηνύουσαν τὴν ἄφεσιν τῶν προημαρτημένων, καὶ χαριζομένην ἡμῖν τὴν ἀπάθειαν· ἕως δὲ τῆς ὀσμῆς αὐτῶν διὰ τῆς συνεχοῦς ὀχλήσεως ἐπαισθάνηται, καὶ τὰ ὑπογάστρια φλέγηται τῆς σαρκός, μακρὰν ἴσθι ταύτης εἶναι τὴν εὐωδίαν τοῦ Πνεύματος, καὶ ὅλην ὑπὸ τὰ δεσμὰ κρατεῖσθαι τὰ ἄλυτα τῶν παθῶν τε καὶ τῶν αἰσθήσεων. νηʹ. «Εἶδον ὑπὸ τὸν ἥλιον, φησὶν ὁ Σοφός, ἄνθρωπον παρ’ ἑαυτῷ δόξαντα φρόνιμον εἶναι, ὃν εἶδον ὑπὸ τὴν ζωὴν κἀγὼ τῶν βροτῶν, πεποιθότα ἐπὶ τοῖς ἔργοις αὐτοῦ, καὶ μεγάλα φρονοῦντα ἐπὶ τῇ ἀνθρωπίνῃ σοφίᾳ, καὶ τῇ γεώδει καὶ ψυχικῇ·» καὶ οὐ μόνον διὰ ταύτην τῶν ἀπλάστων κατεπαιρόμενον, ἀλλὰ καὶ τῶν ἐν θείᾳ τῇ λήξει διδασκάλων Χριστοῦ κατειρωνευόμενόν τε ὁμοῦ καὶ καταμωκώμενον, διὰ τὸ τῆς λέξεως αὐτῶν ἰδιότροπον· καὶ ὅτι μὴ ἕπεσθαι εἵλοντο ταῖς ἐκλογαῖς τῶν τετορνευμένων λέξεων τῆς θύραθεν γνώσεως, μηδὲ τὸ τῆς θέσεως αὐτῶν εὔρυθμον ἐπετήδευσαν ἐν ταῖς ἐγγράφοις διδασκαλίαις αὐτῶν· ᾧτινι, ὡς ἠγνοηκότι, ὅτι παρὰ τῷ Θεῷ οὐ τορευταὶ τῶν λέξεων, οὐδὲ τὸ εὔηχον τῶν φωνῶν, ἀλλὰ τὸ εὔσημον, προτιμότερον καὶ φίλον, τῶν νοημάτων, ταύτην παρῳδήσω τὴν παροιμίαν.
Ὁ κύων ὁ ζῶν, αὐτὸς ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν νεκρόν, καὶ ἀγαθὸς παῖς πένης καὶ σοφός, ὑπὲρ βασιλέα πρεσβύτην καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι.
νθʹ. Δεινὸν καὶ δυσκαταγώνιστον τὸ πάθος τῆς βλασφημίας· ἔχει δὲ τὰς ἀφορμὰς ἐκ τῆς ὑπερηφάνου διανοίας τοῦ Σατανᾶ· ὃ καὶ πάντας μὲν τοὺς κατὰ Θεὸν ὀχλεῖ βιοῦντας κατ’ ἀρετήν, πλέον δὲ τοὺς προκόπτοντας εἰς εὐχὴν καὶ εἰς θεωρίαν τῶν θείων πραγμάτων. Οὗ ἕνεκεν χρὴ πάσῃ φυλακῇ τὰς αἰσθήσεις τηρεῖν, καὶ εὐλαβεῖσθαι ἀπὸ πάντων τῶν φρικτῶν μυστηρίων τοῦ Θεοῦ, καὶ τῶν ἱερῶν τύπων καὶ λόγων, καὶ προσέχειν τῇ ἐφόδῳ τοῦ πνεύματος τούτου· ἐφεδρεύει γὰρ εὐχομένοις καὶ ψάλλουσιν ἡμῖν, καὶ ἐρεύγεται ἔσθ’ ὅτε, διὰ τῶν χειλέων ἡμῶν, μὴ προσέχουσιν, ἀρὰς καθ’ ἡμῶν καὶ βλασφημίας ἀλλοκότους κατὰ Θεοῦ τοῦ ὑψίστου· τοῖς στίχοις τῶν ψαλμῶν καὶ τοῖς ῥήμασι τῆς εὐχῆς παρεισάγων αὐτάς· ἀλλὰ τρεπτέον κατ’ αὐτοῦ τὸν λόγον Χριστοῦ, ὁπηνίκα τοιοῦτόν τι φέρει ἐν τοῖς χείλεσι, ἢ ὑποσπείρει ἐν ταῖς διανοίαις ἡμῶν· καί, Ὕπαγε, Σατανᾶ, ὀπίσω μου, εἴπωμεν πρὸς αὐτόν, πάσης δυσωδίας ἀνάμεστε, καὶ ὑπόδικε πυρὸς αἰωνίου· κατὰ τῆς κεφαλῆς σου ἡ βλασφημία σου· καὶ αὐτίκα πρὸς ἄλλο τι τὸν νοῦν πρᾶγμα θεῖον, ἢ ἀνθρώπινον, τόγε νῦν ἔχον, δι’ αἰχμαλωσίας ἀπασχολήσωμεν, ἢ καὶ μετὰ δακρύων πρὸς οὐρανοὺς αὐτὸν καὶ Θεὸν ἀνυψώσωμεν· καὶ οὕτως, Θεοῦ συναιρουμένου ἡμῖν, ἀπαλλαγησόμεθα τοῦ βάρους τῆς βλασφημίας.
