Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ ὅραμα τοῦ Ἰεζεκιήλ

Νικόλαος Καβάσιλας

Αλληγορική ερμηνεία των τεσσάρων ζώων και των χαρακτηριστικών τους

Ανάλυση των τεσσάρων ζώων, των προσώπων και των πτερύγων τους, ως συμβόλων των αποστόλων, της χριστολογικής διδασκαλίας και της διάδοσης του ευαγγελίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 9

Ἐν τῷ μέσῳ δὲ τῆς νεφέλης, δηλονότι «ὡς ὁμοίωμα τεσσάρων ζῴων» οἱ κήρυκες τοῦ εὐαγγελίου, οἱ βαστάσαντες τὸ ὄνομα τοῦ σωτῆρος ἐναντίον ἐθνῶν καὶ βασιλέων. Ἐπὶ τούτων γὰρ καθήμενος ἐφαίνετο τῷ προφήτῃ· ὃ διὰ τῶν ἑξῆς γενήσεται δῆλον. Τέσσαρα δὲ ὅτι τῷ κηρύγματι πᾶσαν ἐπῆλθον τὴν οἰκουμένην. Ἐν τῇ νεφέλῃ δὲ ὅτι πνεύματι Θεοῦ ἤγοντο. Αἱ δὲ πτέρυγες, τὸ πνεῦμα τῆς σοφίας, ὃ παρόν, ταχὺν αὐτοῖς ἐποίει τοῦ εὐαγγελίου τὸν δρόμον. Τέσσαρες δὲ ὅτι «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». Ἔπειτα καὶ ὅτι τέσσαρα ἦν, ἃ περὶ τοῦ σωτῆρος ἔλεγον, ἃ διὰ τῶν προσώπων ἐδηλοῦτο τῶν ζῴων περὶ ὧν αὐτίκα ἐροῦμεν. «Καὶ τὰ σκέλη αὐτῶν ὀρθά». Μάλιστα μὲν διὰ τὴν εὐθύτητα καὶ τὴν ἀλήθειαν τῶν δογμάτων. Ἄλλωστε καὶ ὅτι οὐκ ἔκαμον οὐδὲ ὑπέδωκαν οὐδὲ ὑφίεσαν τοῦ περὶ τὸ κήρυγμα τόνου, πολλῶν αὐτοῖς ἐπιόντων ἀνιαρῶν. Ἔπειτα καὶ ὅτι τὸ ἦθος αὐτοῖς ἐλεύθερον ἦν. Οὐ γὰρ ἐδούλευσαν διὰ τὸν φόβον οὐδ’ ἔκαμψαν γόνυ τοῖς τυράννοις τῆς γῆς, «τοῖς δυναμένοις μόνον ἀποκτείνειν τὸ σῶμα, τὴν δὲ ψυχὴν οὐκ ἔχουσι ποιῆσαι κακῶς». «Πτερωτοὶ δὲ οἱ πόδες αὐτῶν» ὅτι πᾶσαν ἐν βραχεῖ χρόνῳ περιῆλθον τὴν οἰκουμένην· καὶ μήν, καὶ ὅτι ὀλίγα τῶν γηίνων ἐδέοντο πρὸς τὸν δρόμον, τῶν πτερῶν τῆς χάριτος κουφιζόντων καὶ μόνων πρὸς τὸν δρόμον αὐτοῖς ἀρκούντων. «

Οἱ δὲ σπινθῆρες αὐτῶν οὐχ ὡς φέγγος, οὐδὲ ὡς πῦρ, ἀλλ’ ὡς ἐξαστράπτων χαλκός». Οὐ γὰρ ἦσαν ἐκεῖνοι τὸ φῶς, κατὰ τὸ λόγιον, ἀλλὰ μόνον μάρτυρες τοῦ φωτός. «Καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν. Καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν. Καὶ τὰ πρόσωπα αὐτῶν καὶ αἱ πτέρυγες αὐτῶν τῶν τεσσάρων, ἐχόμεναι ἑτέρα τῆς ἑτέρας.

Καὶ αἱ πτέρυγες αὐτῶν τῶν τεσσάρων, οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν, ἕκαστον κατέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύετο». Ἐλαφραὶ δὲ τοῖς ζῴοις αἱ πτέρυγες· πρῶτον μὲν διὰ τὴν τοῦ κηρύγματος εὐδρομίαν, δεύτερον δὲ ὅτι ὁ τοῦ εὐαγγελίου λόγος οὐδὲν εἶχεν γήινον, οὐδὲ κάτω βλέπον, καὶ τρίτον ὅτι οἱ μακάριοι ἀπόστολοι τὰ ἤθη παιδεύοντες τῶν ἀνθρώπων σκληρὸν οὐδὲν εἰσῆγον οὐδὲ βαρύ· «αἱ γὰρ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσὶ καὶ ὁ ζυγός μου χρηστός ἐστι καὶ τὸ φορτίον μου ἐλαφρόν». Ἡ δὲ ὑπὸ τὰς πτέρυγας τῶν ζῴων χεὶρ ἀνθρωπίνη τὴν δύναμιν ᾐνίττετο τὴν ἀνθρωπείαν μὴ μόνον οὐδὲν συντελοῦσαν πρὸς τὸ τελειωθῆναι τὸν δρόμον, ἀλλὰ καὶ ὑπὸ τῆς θείας δυνάμεως καλυπτομένην, ὥστε μηδὲ ἀνθρώπους εἶναι τοὺς ἀποστόλους δοκεῖν τῇ σοφίᾳ τοῦ πνεύματος καὶ τῷ τῶν ἔργων ὑπερφυεῖ.

