8. Ἄνθρωπος ἦν· ἐξ ἀνθρώπων ἀνέφυ· τῶν αὐτῶν μετέσχε πάντων τῷ γένει, φρονήματος δὲ οὐκ ἐκληρονόμησεν ἴσου, οὐδὲ παρεσύρη τῇ τοσῇδε τῶν κακῶν συνηθείᾳ, ἀλλ’ ἔστη μὲν κατὰ τῆς ἁμαρτίας, καὶ τῇ καθ’ ἡμῶν ἀντέσχε φθορᾷ, καὶ τῇ πονηρίᾳ τέλος παρέσχε. Καὶ γέγονεν αὐτή τε ἀπαρχὴ ἁγία, καὶ τῆς πρὸς Θεὸν φερούσης ἡγεμὼν τοῖς ἀνθρώποις· ὥσπερ γὰρ μόνη γενομένη τῷ βίῳ, καὶ μήτε ἄλλων ὄντων τῶν ἀνθρώπων, μήτε κτίσεως ἄλλης ἡστινοσοῦν παρηγμένης, ἀλλὰ μόνη μόνῳ Θεῷ παροῦσα, οὕτως εἶχε τὴν γνώμην· καὶ πρὸς οὐδὲν τῶν κτισμάτων εἶδεν, οὐδ’ ἐπεστράφη τῶν πάντων οὐδενὶ, ἀλλ’ ἅμα τε ἐγένετο τοῖς ἀνθρώποις, καὶ τῶν ἀνθρώπων ἀπεδήμει τῷ καλλίονι μέρει· καὶ πᾶσαν ὑπερβᾶσα κτίσιν, καὶ γῆν καὶ οὐρανὸν, καὶ ἥλιον, καὶ ἀστέρας, αὐτὸν τὸν περὶ Θεὸν κύκλον, οὐ πρότερον ἔστη, πρὶν Θεῷ συγγενέσθαι καθαρὰ καθαρῷ· καὶ γέγονε ἱερωτέρα θυσιῶν, θυσιαστηρίων ἀξιωτέρα Θεῷ, προφητῶν καὶ δικαίων καὶ ἱερέων ἁγιωτέρα τοσοῦτον, ὅσον τὸ ἁγιάζον τῶν ἁγιαζομένων εἰς ἁγιότητος λόγον ἄμεινον ἔχει. Οὐδεὶς γὰρ ἅγιος, πρὶν εἶναι τὴν μακαρίαν, ἀλλὰ πρώτη καὶ μόνη τῆς ἁμαρτίας καθάπαξ ἀπηλλαγμένη, ἑαυτήν τε ἁγίαν ἔδειξε, καὶ ἁγίαν ἁγίων, καὶ εἴ τι μεῖζον; καὶ τοῖς ἄλλοις ἁγιωσύνης ἤνοιξε θύραν, καλῶς διατεθεῖσα πρὸς ὑποδοχὴν τοῦ σωτῆρος· ὅθεν πᾶσιν ἁγίοις εἶναι συνέβη, καὶ προφήταις καὶ ἱερεῦσι, καὶ εἴ τις θείων ἠξίωτο μυστηρίων.