ξʹ. Φθοροποιὸν πάθος ἡ λύπη εἰς ψυχὴν καὶ σῶμα, καὶ αὐτῶν ἁπτομένη τῶν μυελῶν· ἀλλ’ ἡ τοῦ κόσμου, ἡ διὰ τὰ πρόσκαιρα τοῖς ἀνθρώποις ἐφιπταμένη, ἣ καὶ πολλάκις αὐτοῖς θανάτου παραίτιος γίνεται· ἡ δὲ κατὰ Θεὸν λύπη, ὁμοῦ τε σωτήριος καὶ λίαν ἐπωφελὴς οὖσα, ὑπομονὴν ἐν τοῖς πόνοις καὶ τοῖς πειρασμοῖς κατεργάζεται, τὴν πηγὴν τῆς κατανύξεως ἀναστομοῦσα τῷ ἀγωνιζομένῳ, καὶ διψῶντι τὴν δικαιοσύνην τοῦ Θεοῦ, καὶ ψωμίζουσα διὰ δακρύων τὴν καρδίαν αὐτοῦ, ὡς πληροῦσθαι τὸ Δαβιτικὸν ἐπ’ ἐκείνῳ λόγιον· «Ψωμιεῖς ἡμᾶς, φησίν, ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ τὸν οἶνον τῆς κατανύξεως.» ξαʹ. Τὰ συμπεπτωκότα μέρη τῆς ψυχῆς ἀπὸ τῆς τῶν κακῶν ἐργασίας, λίαν ἡ κατὰ Θεὸν λύπη ἀνακτᾶται καὶ εἰς τὸ κατὰ φύσιν ἀνακαλεῖται· τοσοῦτον γὰρ τὸν χειμῶνα τῶν παθῶν, καὶ τὰ νέφη τῆς ἁμαρτίας ἐκλεπτύνει διὰ δακρύων, καὶ τοῦ νοητοῦ τῆς ψυχῆς ἀπελαύνει ἀέρος, ὡς αἰθρίαν ἐν τοῖς λογισμοῖς αὐτίκα τοῦ νοὸς ἡμῶν γίνεσθαι, καὶ γαλήνην ἐν τῇ θαλάσση τῆς διανοίας, καὶ εὐφροσύνην ἐν ταῖς καρδίαις ἡμῶν, καὶ ἀλλοίωσιν ἐν τῇ ἐπιφανείᾳ τοῦ προσώπου ἡμῶν, ἐφ’ ἣν οἱ καλῶς ὁρῶντες ὥσπερ τὰς ὄψεις καὶ τὰς διαθέσεις αὐτῶν προσαναπαύοντες, οὕτω κατὰ τὸν Δαβὶδ ἀνακράζουσιν· «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.» Ξβʹ.
Μὴ παραδέχου τοὺς ἐξ ὑπονοιῶν ὑποσπειρομένους σοι λογισμοὺς κατὰ τοῦ πλησίον, εἰσὶ γὰρ ψευδεῖς καὶ ὀλέθριοι, καὶ πάντη ἀπαταιῶνες. Ἴσθι οὖν ὅτι διὰ τούτου τοῦ σκοποῦ πειρῶνται οἱ δαίμονες εἰς βόθρον ἀπωλείας ὠθῆσαι τὰς ψυχὰς τῶν ἤδη προκοπὰς ποιούντων ἐν ταῖς ἀρεταῖς· ἄλλως γὰρ εἰς βυθὸν κατακρίσεως καὶ ἁμαρτίας ἐμπράκτου τῶν ἀγωνιζομένων τινὰ παραπέμψαι οὐ δύνανται, εἰ μὴ λαβεῖν αὐτὸν ὑποψίας πείσουσι πονηράς, ἐκ τῶν ἔξωθεν ἠθῶν τε καὶ διαθέσεων τοῦ πλησίον· οὕτω γὰρ ὑπὸ κρίσιν καὶ πτῶσιν ἁμαρτίας τοῦτον ποιήσαντες, συγκατακριθῆναι τῷ κόσμῳ ἐργάζονται, κατὰ τὸ ὅσιον λόγιον· «Εἰ γὰρ ἑαυτούς, φησίν, ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δέ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» ξγʹ. Ὅταν ἐκ ῥᾳθυμίας χώραν δῶμεν τοῖς δαίμοσι λαλεῖν εἰς τὸ οὖς ἡμῶν τὰς κατὰ τῶν ἀδελφῶν ὑπονοίας, ἀφυλάκτως δηλονότι ἔχοντες περὶ τὰς κινήσεις τῶν ὀφθαλμῶν, τότε εἰς τὸ κατακρίνειν ἀγόμεθα ὑπ’ αὐτῶν, ἔσθ’ ὅτε καὶ τοὺς τελείους εἰς ἀρετήν.