Καὶ τοίνυν οἱ περὶ Παῦλον καὶ Βαρνάβαν θεοὶ τοῖς Ἕλλησιν ἔδοξαν εἶναι καὶ τοῖς ἄλλοις τῶν ἀποστόλων ὡς μείζοσιν ἢ κατ’ ἀνθρώπους πάντες προσεῖχον. «Αἱ πτέρυγες δὲ ἐχόμεναι ἀλλήλων» ἐκεῖνα ᾐνίττοντο· πρῶτον μὲν ὅτι εἰς ἕνα Κύριον Ἰησοῦν, εἰς μίαν ὑπόστασιν, πάντες οἱ περὶ τῆς οἰκονομίας συνήγοντο λόγοι· οὐ γὰρ εἰς δύο, καθάπερ ἔδοξεν Νεστορίῳ, δεύτερον δὲ ὅτι εἰρήνην καὶ ἐκήρυττον καὶ ἐπαίδευον τοὺς ἀνθρώπους. Ἐκήρυττον μὲν τὴν τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους καταλλαγήν, «τῷ γὰρ Θεῷ, φησί, κατηλλάγημεν διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ», ἐπαίδευον δὲ τοὺς ἀνθρώπους πρὸς ἑαυτοὺς καὶ πρὸς ἀλλήλους εἰρήνην ἄγειν· «εἰρήνην γάρ, φησί, διώκετε καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον».

Ταῦτα γὰρ τὴν διπλῆν εἰρήνην εἰσάγει τήν τε ἐν ἡμῖν αὐτοῖς καὶ τὴν πρὸς τοὺς ἄλλους ἀνθρώπους, καθὼς ἐκέλευσεν ὁ σωτήρ, «εἰρηνεύετε ἐν ἑαυτοῖς καὶ ἀγάπην ἔχετε ἐν ἀλλήλοις». Καὶ τῷ μὲν εἰπεῖν «εἰρήνην διώκετε» τὴν πρὸς ἀλλήλους εἰρήνην διδάσκει, τῷ δὲ «καὶ τὸν ἁγιασμόν», τὴν ἐν ἡμῖν αὐτοῖς. Ὁ μὲν γὰρ ἁγιασμὸς τὸν καθαρὸν καὶ σώφρονα καὶ ἅγιον ἐμφαίνειν βούλεται βίον, ὁ δὲ ἡ τῆς ψυχῆς εἰρήνη ἐστίν, οὐκ ἐπανισταμένων τῶν χειρόνων ἐπὶ τὰ κρείττω. Τρίτον δὲ ὅτι τῶν ἀποστόλων «ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία», ἐπεὶ καὶ τῶν πιστῶν ἁπάντων, καθὼς γέγραπται ἐν ταῖς Πράξεσι. Τέταρτον δὲ ὅτι ἓν καὶ ἁπλοῦν τὸ κηρυττόμενον, καθ’ ὅσον θεός. «Καὶ οὐκ ἐπέστρεφον ἐν τῷ βαδίζειν», ὅτι οὐ παρεῖχον τοῖς ἐχθροῖς νῶτα, οὐδὲ ἴσχυσε κατ’ αὐτῶν ἡ κακία, ὥστε στραφῆναι παρασκευάσαι εἰς τὰ ὀπίσω, ἀλλὰ «ἕκαστον κατέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύετο». «Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν· πρόσωπον ἀνθρώπου καὶ πρόσωπον λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι. Τὰ πρόσωπα αὐτῶν καὶ οἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκάστῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν. Καὶ ἕκαστον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο· οὗ ἂν ἦν τὸ πνεῦμα πορευόμενον, ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον».

