ΚΑΝΩΝ Θʹ.
Τοῦ Ἀποστολικοῦ καὶ Θείου Κανόνος, τοὺς Ἱερεῖς τύπτειν ἐπιχειροῦντας πιστοὺς ἁμαρτήσαντας, ἢ ἀπίστους ἀδικήσαντας, καθαιρέσει καθυποβάλλεσθαι διοριζομένου, οἱ τὸν οἰκεῖον ἀποθεραπεύειν μηχανώμενοι θυμόν, καὶ τὰς Ἀποστολικὰς διατάξεις παραχαράσσοντες, τοὺς αὐτοχειρίᾳ τύπτοντας ἐξειλήφασι, μήτε τοῦ Κανόνος τι τοιοῦτον ὑποσημαίνοντος, μήτε τοῦ ὀρθοῦ λόγου τοῦτο νοεῖν ἐπιτρέποντος. Μάταιον γὰρ ὡς ἀληθῶς καὶ λίαν ἐπισφαλὲς τὸν αὐτοχειρίᾳ μέν, ἐν τῷ τύπτειν τρίς, ἢ τετράκις πλήξαντα, καθαιρεῖσθαι, ἀδείας δὲ διδομένης, τύπτειν ἐξ ἐπιτάγματος, τὸν ἀπηνῶς καὶ μέχρι θανάτου τὴν τιμωρίαν ἐπαύξοντα, παρορᾶσθαι ἀτιμώρητον. Δι’ ὅπερ τοῦ Κανόνος τό, τύπτειν ἁπλῶς κολάζοντος, καὶ ἡμεῖς οὕτω συμψηφιζόμεθα. Χρὴ γὰρ τὸν τοῦ Θεοῦ ἱερέα, καὶ διδασκαλίαις, καὶ νουθεσίαις, ἐσθ’ ὅτε δέ, καὶ τοῖς ἐκκλησιαστικοῖς ἐπιτιμίοις, τὸν ἀτακτοῦντα παιδαγωγεῖν, ἀλλὰ μὴ ταῖς μάστιξι καὶ ταῖς πληγαῖς εἰς τὰ σώματα τῶν ἀνθρώπων ἐπιπηδᾷν. Εἰ δέ τινες εἶεν παντελῶς ἀνυποτακτοῦντες, καὶ τῷ σωφρονισμῷ τῶν ἐπιτιμίων μὴ ὑπείκοντες, τούτους διὰ τῆς πρὸς τοὺς κατὰ τόπον ἄρχοντας ἐγκλήσεως, οὐδεὶς κωλύει σωφρονίζεσθαι. Καὶ γὰρ ὁ τῆς ἐν Ἀντιοχείᾳ εʹ. Κανών, τοὺς θορύβους καὶ στάσεις τῇ Ἐκκλησίᾳ παρεισάγοντας, διὰ τῆς ἔξωθεν χειρὸς ἐκανόνισεν ἐπιστρέφεσθαι.