Εἰ γὰρ ὁ χαροπὸν ὁρῶν ὑπομειδιῶντι προσώπῳ, καὶ ὁ εὐπρόσιτος πᾶσιν εἰς ὁμιλίαν συγκαταθετικός σοι πρὸς ἡδονὰς καὶ πάθη δοκεῖ, ἔστω σοι καὶ πᾶς κατηφὲς ὁρῶν καὶ στυγνόν, θυμοῦ πνέων καὶ ὑπερηφανίας μεστός. Ἀλλ’ οὐ χρὴ τοῖς ἀνθρωπίνοις προσέχειν ἰδιώμασι· σφαλερὰ γάρ ἐστι τοῖς πᾶσιν ἡ περὶ τὰ τοιαῦτα κρίσις. Εἰσὶ γὰρ ἀνθρώποις πολλαὶ τῷ ὄντι διαφοραὶ φύσεων, καὶ ἕξεων, καὶ σωματικῶν θέσεων, αἳ μόνοις ἐκείνοις εἰκότως εἰσὶν ὑπὸ θεωρίαν καὶ κρίσιν ἀληθινήν, τοῖς καθαρὸν κτησαμένοις τὸ νοερὸν ὄμμα τῆς ψυχῆς διὰ πολλῆς κατανύξεως, καὶ ἔνοικον ἔχουσι τὸ ἄπειρον φῶς τῆς ἐνθέου ζωῆς· οἷς καὶ τὸ εἰδέναι ἐδόθη τὰ μυστήρια τῆς τοῦ Θεοῦ βασιλείας.
ξδʹ. Αὐτουργοὶ τῶν φαύλων ἔργων γινόμενοι τῆς σαρκός, τῇ παρὰ φύσιν ἐπιθυμίᾳ καὶ τῷ θυμῷ τῆς ψυχῆς λειτουργοῦμεν, σάρκα μὲν μιαίνοντες ταῖς φαύλαις ῥοαῖς τῆς ἁμαρτίας, ψυχὴν δὲ τῇ τοῦ θυμοῦ πικρίᾳ σκοτίζοντες, καὶ ἀπαλλοτριούμενοι τοῦ Υἱοῦ τοῦ Θεοῦ. Δεῖ οὖν τὸν μὲν μολυσμὸν τῆς ἀπὸ τοῦ σώματος οὐσιώδους ῥοῆς, δι’ ἐπιῤῥοῆς οὐσιωδῶν δακρύων, ἀποκαθαίρειν, ἵνα ὅπερ ἡ ἡδονὴ διὰ ῥοῆς φυσικῆς κατεμόλυνε σῶμα, τοῦτο ἡ ὀδύνη τῆς λύπης διὰ ῥοῆς αὖθις τῶν δακρύων φυσικῆς ἀποκαθαίρειν, τὸν δὲ ζόφον τῆς ψυχῆς τὸν ἀπὸ τῆς τοῦ θυμοῦ πικρίας, διὰ φωτὸς κατανύξεως καὶ γλυκύτητος τῆς κατὰ Θεὸν ἀγάπης, ἀποδιώκειν, καὶ ἑνοῦσθαι αὖθις, οὗ πρώην δι’ ἐκείνων ἀπηλλοτριώθημεν.
ξεʹ. Ὥσπερ ὁ ἀπὸ τῆς ἡδονῆς μολυσμὸς τὸν σατανικὸν ἔρωτα προηγησάμενον ἔχει εἰς ἀποπλήρωσιν τῆς φαυλότητος, οὕτως ἡ ἀπὸ τῆς ἐνωδύνου λύπης κάθαρσις τὴν θέρμην ἔχει τῆς καρδίας εἰς ἀποπλήρωσιν τοῦ πένθους καὶ τῶν δακρύων· καὶ τοῦτο οἰκονομίᾳ τῆς πρὸς ἡμᾶς τοῦ Θεοῦ ἀγαθότητος, ἵνα κόποις ὀδύνης κόπον ἡδονῆς, καὶ ῥοαῖς δακρύων ῥοὴν αἰσχίστην σαρκὸς ἀποκρουόμενοί τε καὶ ἐκκαθαίροντες, τοὺς τύπους τῶν φαύλων ἀπὸ τοῦ νοός, καὶ τὰς ἀμόρφους εἰκόνας ἀπὸ τῆς ψυχῆς ἐξαφανίσωμεν, καὶ λαμπροτέραν ταύτην τῷ κάλλει τῷ φυσικῷ ἀποδείξωμεν.