Τὰ πρόσωπα δὲ τῶν ζῴων τοὺς περὶ τοῦ σωτῆρος λόγους ἐμφαίνειν βούλεται. Ἡ μὲν οὖν κεφαλή, τὸν νοῦν· ἡγεμὼν γὰρ καλεῖται· τὸν δὲ ἡγεμόνα κεφαλὴν ἡ Γραφὴ καλεῖ, κατὰ τὸ γεγραμμένον, «ἀφελῶ ἐξ Ἰερουσαλὴν κεφαλὴν καὶ οὐράν», ἄρχοντα δηλαδὴ καὶ ἀρχόμενον· ἄλλωστε καὶ ὅτι ὄργανον ἡ κεφαλὴ τοῦ νοῦ· ἡ δὲ Γραφὴ πολλάκις ἀπὸ τῶν ὀργάνων καλεῖ τὰ δι’ αὐτῶν ἐνεργοῦντα. Καὶ τοίνυν ὁ Δαβίδ, «ὁ ἐτάζων καρδίας καὶ νεφρούς», τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν δηλῶν εἶπε. Τὸ πρόσωπον δέ, τὸ φαινόμενον τοῦ νοῦ, τουτέστι τὸν λαλούμενον λόγον αἰνίττεται, ὃς φανερὸν ποιεῖ τὸν κρυπτόμενον λογισμόν, ἐπεὶ καὶ μορφή τις ἐστὶν ὁ λόγος τοῦ λογισμοῦ· τυποῖ γάρ πως αὐτὸν διὰ τῶν φωνῶν καὶ σχῆμα γίνεται καὶ εἶδος αὐτῷ. Φαίνεται τοίνυν τὰ πρόσωπα τῶν ζῴων τοὺς περὶ τοῦ σωτῆρος λόγους τῶν ἀποστόλων αἰνίττεσθαι. Ἔλεγον γὰρ περὶ αὐτοῦ, ἃ ἐγίνωσκον, ἐγίνωσκον δὲ ἃ προσῆκε γινώσκειν περὶ αὐτοῦ, προσῆκε δὲ ἐκεῖνα περὶ τοῦ Κυρίου γινώσκειν ὅτι τε ἄνθρωπος ἦν. Καὶ τοῦτο τὸ τοῦ ἀνθρώπου πρόσωπον ἐδήλου καὶ ὅτι ὁ προσδοκώμενος ἐκ σπέρματος Δαβὶδ ἐπὶ ἐλευθερίᾳ τῶν ἀνθρώπων ἐλεύσεσθαι. Οὗτος ἦν καὶ τοῦτο ὁ λέων ἐδήλου· «σκύμνος γάρ, φησί, λέοντος ἐκ βλαστοῦ υἱέ μου ἀνέβης»· καὶ ὅτι βασιλεὺς ὢν ὑπὲρ τοὺς ἐπιγείους βασιλέας ἐστίν, οὗ τὸ ἀετοῦ πρόσωπον αἴνιγμα ἦν.

Καὶ ἅμα ὅτι ὁ ἀετὸς ὀξύτερον βλέπει ζῴων ἁπάντων διαφερόντως, τὴν ὑπὲρ πάντα σοφίαν τοῦ πατρός, τὴν θεότητα τοῦ σωτῆρος ὑποφήνειεν ἂν δικαίως, ἐπεὶ καὶ τὸ θεὸς ὄνομα ἀπὸ τοῦ θεᾶσθαι παρειλημμένον εἶναι οἱ θεολόγοι φασίν. Ἔτι δὲ καὶ ἐκεῖνο ἐγίνωσκον ὅτι ἱερεὺς ὢν καὶ θυσία γέγονεν, αὐτὸς ἑαυτὸν προσάγων καὶ καθαίρων διὰ τοῦ ἰδίου αἵματος τὰς ἁμαρτίας τοῦ κόσμου, καὶ ταῦτα ὁ μόσχος ἐδείκνυ. Ὁ μὲν οὖν τῶν ἀποστόλων νοῦς τὸν Κύριον ἐγίνωσκεν οἷος ἦν, πρὸς ὅ, νομίζω, κᾀκεῖνο τὸ λόγιον φέρει, ὅπερ ὁ μακάριος ἔφη Παῦλος· «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν». Ἡ δὲ γλῶσσα εἶδος καὶ μορφὴν τῷ νῷ διὰ τῶν ῥημάτων περιτιθεῖσα, τοῖς ἄλλοις ἀνθρώποις ἐξέφαινεν οἵαν δόξαν εἶχον αὐτοὶ περὶ τοῦ σωτῆρος. Διὰ τοῦτο τὰ πρόσωπα τῶν ζῴων τοὺς περὶ τοῦ σωτῆρος τῶν ἀποστόλων λόγους ἐδίδαξε τὸν προφήτην. Αἱ δὲ δύο πτέρυγες αἱ καλύπτουσαι τὰ σώματα τῶν ζῴων ἑκάστῳ ἐκεῖνο ἐδήλουν ὃ καὶ ἐπὶ τῶν χειρῶν εἶπον ὅτι μείζονες ἐφαίνοντο τῆς ἀνθρωπείας φύσεως οἱ ἀπόστολοι, τῆς θείας δυνάμεως τὴν ἀνθρωπείαν ἀδυναμίαν ἀποκρυπτούσης. «Ἐπορεύοντο δὲ οὗ ἂν ἦν τὸ πνεῦμα πορευόμενον. Πνεύματι γὰρ Θεοῦ ἤγοντο». «Καὶ ἐν μέσῳ τῶν ζῴων ὡς ὅρασις ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀνὰ μέσον τῶν ζῴων, καὶ φέγγος πυρὸς καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ὡς ἀστραπή. Καὶ τὰ ζῷα ἔτρεχον καὶ ἀνέκαμπτον ὡς εἶδος τοῦ βεζέκ».