Τὸ γάρ, νῦν μὲν ἀπογεγονότας, εἰς τὸ φῶς αὖθις ἀνάγειν, νῦν δέ, τυφλοῖς τὰς ὄψεις δημιουργεῖν, καὶ τοῦτο μέν, τοὺς ἐνεργουμένους ἀπαλλάττειν τοῦ συνέχοντος κακοῦ, τοῦτο δέ, ἐντολὰς αὐτοῦ καὶ θαλάσσῃ διδόναι, καὶ μόνῳ τῷ βούλεσθαι πάντα ποιεῖν καὶ μετασκευάζειν, μόνης τῆς τοῦ Θεοῦ δυνάμεως εἶναι, καὶ διὰ ταῦτα τοὺς πολλοὺς θεοὺς νόθους ἐπὶ τῶν πραγμάτων φανέντας χαίρειν εἰπόντας, τῆς ἐπὶ Χριστὸν ἑταιρίας γενέσθαι, καί, τῷ θαυμαστῷ λουτρῷ καθαρθέντας, εἰσποιηθῆναι Θεῷ. Πάνυ τοι γὰρ τῶν ἀτοπωτάτων εἶναι τὸν ἀγαθὸν ἀφέντας Θεὸν τοῖς κάκιστ’ ἀπολουμένοις δαίμοσι τὰ καθ’ ἑαυτοὺς ἐπιτρέψαι, κτίσματα θεοὺς προσειπόντας· ἡμῶν χάριν καὶ τὴν ἀρχὴν γεγονότα, καὶ διὰ τοῦτο τοῦ καθ’ ἡμᾶς καθάπαξ ἐλάττω, οὐ μὴν ἀλλὰ Χριστὸν Θεὸν ἐγνωκότας οὐκ ἀγαπᾶν, οὐδ’ εὐσεβοῦντας, καθεύδειν οἴεσθαι. Οὕτω γὰρ ἂν οὐ τελείως ἀγαθοὺς εἶναι, ἀλλὰ σύν γε τούτῳ, καὶ τὴν ἀπὸ τῶν ἔργων προστιθέναι συντέλειαν. Τὸ γὰρ εὐσεβεῖν ἄνευ τοῦ τοῖς βελτίστοις ἔργοις προσέχειν, οὐδ’ ὀλίγα πρὸς τὸ ἀγαθοὺς γενέσθαι δύνασθαι, ἀποστόλων τις εἶπε· διὰ ταῦτα, περὶ τὸν Χριστὸν εὐσεβοῦντας, καλῶς ποιοῦντας καὶ τῶν ἐκείνου κατακούειν ἐπιταγμάτων. Οὕτω γὰρ φιλοῦντας τὸν Θεὸν εἶναι· Ὁ γὰρ ἀγαπῶν με, φησί, τὰς ἐντολάς μου τηρήσει.