ξϛʹ. Ὃν τρόπον τῷ πονηρῷ πνεύματι ἐνεργούμενος ὁ πορνεύων, μισθὸν καρποῦται τὴν ἡδονὴν τῆς σαρκός, καὶ πέρας αὐτοῦ τῶν φαύλων, ὁ μολυσμός, οὕτως ὁ τῷ Πνεύματι ἄνωθεν ἐνεργούμενος τῷ ἁγίῳ, μισθὸν καρποῦται τὴν χαρὰν τῆς ψυχῆς, καὶ πέρας αὐτῷ τῶν καλῶν, ἡ ἐκ τῶν δακρύων κάθαρσις, καὶ ἀναγέννησις, καὶ ἡ πρὸς τὸν Θεὸν ἕνωσις, καὶ συνάφεια.
ξζʹ. Δύω οὐσῶν ἐν ἡμῖν τῶν ἐκ τῆς αὐτῆς οὐσίας φυσικῶν ῥεύσεων, γονῆς καὶ δακρύων, ὑφ’ ἧς τὸν χιτῶνα τῆς ψυχῆς μολυνόμεθα, καὶ δι’ ὧν πάλιν αὐτὸν καθαιρόμεθα, ἀνάγκη τὸν ἐκ τῆς οὐσίας ἡμῶν μολυσμὸν ἀπονίψασθαι διὰ τῶν ἐκ τῆς αὐτῆς οὐσίας κινουμένων δακρύων· ἄλλως γὰρ τὸν ἐκ τῆς φύσεως ῥύπον καθάραι ἀδύνατον.
ξηʹ. Πᾶσα ψυχῆς πλημμελούσης διάθεσις, τῷ φαύλῳ κινουμένη τρόπῳ, εἰς ἡδονὴν βραχεῖαν καταλύει τὸν κάματον· πᾶσα δὲ καθαιρομένη ψυχὴ τῆς φαύλης συνηθείας καὶ διαθέσεως, εἰς μακρὰν ἡδονὴν εὐφροσύνης ἐπεκτείνει τοὺς πόνους, καὶ θαῦμα πῶς ἡδονὴν ἡδονὴ καταστέλλουσα, τὴν ἐκ τῆς ἡδονῆς τικτομένην καταγλυκαίνει ὀδύνην.
ξθʹ. Ποτὲ μὲν πικρία καὶ πόνος ἐπιγίνεται τῇ νοερᾷ τῆς καρδίας αἰσθήσει, ἀπὸ τῆς ῥεύσεως τῶν δακρύων· ποτὲ δὲ εὐφροσύνη καὶ ἀγαλλίασις. Ὅταν οὖν καθαιρώμεθα, διὰ τῆς μετανοίας, τοῦ ἰοῦ καὶ τοῦ ῥύπου τῆς ἁμαρτίας, θερμότητι πυρός, εἰκότα ἔχοντες τὰ ἐκ ταύτης δάκρυα, ὑπὸ τοῦ θείου πυρὸς ἐκπυρούμενα, καὶ σφύραις βαρείαις ὡσανεὶ τὸν λογισμὸν πληττόμενοι, τοῖς ἐκ βάθους ἀναπεμπομένοις στεναγμοῖς τῆς καρδίας, πικρίας καὶ πόνους νοερῶς τε καὶ αἰσθητῶς αἰσθανόμεθα. Ἐπὰν δὲ διὰ τῶν τοιούτων ἱκανῶς καθαρθέντες δακρύων, ἐπὶ τὴν ἐλευθερίαν ἐλάσωμεν τῶν παθῶν, τηνικαῦτα ὑπὸ τοῦ θείου παρακαλούμενοι Πνεύματος, ὡς γαληνὴν καὶ καθαρὰν τὴν καρδίαν κτησάμενοι, ἡδονῆς καὶ γλυκύτητος ἀφάτου πληρούμεθα ὑπὸ τῶν χαροποιῶν δακρύων τῆς κατανύξεως.
οʹ. Ἄλλα τὰ ἐκ τῆς μετανοίας δάκρυα, καὶ ἕτερα τὰ ἐκ θείας προχεόμενα κατανύξεως· τὰ μὲν γάρ, ὡς ποταμὸς ἐπικλύζων καὶ κατασύρων πάντα τῆς ἁμαρτίας τὰ ὀχυρώματα, τὰ δέ, ὡς ὄμβρος ἐπ’ ἄγρωστιν γίνεται τῇ ψυχῇ, καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον, τὸν τῆς γνώσεως στάχυν ἐκτρέφοντα, καὶ πολύχουν τοῦτον καὶ καρποφόρον ἀποτελοῦντα.
οαʹ. Οὐ γὰρ εἴ τι δάκρυον, τοῦτο καὶ κατάνυξις, ἀλλὰ πολὺ τὸ μέσον δακρύων καὶ κατανύξεως. Τὸ μὲν γὰρ ἐκ μεταμελείας τῶν τρόπων, καὶ μνήμης τῶν παλαιῶν τῆς ψυχῆς συμπτωμάτων ἐπέρχεται, ὡς ἀπὸ πυρὸς καὶ ζέοντος ὕδατος, εἰς κάθαρσιν τῆς καρδίας· ἡ δέ, ἐκ θείας δρόσου ἄνωθεν τοῦ πνεύματος, εἰς παράκλησιν καὶ ἀναψυχὴν κάτεισι τῆς ψυχῆς, ἄρτι πρὸς βυθὸν ταπεινοφροσύνης θερμῶς εἰσελθούσης, καὶ ἀπολαβούσης τῆς τοῦ ἀπροσίτου φωτὸς θεωρίας, καὶ πρὸς Θεὸν οὕτω βοώσης Δαβιτικῶς ἐν χαρᾷ· «Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» οβʹ. Ἀκήκοα λεγόντων μὴ δύνασθαί τινα εἰς ἕξιν ἐλθεῖν ἀρετῆς, ἄνευ ἀναχωρήσεως μακρᾶς καὶ τῆς εἰς ἐρημίαν φυγῆς, καὶ τεθαύμακα πῶς τὸ ἀπεριόριστον ἔδοξεν αὐτοῖς ἐν τόπῳ περιορίζεσθαι. Εἰ γὰρ ἡ ἕξις τῆς ἀρετῆς, ἡ ἀποκατάστασίς ἐστι τῶν δυνάμεων τῆς ψυχῆς εἰς τὴν παλαιὰν εὐγένειαν, καὶ ἡ ἐπὶ τὸ αὐτὸ σύνοδος τῶν γενικῶν ἀρετῶν, εἰς τὴν κατὰ φύσιν ἐνέργειαν· ταῦτα δὲ οὐκ ἔξωθεν, ὡς ἐπείσακτα, ἡμῖν ἐπιγίνονται, ἀλλὰ συμπεφύκασιν ἡμῖν ἐκ δημιουργίας, κατὰ θείαν καὶ νοερὰν αἴσθησιν, δι’ ὧν καὶ μεθ’ ὧν κατὰ φύσιν κινούμενοι, εἰσαγόμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
ἡ δὲ ἐντὸς ἡμῶν ἐστι, κατὰ τὴν τοῦ Κυρίου φωνήν, ἄρα περιττὸν ἡ ἐρημία, εἰσερχομένων ἡμῶν εἰς αὐτήν, καὶ ταύτης χωρίς, διὰ μετανοίας καὶ πάσης φυλακῆς τῶν τοῦ Θεοῦ ἐντολῶν, ἥτις καὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, κατὰ τὸν θεῖον Δαβίδ, δύναται γίνεσθαι· «Εὐλόγει γάρ, φησίν, ἡ ψυχή μου, τὸν Κύριον, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.» ογʹ. Ὁ μέσον βασιλικῆς παρατάξεως ὑπὸ στρατηγοῖς καὶ λοχαγοῖς συνασπιζόμενός τε καὶ συγκροτούμενος, μὴ δυνηθεὶς ἐν τῇ μάχῃ τῶν πολεμίων νεανικόν τε καὶ γενναῖον κατὰ τῶν ἀντιπάλων ἐνδείξασθαι, ἢ κἂν ἕνα τούτων τροπώσασθαι, πῶς μονομαχήσει καὶ ἐν μέσῳ πολλῶν μυριάδων ἐχθρῶν, καὶ στρατηγικόν τι ἔργον ἐνδείξεται, ἄπειρος ὢν τοῦ πολέμου; Εἰ δὲ τοῦτο ἐπὶ τῶν ἀνθρωπίνων ἀδύνατον, πολλῷ μᾶλλον ἐπὶ τῶν θείων. Τίς γὰρ πρὸς ἐρημίαν φυγών, τὰς τῶν δαιμόνων ἐπιδρομάς, καὶ τῶν παθῶν τὰς ἐφόδους τὰς ἀφανεῖς καὶ προδήλους γνώσεται, ἢ καταδρομὴν ποιήσεται κατ’ αὐτῶν, μὴ πρότερον καλῶς ἐγγυμνασθεὶς τὴν ἐκκοπὴν τοῦ θελήματος, μέσον ἐπὶ συναγωγῆς ἀδελφῶν, ὑπὸ ἐμπείρῳ ἀρχηγῷ τοῦ τοιούτου πολέμου, ἀοράτου ὄντος καὶ νοητοῦ; Εἰ δὲ τοῦτο ἀδύνατον, ἄρα πάντη ἀμήχανον, ὅπως ἄλλων ὁ τοιοῦτος ὑπερμαχήσῃ, καὶ ἄλλους διδάξῃ τὰ κατὰ τῶν ἀοράτων ἐχθρῶν τρόπαια.
οδʹ. Περίελε ἀπὸ σοῦ ὄνειδος ἀμελείας καὶ ἐξουδένωσιν καταφρονήσεως τῶν ἐντολῶν τοῦ Θεοῦ· ἀποβαλοῦ τὴν φιλαυτίαν, καὶ κατὰ τῆς σαρκὸς ἀφειδῶς ὅρμησον· ζήτησον τὰ δικαιώματα Κυρίου καὶ τὰ μαρτύρια αὐτοῦ· καταφρόνησον δόξης καὶ ἀτιμίας· μίσησον τὰς ἐνηδόνους ὀρέξεις τοῦ σώματος· φύγε τὸν κόρον, δι’ οὗ τὰ ὑπογάστρια ἐκπυροῦνται· ἄσπασαι τὴν πενίαν, τὴν κακοπάθειαν· στῆθι κατὰ παθῶν· στρέψον σου τὰς αἰσθήσεις πρὸς τὰ ἐντὸς τῆς ψυχῆς· νεῦσον ἔνδον πρὸς τὴν τοῦ κρείττονος ἐργασίαν· κώφευσον ἀπὸ τῶν ἀνθρωπίνων πραγμάτων· κένωσον πᾶσάν σου τὴν ἰσχὺν εἰς τὴν τῶν ἐντολῶν ἐργασίαν· θρήνησον, χαμεύνησον, νήστευσον, κακοπάθησον, ἡσύχασον, γνῶθι, τὸ τελευταῖον, μὴ τὰ περὶ σέ, σαυτὸν δέ· ὑπεράνω τῆς τῶν ὁρωμένων γενοῦ ταπεινώσεως· πέτασόν σου τὸ νοερὸν ὄμμα πρὸς θεωρίαν Θεοῦ, καὶ ἴδε τὴν τερπνότητα Κυρίου ἐκ τῆς καλλονῆς τῶν κτισμάτων· κἀκεῖθεν καταβάς, διήγησαι τοῖς ἀδελφοῖς σου τὰ τῆς αἰωνίου ζωῆς, καὶ τὰ μυστήρια τῆς τοῦ Θεοῦ βασιλείας. Καὶ τοῦτό ἐστι τὸ ἔργον τῆς ἐξ ἀνθρώπων φυγῆς, δι’ ἄκρας ἀσκήσεως, καὶ τὸ πέρας τῆς εἰς ἐρημίαν διατριβῆς.
οεʹ. Εἰ θέλεις ἰδεῖν τὰ ἀγαθά, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ἐν τῇ ἐρημίᾳ γενοῦ τῆς ἀρνήσεως τοῦ ἰδίου θελήματος, καὶ φύγε τὸν κόσμον. Ποῖον δὴ τοῦτον; Τὴν ἐπιθυμίαν τῶν ὀφθαλμῶν τῆς σαρκός· τὴν ἀλαζονείαν τῶν λογισμῶν, καὶ τὴν ἀπάτην τῶν ὁρωμένων. Τοῦτον γὰρ ἐὰν φύγῃς τὸν κόσμον, πρώϊμον ἐπανατελεῖ σοι τὸ φῶς, ὄψει τῆς ἐνθέου ζωῆς, καὶ τὰ ἰάματα τῆς ψυχῆς σου, φημὶ δὴ τὰ δάκρυα, ταχὺ ἀνατελεῖ, καὶ τὴν ἀλλοίωσιν ἀλλοιωθήσῃ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ μάστιξ ἔκτοτε παθῶν οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, καὶ οὕτω μέσον κόσμου καὶ λαοῦ διατρίβων, ἔσῃ ὡς ἐν ἐρημίᾳ διάγων καὶ ἄνθρωπον μὴ ὁρῶν. Εἰ δὲ μὴ τοῦτον οὕτω φύγῃς τὸν κόσμον, οὐδέν σοι ἀπὸ τῆς φυγῆς μόνης τοῦ ὁρωμένου κόσμου πρὸς τελείωσιν τῶν ἀρετῶν καὶ συνάφειαν Θεοῦ προσγενήσεται.
οϛʹ. Τὸ γενέσθαι μοναχὸν οὐ τὸ ἔξω τῶν ἀνθρώπων καὶ τοῦ κόσμου γενέσθαι ἐστίν, ἀλλὰ τὸ καταλιπεῖν ἑαυτὸν ἔξω τῶν τῆς σαρκὸς θελημάτων γενέσθαι, καὶ ἀπελθεῖν εἰς ἐρημίαν παθῶν. Εἰ γὰρ καὶ πρὸς τὸν μέγαν ἐκεῖνον ἐῤῥέθη, Φεῦγε τοὺς ἀνθρώπους καὶ σώζῃ, ἀλλὰ τούτῳ τῷ τρόπῳ ἐῤῥέθη· ἐπεὶ καὶ μετὰ τὸ φυγεῖν ἐκεῖνον, μέσον ἀνθρώπων ηὐλίζετο, καὶ ἐν οἰκουμέναις ἐνδημῶν ἦν, καὶ μαθηταῖς συνέζη· ἀλλὰ τὴν νοητὴν φυγὴν ἐν τῇ αἰσθητῇ σπουδαίως φυγών, οὐδὲν παρὰ τῆς τῶν ἀνθρώπων συνουσίας ἐβλάπτετο. Τοῦτο δὲ καὶ ἄλλος τῶν μεγάλων ἐβόα, τῆς συνάξεως ἐξερχόμενος· Φεύγετε, ἀδελφοί, ἀλλὰ τὸ στόμα ἐδείκνυεν, ἐπερωτώμενος τὴν αἰτίαν.
οζʹ. Ἡ ἐπὶ τὸ αὐτὸ ἐν συνοδίαις κατοίκησις, τῆς μονώσεως ἀσφαλεστέρα. Περὶ μὲν γὰρ τοῦ ἀναγκαίου τῆς ἐπὶ τὸ αὐτὸ κατοικίας, μάρτυς ὁ ἱερὸς λόγος τοῦ Ἰησοῦ καὶ Θεοῦ· Οὗ γάρ εἰσι δύω ἢ τρεῖς συνηγμένοι, φησίν, ἐν τῷ ἐμῷ ὀνόματι, ἐκεῖ εἰμι ἐν μέσω αὐτῶν· περὶ δὲ τοῦ ἐπισφαλοῦς τῆς μονώσεως ὁ Σολομών· «Οὐαὶ τῷ ἑνί, φησίν, ὅτι ὅταν πέσῃ, οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν.» Καὶ γὰρ τοὺς ἐν ἀγάπῃ καὶ ὁμονοίᾳ τὸν Θεὸν ὑμνοῦντας καὶ ὁ Δαβὶδ μακαρίζει· «Μακάριος, βοῶν, ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.» Καὶ τὴν ἐπὶ τὸ αὐτὸ κατοικίαν ἐπαινεῖ λέγων· «Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα;» Καὶ ἐπὶ τῶν μαθητῶν τοῦ Κυρίου, «Μία ἦν ἐν αὐτοῖς ἡ ψυχή, καὶ ἡ καρδία.» Ἀλλὰ καὶ ἡ πρὸς ἡμᾶς τοῦ Θεοῦ κάθοδος, οὐκ ἐν ἐρημίᾳ γέγονεν, ἀλλ’ ἐν οἰκουμέναις, καὶ ἐν μέσῳ ἀνθρώπων ἁμαρτωλῶν.
Ἀναγκαῖον οὖν ἡ ὁμόνοια τῆς ἐπὶ τὸ αὐτὸ ζωῆς, σφαλερὰ δὲ ἡ μόνωσις καὶ ἐπικίνδυνος. οηʹ. «Ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα,» φησὶν ὁ Κύριος, «ἀλλ’ οὐαὶ δι’ οὗ τὸ σκάνδαλον γίνεται.» Ὁ γοῦν τὴν εὐλάβειαν ἀπολωλεκώς, καὶ ἐν καταφρονήσει καὶ ἀφοβείᾳ Θεοῦ, μέσον ὁμηγύρεως ἀδελφῶν, ἀναστρεφόμενος, πολλοῖς τῶν ἁπλουστέρων δίδωσι σκάνδαλα.
Τοῦτο μὲν δι’ ἔργων, καὶ σχημάτων, καὶ φαυλοτάτων ἠθῶν, τοῦτο δὲ διὰ λόγων, καὶ ὁμιλίας διεφθαρμένης, καὶ διαφθείρει ψυχάς, ἤθη τε ἀγαθὰ καὶ χρηστά. οθʹ. Ὁ τηρῶν τὰς ἐντολὰς τοῦ Θεοῦ, οὐ πέτρα σκανδάλου γίνεται τοῖς ἀνθρώποις, ἐπειδὴ οὐδὲ σκάνδαλόν ἐστιν ἐν αὐτῷ. Εἰρήνη γὰρ πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον· ἀλλὰ φῶς, καὶ ἅλας, καὶ ζωή· κατὰ τὴν τοῦ Κυρίου φωνήν· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου, καὶ τὸ ἅλας τῆς γῆς·» φῶς μέν, ὡς τὸν βίον ἐνάρετος, καὶ λαμπρὸς τὸν λόγον, καὶ σοφὸς τὴν διάνοιαν· ἅλας δέ, ὡς τὴν γνῶσιν τὴν θείαν πολύς, καὶ δυνατὸς τὴν σοφίαν Θεοῦ· ζωὴ δέ, ὡς τοῖς ῥήμασι τῆς ὁμιλίας αὐτοῦ ζωογονῶν νενεκρωμένους τοῖς πάθεσι, καὶ τούτους ἐξ ᾅδου ἀνιστῶν ἀπογνώσεως· καὶ τῷ μὲν φωτὶ τῶν ἔργων αὐτοῦ τῆς δικαιοσύνης λάμπων ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ καταφωτίζων αὐτούς· τῷ δὲ ἡδεῖ καὶ στύφοντι τῷν λόγων συσφίγγων αὐτοὺς ἀπὸ τῆς χαυνότητος, καὶ ἀπαλλάττων τῆς σήψεως τῶν παθῶν· τῇ δὲ ζωῇ τῶν ῥημάτων αὐτοῦ, ζωὴν διδοὺς ταῖς νενεκρωμέναις ὑπὸ τῆς ἁμαρτίας ψυχαῖς.
πʹ. Τὸ τῆς κενοδοξίας πάθος τρίβολόν ἐστι, διὰ κενοδοξίας καὶ οἰήσεως καὶ ὑπερηφανίας, ὑπὸ τῶν δαιμόνων πυρούμενόν τε καὶ χαλκευόμενον· ἀλλ’ ἐν τοῖς αὐλιζομένοις ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ εὐφώρατον γίνεται, καὶ τὰ κέντρα τούτου συνθλῶνται, ὑπεριπταμένοις δηλονότι τούτων διὰ ταπεινοφροσύνης, καὶ εἰς τὸ φυτὸν τῆς ζωῆς ἐγκαταπαύουσιν.
παʹ. Ὁπόταν ὁ ἀκάθαρτος οὗτος καὶ πολυμήχανος δαίμων προσβάλλῃ σοι προκοπὰς ποιουμένῳ κατ’ ἀρετήν, καὶ μαντεύηταί σοι θρόνων ὕψος, ταῖς ἐπινοίαις, ὑπὸ τὸ μνημονευτικὸν ἀνάγων καὶ ἐπαίρων σου τὴν ἐργασίαν, ὡς ὑπερκειμένην τῶν λοιπῶν· ἀλλὰ καὶ ψυχὰς ἄγειν ἱκανόν σε ὑποτίθεται εἶναι· κατασχὼν αὐτὸν νοερῶς, μὴ ἀφῇς ἀποδράσαι, εἴγε δύναμιν ἔλαβες ἐξ ὕψους, οὕτω ποιεῖν· καὶ λαβών, ἄπελθε τῇ διανοίᾳ ἐν τῷ δοκεῖν, πρός τί ποτε πεπραγμένον σοι φαῦλον· καὶ τοῦτο κατ’ ἐνώπιον ἀπογυμνώσας αὐτοῦ, εἰπὲ πρὸς αὐτόν· Εἰ οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοί εἰσιν εἰς τοιοῦτον ἀνελθεῖν προεδρίας ὕψος, καὶ ἱκανοί σοι δοκοῦσιν ἄγειν ψυχάς, καὶ προσάγειν σεσωσμένας Χριστῷ; Σὺ ἂν εἴπῃς, ἐγὼ γὰρ σιωπῶ. Μὴ ἔχων οὖν ἐκεῖνος ἀποκριθῆναί σοί τι, ὡς καπνὸς ὑπὸ αἰσχύνης οἰχήσεται· καὶ οὐκ ἔτι μετὰ δυνάμεως ὀχλήσει σοι. Εἰ δέ τι πεπραγμένον, ἢ λελεγμένον τῶν φαύλων οὐκ ἔστι σοι, τῆς ὑπερκοσμίου ζωῆς σου, κἂν ταῖς ἐντολαῖς ἑαυτόν, καὶ τοῖς πάθεσιν ἀντιπαράθες τοῦ Κυρίου· καὶ τοσοῦτον ἑαυτὸν εὑρήσεις τοῦ τελείου ἀπολειπόμενον, ὅσῳ κολυμβήθραν ὑδάτων ἀπολειπομένην θαλάσσης.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.